Поиск авторов по алфавиту

Автор:Климент Александрийский

Климент Александрийский Строматы. кн. 7. (Греческий текст).

264

ΚΛΗΜΕΝΤΟΣ
ΣΤΡΩΜΑΤΕΩΝ ΕΒΔΟΜΟΣ

 

(1) Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἶὸς τις ἐστιν τῷ ὅντι Χριστιανός, τῆς ἐαυτῶν ἀμαθίας καταγνῶναι, εἰκῇ μὲν καὶ ὡς ἔτυχεν διώκοντας τοῦνομα, μάτην δὲ ὰθέους ἀποκαλοῦντας <τοὺς> τὸν τῷ ὅντι θεὸν ἐγνωκότας. ἐναργεστέροις δ’, οἶμαι, πρὸς τοὺς φιλοσόφους χρῆσθαι προσήκει τοῖς λόγοις, ὡς ἐπαΐειν ἐκ τῆς παρ αὐτοῖς παιδείας ἤδη γεγυμνασμένους δύνασθαι, καὶ εἰ μηδέπω ἄξιους ἑαυτοὺς μεταλαβεῖν τῆς τοῦ πιστεῦσαί δυνάμεως παρεσχήκασι. τῶν δὲ λέξεων τῶν προφητικῶν ἐπὶ τοῦ παρόντος οὐκ ἐπιμνησθησόμεθα, κατὰ τοὺς ἐπικαίρους τόπους ὕστερον ταῖς γραφαῖς συγχρησόμενοι τὰ δ ἐξ αὐτῶν δηλούμενα σημανοῦμεν κεφαλαιωδῶς τὸν χριστιανισμὸν ὑπογράφοντες, ἵνα μὴ διακόπτωμεν τὸ συνεχές τοῦ λόγου συμπαραλαμβάνοντες τὰς γραφὰς, καὶ ταῦτα τοῖς μηδέπω συνιεῖσιν τὰς λέξεις αὐτῶν. ἐπὰν δὲ τὰ σημαινόμενα ἐνδειξώμεθα, τότε αὐτοῖς ἐκ περιουσίας πιστεύσασι καὶ τὰ μαρτύρια φανερωθήσεται . (κάν ἐτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ύῳ ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν, ἰστέον ὅτι ἐκεῖθεν ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν, παριστάν ἐπαγγέλλεται.) τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία, μὴ κατὰ καιρὸν γινομένη, περισσή δόξειεν ἂν εἰκότως, τὸ τε μηδ ὅλως ἐπεσκέφθαι τὸ κατεπεῖγον ῥᾴθυμον κομιδῇ καὶ ἐνδεὲς. «μακάριοι» δὲ ὡς ἀληθῶς «οἱ ἐξερευνώντες τὰ μαρτύρια κυρίου, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτὸν» μαρτυροῦσιν δὲ περὶ κυρίου νόμος καὶ οἱ προφῆται .

 

 

265

(2) Πρόκειται τοίνυν παραστῆσαι ἡμῖν μόνον τὸν γνωσηκὸν ὅσιὸν τε καὶ εὐσεβῦ, θεοπρεπῶς τὸν τῷ ὄντι θεὸν θρησκεύοντα τῷ θεοπρεπεῖ δὲ τὸ θεοφιλὲς ἕπεται καὶ φιλόθεον. τίμιον μὲν οὖν ἅπαν τὸ ὑπερέχον ἡγεῖται κατὰ τὴν ἀξίαν καὶ τιμητέον ἐν μὲν τοῖς αἰσθητοῖς τοὺς ἄρχοντας καὶ τοῦς γονεῖς καὶ πάντα τὸν πρεσβύτερον, ἐν δὲ τοῖς διδακτοῖς τὴν ἀρχαιοτάτην φιλοσοφίαν καὶ τὴν πρεσβίστην προφητείαν, ἐν δὲ τοῖς νοητοῖς τὸ πρεσβύτατον ἐν γενέσει, τὴν ἄχρονον ἄναρχον ἀρχήν τε καὶ ἀπαρχὴν τῶν ὄντων, τὸν υἱόν παρ' οὗ ἐκμανθάνειν <ἔστιν> τὸ ἐπέκεινα αἴτιον, τὸν πατέρα τῶν ὅλων, τὸ πρέσβιστον καὶ πάντων εὐεργετικώτατον, οὐκέτι φωνῇ παραδιδόμενον, σεβάσματι δὲ καὶ σιγῇ μετὰ ἐκπλήξεως ἁγιας σεβαστὸν καὶ σεπτὸν κυριώτατα. λεγόμενον μὲν πρὸς τοῦ κυρίου ὡς οἷόν τε ἦν ἐπαΐειν τοῖς μανθάνουσι, νοούμενον δὲ πρὸς γε τῶν ἐξειλεγμένων εἰς γνῶσιν παρὰ κύριον, «τῶν τὰ αἰσθητήρια» φησὶν ἀπόστολος «συγγεγυμνασμένων».

(3) Θεραπεία τοίνυν τοῦ θεοῦ συνεχὴς ἐπιμέλεια τῆς ψυχῆς τῷ γνωστικῳ καὶ περὶ τὸ θεῖον αὐτοῦ κατὰ τὴν ἀδιάλειπτον ἀγάπην ἀσχολία. τῆς γὰρ περὶ τοὺς ἀνθρώπους θεραπείας μὲν βελτιωτική, δὲ ὑπηρετική. ἰατρικὴ μὲν σώματος, φιλοσοφία δὲ ψυχῆς βελτιωτική, γονεῦσι μὲν ἐκ παίδων καὶ ἡγεμόσιν ἐκ τῶν ὑποτεταγμένων ὑπηρετικὴ ὠφέλεια προσγίνεται ὁμοίως δὲ καὶ κατὰ τὴν ἐκκλησίαν τὴν μὲν βελτιωτικὴν οἱ πρεσβύτεροι σῴζουσιν εἰκόνα, τὴν ὑπηρετικὴν δὲ οἱ διάκονοι, ταύτας ἄμφω τὰς διακονίας ἄγγελοί τε ὑπηρετοῦνται τῷ θεῷ κατὰ τὴν τῶν περιγείων οἰκονομίαν καὶ αὐτὸς γνωστικός, θεῷ μὲν διακονούμενος, ἀνθρώποις δὲ τὴν βελτιωτικὴν ἐνδεικνύμενος θεωρίαν, ὅπως ἂν καὶ παιδεύειν τεταγμένος εἰς τὴν τῶν ἀνθρώπων ἐπανόρθωσιν . θεοσεβὴς γὰρ μόνος καλῶς καὶ ἀνεπιλήπτως περὶ τὰ ἀνθρώπεια ἐξυπηρετῶν τῷ θεῷ. ὥσπερ γὰρ θεραπεία φυτῶν ἀρίστη καθ' ἣν γίγνονται οἱ καρποὶ καὶ συγκομίζονται ἐπιστήμῃ καὶ ἐμπειρίᾳ γεωργικῇ, τὴν ὠφέλειαν τὴν ἐξ αὐτῶν παρεχομένη τοῖς ἀνθρώποις, οὕτως θεοσέβεια τοῦ γνωστικοῦ, τοὺς καρποὺς τῶν δι αὐτοῦ πιστευσάντων ἀνθρώπων εἰς ἑαυτὴν ἀναδεχομένη, ἐν ἐπιγνώσει πλειόνων γιγνομένων καὶ ταύτῃ σῳζομένων, συγκομιδὴν ἀρίστην δι ἐμπειρίας ἐργάζεται. εἰ δ θεοπρέπεια

 

 

266

ἕξις ἐστὶ τὸ πρέπον τῷ θεῷ σῴζουσα, θεοφιλὴς θεοπρεπὴς μόνοςˑ οὗτος δ ἂν εἴη εἰδὼς τὸ πρέπον καὶ κατὰ τὴν ἐπιστήμην καὶ κατὰ τὸν βίον, ὅπως βιωτέον <τῷ> ἐσομένῳ καὶ δὴ ἐξομοιουμένῳ ἤδη θεῷ.

(4) Ταύτῃ ἄρα φιλόθεος [τε τὸ πρῶτον], ὡς γὰρ τιμῶν τὸν πατέρα φιλοπάτωρ, οὕτως τιμῶν τὸν θεὸν φιλόθεος, καὶ μοι καταφαίνεται τρία εἶναι τῆς γνωστικῆς δυνάμεως ἀποτελέσματα, <πρῶτον> τὸ γινώσκειν τὰ πράγματα, δεύτερον τὸ ἐπιτελεῖν τι ἂν λόγος ὑπαγορεύῃ, καὶ τρίτον τὸ παραθιδόναι δύνασθαι θεοπρεπῶς τὰ παρὰ τῇ ἀληθείᾳ ἐπικεκρυμμένα. τοίνυν θεὸν πεπεισμένος εἶναι παντοκράτορα καὶ τὰ θεῖα μυστήρια παρὰ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ ἐκμαθών, πῶς οὗτος ἄθεος; ἄθεος μὲν γὰρ μὴ νομίζων εἶναι θεόν, δεισιδαίμων δὲ δεδιὼς τὰ δαιμόνια, πάντα θειάζων καὶ ξύλον καὶ λίθον καὶ πνεῦμα ἄνθρωπον τὸν <μὴ> λογικῶς βιοῦντα καταδεδουλωμένον .

 

II

(5) Πίστις οὖν τοῦ εἰ δέναι θεὸν πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδὲνα τρόπον ἄδικα δρᾶν, τοῦτ εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐπιγνώσει τοῦ θεοῦ. ταύτῃ κράτιστον μὲν ἐν γῇ ἄνθρωπος θεοσεβέστατος, κράτιστον δὲ ἐν οὐρανῷ ἄγγελος, πλησιαίτερον κατὰ τόπον καὶ ἤδη καθαρώτερον τῆς αἵωάγγελος, πλησιαίτερον κατὰ τόπον καὶ ἤδη καθαρώτερον τῆς αἰωνίου καὶ μακαρίας ζωῆς μεταλαγχάνων. τελειοτάτη δὲ καὶ ἅγιωτάτῃ καὶ κυριωτάτῃ καὶ ἡγεμονικωτάτῃ καὶ βασιλικωτάτῃ καὶ εὐεργετικωτάτῃ υἱοῦ φύσις τῷ μόνῳ παντοκράτορι προσεχεστάτη. αὕτη μεγίστη ὑπεροχή, τὰ πάντα διατάσσεται κατὰ τὸ θέλημα τοῦ πατρὸς καὶ τὸ πᾶν ἀριστα οἴακίζει, ἀκαμάτῳ καὶ ἀτρύτῳ δυνάμει πάντα ἐργαζομένῃ, δὶ ὧν ἐνεργεῖ τὰς ἀποκρύφους ἐννοιας ἐπιβλέπουσα. οὐ γὰρ ἐξίσταταί ποτε τῆς αὐτοῦ περιωπής υἱὸς τοῦ θεοῦ, οὐ μεριζόμενος, οὐκ ἀποτεμνόμενος, οὐ μεταβαίνων ἐκ τόπου εἰς τόπον, πάντῃ δὲ ὧν πάντοτε καὶ μηδαμή περιεχόμενος, ὀλος νοῦς, ὀλος φῶς πατρφον, ὀλος ὀφθαλμός, πάντα ὁρών, πάντα ἀκ ούων, εἰδὼς πάντα, δυνάμει τὰς δυνάμεις ἐρευνών. τούτῳ πᾶσα ὑποτέτακται στρατιά ἀγγέλων τε καὶ θεῶν, τῷ λόγῳ τῷ

 

 

267

πατρικῷ τὴν ἁγίαν οἰ κονομίαν ἀναδεδεγμένῳ «διὰ τὸν ὑποτάξαντα», δι ον καὶ πάντες αὐτοῦ οἰ ἄνθρωποι, ἀλλ οἴ μὲν «κατ ἐπίγνωσιν», οἴδέ οὐδέπω, καὶ οἱ μὲν ὡς φίλοι, οἴδέ ὡς οἴκέται πιστοί, οἴδέ ὡς ἁπλῶς οἴκέται.

(6) διδάσκαλος οὗτος παιδεύων μυστηρίοις μὲν τὸν γνωστικόν, ἑλπίσι δὲ ἀγαθαῖς τὸν πιστόν, καὶ παιδείᾳ τῇ ἐπανορθωτικῇ δι αἰσθητικῆς ἐνεργείας τὸν σκληρόκαρδων, ἐντεῦθεν πρόνοια ἰδίᾳ καὶ δημοσίᾳ καὶ πανταχοῦ. υἱὸν δὲ εἶναι τοῦ θεοῦ, καὶ τοῦτον εἶναι τὸν σωτῆρα καὶ κύριον ον ἡμεῖς φαμεν, ἄντικρυς αἰ θεῖαι παριστάσι προφητεῖαι. ταύτῃ πάντων κύριος Ἑλλήνων τε καὶ βαρβάρων τοὺς ἐθέλοντας πείθει οὐ γόιρ βιάζεται τὸν ἐξ αὐτοῦ τὴν σωτηρίαν λαβεῖν διὰ τοῦ ἑλέσθαι καὶ πάντα ἀποπληρῶσαι τὰ παρ αὐτοῦ πρὸς τὸ λαβέσθαι τῆς ἑλπίδος δυνάμενον . οὗτὸς ἐστιν διδοὺς καὶ τοῖς Ἕλλησι τὴν φιλοσοφίαν διὰ τῶν ὑποδεεστέρων ἀγγέλων εἰσι γὰρ συνδιανενεμημένοι προστάξει θείῳ τε καὶ ἀρχαίᾳ ἄγγελοι κατὰ ἔθνη, ἀλλ «μερὶς κυρίου» δόξα τῶν πιστευόντων. ἤτοι γὰρ οὐ φροντίζει πάντων ἀνθρώπων κύριος (καὶ τοῦτο τῷ μὴ δύνασθαι πάθοι ἄν, ὅπερ οὐ θεμιτόν, ἀσθενείας γὰρ σημεῖον, τῷ μὴ βούλεσθαι δυνάμενος, οὐκ ἀγαθοῦ δὲ τὸ πάθος οὔκουν ὑπὸ τρυφῆς ῥᾴθυμος δι ἡμᾶς τὴν ποθητὴν ἀναλαβὼν σάρκα) κήδεται τῶν συμπάντων, ὅπερ καὶ καθήκει τῷ κυρίῳ πάντων γενομένῳ. σωτὴρ γὰρ ἐστιν, οὐχὶ τῶν μὲν, τῶν δ οὔ πρὸς δὲ ὅσον ἐπ ιτηδειότητος ἕκαστος εἶχεν, τὴν ἑαυτοῦ διένειμεν εὐεργεσίαν, Ἕλλησι τε καὶ βαρβάροις καὶ τοῖς ἐκ τούτων προωρισμένοις μέν, κατὰ δὲ τὸν οἴκεῖον καιρὸν κεκλημένοις πιστοῖς τε καὶ ἐκλεκτοῖς.

(7) Οὔτ' οὖν φθονοίη ποτ ἂν τισιν πάντας μὲν ἐπ' ἴσης κεκληκώς, ἐξαιρέτους δὲ τοῖς ἐξαιρέτως πεπιστευκόσιν ἀπονείμας τιμάς, οὔθ ὑφ' ἑτέρου κωλυθείη ποτ' ἂν πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός. ἀλλ οὐδὲ ἅπτεται τοῦ κυρίου ἀπαθοῦς ἀνάρχως γενομένου φθόνος, οὐδὲ μὴν τὰ ἀνθρώπων οὕτως ἔχει ὡς φθονητὰ εἶναι πρὸς τοῦ κυρίου ἄλλος δὲ φθονῶν, οὗ καὶ πάθος ὕψατο. καὶ μὴν οὐδ ὑπὸ ἀγνοίας ἔστιν εἰπεῖν μὴ βούλεσθαι σῴζειν τὴν ἀν θρωπότητα τὸν κύριον διὰ τὸ μὴ εἰδέναι ὅπως ἐκάστου ἐπιμελητέον. ἄγνοια γὰρ οὐχ ἅπτεται τοῦ υἱοῦ τοῦ πρὸ καταβολῆς κόσμου

 

 

268

συμβούλου γενομένου τοῦ πατρός . αὕτη γὰρ ἦν <> σοφία « προσέχαιρεν» παντοκράτωρ θεὸς «δύναμις» γὰρ τοῦ «θεοῦ» υἱός, ἅτε πρὸ πάντων τῶν γενομένων ἀρχικώτατος λόγος τοῦ πατρός, καὶ «σοφία» αὐ τοῦ κυρίως ἄν καὶ διδάσκαλος λεχθείη τῶν δι αὐτοῦ πλασθέντων. οὐδὲ μὴν ὑπὸ τινὸς ἡδονῆς περισπώμενος καταλείποι ποτ ἂν τὴν ανθρώπων κηδεμονίαν, ὅς γε καὶ τὴν σάρκα τὴν ἐμπαθῆ φύσει γενομένην ἀναλαβὼν εἰς ἕξιν ἀπαθείας ἐπαίδευσεν. πῶς δ ἄν εἴη σωτὴρ καὶ κύριος, εἰ μὴ πάντων σωτὴρ καὶ κύριος; ἀλλὰ τῶν μὲν πεπιστευκότων σωτὴρ διὰ τὸ γνῶναι βεβουλήσθαι, τῶν δὲ ἀπειθησάντων κύριος, ἐστ' ἂν ἐξομολογήσασθαι δυνηθέντες οἰκείας καὶ καταλλήλου τῆς δὶ αὐτοῦ τύχωσιν εὐεργεσίας. πᾶσα δὲ τοῦ κυρίου ἐνέργεια ἐπὶ τὸν παντοκράτορα τὴν ἀναφορὰν ἔχει, καὶ ἐστιν ὡς εἰπεῖν πατρική τις ἐνέργεια υἱός. (8) οὐκ ἂν οὖν πότε σωτὴρ μισάνθρωπος, ὃς γε διὰ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν σαρκὸς ἀνθρωπίνης εὐπάθειαν οὐχ ὑπεριδών, ἀλλ ἐνδυσάμενος, ἐπὶ τὴν κοινὴν τῶν ἀνθρώπων ἑλήλυθεν σωτηρίαν κοινὴ γὰρ πίστις τῶν ἑλομένων. ἀλλ οὐδὲ τοῦ ἰδιου ποτ ἂν ἀμελοίη ἔργου τῷ μόνῳ τῶν ἄλλων ζῴων ἀνθρώπῳ ἔννοιαν κατὰ τὴν δημιουργίαν ἐνεστάχθαι θεοῦ. οὐδ ἄν βελτίων τις ἄλ λη καὶ ἀρμονιωτέρα διοίκησις ἀνθρώπων εἴη τῷ θεῷ τῆς τεταγμένης . προσήκει γοῦν ἀεὶ τῷ κρείττονι κατὰ φύσιν ἡγεῖσθαι τοῦ χείρονος, καὶ τῷ δυναμένῳ καλῶς τι διέπειν ἀποδεδόσθαι τὴν ἐκείνου διοίκησιν. ἔστιν δὲ τὸ ὡς ἀληθῶς ἄρχον τε καὶ ἡγεμονοῦν θεῖος λόγος καὶ τοῦτου πρόνοια, πάντα μὲν ἐφορῶσα, μηδενὸς δὲ τῶν οἰκείων ἑαυτῆς παρορῶσα τὴν ἐπιμέλειαν. οὗτοι δ ἄν εἶεν οἱ ἑλ όμενοι οἰκεῖοι εἶναι αὐτῷ, οἱ διὰ πίστεως τελειούμενοι . οὕτως ἁπάντων τῶν ἀγαθῶν θελήματι τοῦ παντοκράτορος πατρὸς αἴτιος υἱὸς καθίσταται, πρωτουργὸς κινήσεως δύναμις, ἄληπτος αἰσθήσει. οὐ γὰρ ἦν, τοῦτο ὤφθη τοῖς χωρῆσαι μὴ δυναμένοις διὰ τὴν ἀσθένειαν τῆς σαρκός, αἰσθητὴν δὲ ἀναλαβὼν σάρκα τὸ δυνατὸν ἀνθρώποις κατὰ τὴν ὑπακοὴν τῶν ἐντολῶν δείξων ἀφίκετο.

(9) Δύναμις οὖν πατρικър ὑπάρχων ῥᾳδίως περιγίνεται ὧν ἂν ἐθέλῃ, οὐδὲ τὸ μικρότατον ἀπολείπων τῆς ἑαυτοῦ διοικήσεως ἀφρόντιστον οὐδὲ γὰρ ἂν ἔτι ἦν αὐτῷ τὸ ὅλον εὖ εἰργασμένον. δυνάμεως δ’, οἶμαι, τῆς μεγίστης πάντων τών

 

 

269

μερῶν καὶ μέχρι τοῦ μικροτάτου προήκουσα δὶ ἀκριβείας ἐξέτασις, πάντων εἰς τὸν πρῶτον διοικητὴν τῶν ὅλων ἐκ θελήματος πατρὸς κυβερνῶντα τὴν πάντων σωτηρίαν ἀφορώντων, ἐτέρων ὑφ' ἑτέρους ἡγουμένους τεταγμένων . ἔστ' ἄν τις ἐπὶ τὸν μέγαν ἀφίκηται ἀρχιερέα . ἀπὸ μιᾶς γὰρ ἄνωθεν ἀρχῆς τῆς κατὰ τὸ θέλημα ἐνεργούσης ἤρτηται τὰ πρῶτα καὶ δεύτερα καὶ τρίτα εἶτα ἐπὶ τελεί τοῦ φαινομένου τῷ ἀκρῳ μακαρία ἀγγελοθεσία, καὶ δὴ μέχρις ἡμῶν αὐτῶν ἄλλοι ὑπ ἄλλοις ἐξ ἑνὸς καὶ δι ἑνὸς σῳζόμενοί τε καὶ σῴζοντες διατετάχαται . ὡς οὖν συγκινεῖται καὶ μακροτάτη σιδήρου μοῖρα τῷ τῆς Ἡρακλείας λίθου πνεύματι διὰ πολλῶν τῶν σίδηρων ἐκτεινομένῳ δακτυλίων, οὕτω καὶ τῷ ἀγίῳ πνεύματι ἑλκόμενοι οἱ μὲν ἐνάρετοι οἴκειοῦνται τῇ πρώτῃ μονῇ, ἐφεξῆς δ ἄλλοι μέχρι τῆς τελευταίας, οἰ δὲ ὑπὸ ἀσθενείας κακοί, δι ἀπληστίαν ἄδικον καχεξίᾳ περιπεπτωκότες, οὔτε κρατοῦντες οὔτε κρατούμενοι περικαταῤῥέουσιν ἑλιχθέντες τοῖς πάθεσι καὶ ἀποπίπτουσι χαμαί, νόμος γὰρ ἄνωθεν οὗτος, αἱρεῖσθαι τὸν βουλόμενον ἀρετήν. (10) διὸ καὶ αἰ ἐντολαὶ αἰ κατὰ νόμον τε καὶ <αἱ> πρὸ τοῦ νόμου οὐκ ἐννόμοις δικαίῳ γὰρ νόμος οὐ κεῖται») τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ αὖ κακία ἡσθέντα συνεῖναι οἷς εἰλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἐκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπήν ἐκάστην «ἐπεκτεινομένην» εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν « καταντήσῃ εἰς ἄνδρα τέλειον », τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομιάς ὑπεροχήν. αὗται αἰ σωτὴριοι περιτροπαὶ κατὰ τὴν τῆς μεταβολῆς τάξιν ἀπομερίζονται καὶ χρόνοις καὶ τόποις καὶ τιμαῖς καὶ γνώσεσι καὶ κληρονομίαις καὶ λειτουργίαις, καθ' ἐκ άστην ἐκάστη ἕως τῆς ἐπαναβεβηκυίας καὶ προσεχοῦς τοῦ κυρίου ἐν ἀιδιότητι θεωρίας, ἀγωγὸν δὲ τὸ ἐραστὸν πρὸς τὴν ἑαυτοῦ θεωρίαν παντὸς τοῦ ὅλον ἑαυτόν τῇ τῆς γνώσεως ἀγάπῃ ἐπιβεβληκότος τῇ θεωρίᾳ. (11) διὸ καὶ τὰς ἐντολὰς [ἅς] ἔδωκεν τὰς τε προτέρας τὰς τε δευτέρας ἐκ μιᾶς ἀρυτόμενος πηγῆς κύριος, οὔτε τοὺς πρὸ νόμου ἀνόμους εἶναι ὑπεριδὼν οὔτ αὖ τοὺς μὴ ἐπαΐοντας τῆς βαρβάρου φιλοσοφίας ἀφηνιάσαι συγχωρήσας . τοῖς μὲν γὰρ ἐντολάς, τοῖς δὲ φιλοσοφίαν παρασχὼν «συνέκλεισεν» τὴν ἀπιστίαν εἰς τὴν

 

 

270

παρουσίαν, ὅθεν ἀναπολόγητος ἔστι πᾶς μὴ πιστεύσας. ἄγει γὰρ ἐξ ἐκατέρας προκοπῆς Ἑλληνικῆς τε καὶ βαρβάρου ἐπὶ τὴν διὰ πίστεως τελείωσιν. εἰ δὲ τις Ἑλλήνων ὑπερβὰς τὸ προηγούμενον τῆς φιλοσοφίας τῆς Ἑλληνικῆς εὐθέως ὥρμησεν ἐπὶ τὴν ἀληθῆ διδασκαλίαν, ὑπερεδίσκευσεν οὗτος, κἂν ἰδιώτης , τὴν ἐπίτομον τῆς σωτηρίας διὰ πίστεως εἰς τελείωσιν ἑλόμενος.

(12) Πάντ' οὖν ὅσα μηδὲν ἐκώλυεν ἐκούσιον εἶναι τῷ ἀνθρώπῳ τὴν αἵρεσιν, σύνεργά πρὸς ὀρετήν ἐποίησέν τε καὶ ἐδειξεν, ὅπως ἁμῇ γέ πῃ καὶ τοῖς ἀμυδρῶς διορᾶν δυναμένοις τῷ ὄντι μόνος εἰς παντοκράτωρ ἀγαθὸς ἀναφαίνηται θεὸς, ἐξ αἰῶνος εἰς αἰῶνα σῴζων διὰ υίοῦ, κακίας δ αὖ πάντῃ πάντως ἀν αίτιος. πρὸς γὰρ τὴν τοῦ ὅλου σωτηρίαν τῷ τῶν ὅλων κυρίῳ πάντα ἐστι διατεταγμένα καὶ καθόλου καὶ ἐπὶ μέρους, ἔργον οὖν τῆς δικαιοσύνης τῆς σωτηρίου ἐπὶ τὸ ἄμεινον αἰεὶ κατὰ τὸ ἐνδεχόμενον ἕκαστον προάγειν. πρὸς γὰρ τὴν σωτηρίαν τοῦ κρείττονος καὶ διαμονήν ἀναλόγως τοῖς ἑαυτῶν ἤθεσι διοικεῖται καὶ τὰ μικρότερα, αὐτίκα μεταβάλλει πᾶν τὸ ἐνάρετον εἰς ἀμείνους οἰκήσεις, τῆς μεταβολῆς αἰτίαν τὴν αἵρεσιν τῆς γνώσεως ἔχον, ἣν αὐτοκρατορικήν ἐκέκτητο ψυχή, παιδεύσεις δὲ αἰ ἀναγκαῖαι ἀγαθότητι τοῦ ἐφορώντος μεγάλου κριτοῦ διὰ τε τῶν προσεχῶν ἀγγέλων διὰ τε προκρίσεων ποικίλων καὶ διὰ τῆς κρίσεως τῆς παντελοῦς τοὺς ἐπὶ πλέον «ἀπηλγηκότας» ἐκβιάζονται μετανοεῖν.

 

III

(13) «Τὰ δ ἄλλα σιγώ», δοξάζων τὸν κύριον, πλὴν ἐκείνας φημὶ τὰς γνωστικάς ψυχὰς, τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἐκάστης ἁγιας τάξεως τὴν πολιτείαν, καθ' ἄς αἱ μακάριαι θεῶν οἰ κήσεις διωρισμέναι διακεκλήρωνται, ἁγιας ἐν ἁγίοις λογισθείσας καὶ μετακομισθείσας ὅλας ἐξ ὅλων, εἰς ἀμείνους ἀμεινόνων τόπων τόπους ἀφικομένας, οὐκ ἐν κατόπτροις διὰ κατόπτρων ἔτι τὴν θεωρίαν ἀσπαζομένας τὴν θείαν, ἐναργῆ δὲ ὡς ἔνι μάλιστα καὶ ἀκριβῶς εἰλικρινῆ τὴν ἀκόρεστον ὑπερφυῶς ἀγαπώσαις ψυχαῖς ἐστιωμένας θέαν, ἀιδίως ἀίδιον εὐφροσύνην [ἀκόρεστον] καρπουμένας, εἰς τοὺς ἀτελευτήτους αἰῶνας ταύτότητι τῆς ὑπεροχῆς ἀπάσας τετιμημένας διαμένειν. αὕτη τῶν «καθαρῶν τῇ

 

 

271

καρδίᾳ» καταληπτικὴ θεωρία, αὕτη τοίνυν ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιοὑμενον εἰς δύναμιν τῷ κυριῳ διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατὰ τε αὖ τὴν λειτουργίαν κατὰ τε τὴν διδασκαλίαν κατὰ τε τὴν δι ἔργων εὐποιίαν. ναὶ μὴν ἑαυτόν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεί ἐξομοιούμενος θεῷ γνωστικὸς, τῷ φύσει τὸ ἀπαθές κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα «ἀπερισπάσ τως» προσομιλῶν τε καὶ συνὼν τῷ κυρίῳ. ἡμερότης δ’, οἶμαι, καὶ φιλανθρωπία καὶ μεγαλοπρεπὴς θεοσέβεια γνωστικῆς ἐξομοιώσεως κανόνες. (14) ταύτας φημὶ τὰς ἀρετάς «θυσίαν δεκτὴν» εἶναι παρὰ θεῷ, τὴν ἄτυφον καρδίαν μετ ἐπιστήμης ὀρθῆς «ὁλοκάρπωμα τοῦ θεοῦ» λεγούσης τῆς γραφῆς, ἐκφωτιζομένου εἰς ἕνωσιν ἀδιάκριτον παντὸς τοῦ ἀναληφθέντος εἰς ἁγιωσύνην ἀνθρώπου σφᾶς γὰρ αὐτοὺς αἰχμαλωτίζειν καὶ ἑαυτοὺς ἀναιρεῖν «τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὰς ἐπιθυμίας φθειρόμενον» ἀποκτειννύντος καὶ «τὸν καινόν» ἀνιστάντας ἐκ τοῦ θανάτου τῆς παλαιᾶς διαστροφῆς τὸ τε εὐαγγέλιον τε ἀπόστολος κελεύουσι, τὰ μίν πάθῃ ἀποτιθεμίνους, ἀναμαρτήτους δὲ γινομένους, τοῦτ' ἦν ἄρα ᾐνίσσετο καὶ νόμος τὸν ἁμαρτωλὸν ἀναιρεῖσθαι κελεύων, τὸ μετατίθεσθαι ἐκ θανάτου εἰς ζωὴν, τὴν ἐκ πίστεως ἀπάθειαν. μὴ συνιέντες οἱ νομοδιδάσκαλοι, φιλόνικον ἐκδεξάμενοι τὸν νόμων, ἀφορμὰς τοῖς μάτην διαβαλλειν ἐπιχειροῦσι παρεσχήκασι. δι ἦν αἰτίαν οὐ θύομεν εἰκότως ἀνενδεεῖ τῷ θεῷ τῷ τὰ πάντα τοῖς πᾶσι παρεσχημένῳ, τὸν δ ὑπὲρ ἡμῶν ἱερευθέντα δοξάζομεν σφᾶς αὐτοὺς ἱερεύοντες εἰς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς. μόνῃ γὰρ τῇ ἡμετέρᾳ σωτὴρίᾳ θεὸς ἥδεται. εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν, κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων, μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὖς καὶ φθάνει. (15) οὔτ' οὖν ἐνδεἐς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε φιλοχρήματον τὸ θεῖον, πλῆρες ὃν καὶ πάντα παρέχον παντὶ τῷ γενητῳ καὶ ἐνδεεῖ, οὔτε θυσίαις οὐδὲ μὴν ἀναθήμασιν οὐδ αὖ δόξῃ καὶ τιμῇ κηλεῖται [τὸ θεῖον] παράγεται τοιούτοις

 

 

272

τισιν, ἀλλ ὅμοιον τοῖς καλοῖς κάγαθοῖς ἀνδράσι φαίνεται, οἱ τὸ δίκαιον οὐκ ἄν ποτε προδφεν φόβου ἕνεκεν ἀπειλουμένου δώρων ὑποσχέσει μειζόνων. ὅσοι δ οὐ καθεοράκασι τὸ αὐθαίρετον τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀδούλωτον πρὸς ἐκλογὴν βίου, δυσχεραίνοντες τοῖς γινομένοις πρὸς τῆς ἀπαιδεύτου ἀδικίας, οὐ νομίζουσιν εἶναι θεόν, ἱσοι τούτοις κατὰ τὴν δόξαν οἴ, τῇ τῶν ἡδονῶν ἀκρασίᾳ καὶ ταῖς ἐξαισίοις λύπαις καὶ ταῖς ἀβουλήτοις τύχαις περιπίπτοντες καὶ πρὸς τὰς συμφορᾶς ἀπαυδῶντες, οὗ φασιν εἶναι θεόν, ὄντα μὴ εἶναι πανεπίσκοπον. ἄλλοι δὲ εἰσὶν οἴ πεπεισμένοι παραιτητοὺς εἶναι θυσίαις καὶ δώροις τοὺς νομιζομένους θεούς, συναιρομένους ὡς εἰπεῖν αὐτῶν ταῖς ἀκολασίαις, [καὶ] οὐδ ἐθέλουσι πιστεύειν μόνον εἶναι τὸν ὄντως θεὸν τὸν ἐν ταύτότητι τῆς δικαίας ἀγαθωσύνης ὄντα.

(16) Εὐσεβὴς ἄρα γνωστικὸς, πρῶτον ἑαυτοῦ ἐπιμελόμενος, ἔπειτα τῶν πλησίον, ἴν ὡς ἄριστοι γενώμεθα καὶ γὰρ υἱὸς πατρὶ ἀγαθῷ χαρίζεται σπουδαῖον ἑαυτόν καὶ ὅμοιον τῷ πατρὶ παρεχόμενος, καὶ ἄρχοντι ἀρχόμενος ὅτι τὸ πιστεύειν τε καὶ πείθεσθαι ἐφ ἡμῖν κακῶν δὲ αἰτίαν καὶ ὕλης ἂν τις ἀσθένειαν ὑπολάβοι καὶ τὰς ἀβούλητους τῆς ἀγνοίας ὀρμάς τὰς τε ἀλογους δι ἀμαθίαν ἀνάγκας <ων> ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως γνωστικὸς γενόμενος, τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν ἀνθρώπων κατὰ δύναμιν κἂν εἰς ἀρχὴν καταστή ποτέ, καθάπερ Μωσῆς, ἐπὶ σωτὴρίᾳ τῶν ἀρχομένων ἡγήσεται καὶ τὸ ἄγριον καὶ ἀπειστον ἐξημερώσεται τιμῇ μὲν τῶν ἀριστων, κολάσει δὲ τῶν μοχθηρών, τῇ κατὰ λόγον εἰς παιδείαν ἐγγραφομένη. μάλιστα γάρ ἄγαλμαθεῖονκαὶθεῷπροσεμφερές ἀνθρώπουδικαίουψυχή, ἐνδιὰτῆςτῶνπαραγγελμάτωνὑπἀκοῆςτεμενίζεταικαὶἐνιδρύεταιπάντωνἡγεμὼνθνητῶντεκαὶἀθανάτων, βασιλεὺςτεκαὶγεννήτωρτῶνκαλῶν, νόμοςὧνὄντωςκαὶθεσμὸςκαὶλόγοςαἰώνιος, ἰδίᾳτεἐκάστοιςκαὶκοινὴπᾶσινεἰςὧνσωτὴρ. οὗτοςτῷὄντιμονογενὴς, τῆςτοῦπαμβασιλέωςκαὶπαντοκράτοροςπατρὸςδόξηςχαρακτὴρ, ἐναποσφραγιζόμενοςτῷγνωστικῳτὴντελείανθεωρίανκατεἰκόνατὴνἑαυτοῦ, ὡςεἶναιτρίτηνἤδη

 

 

273

τὴν θείαν εἰκόνα τὴν ὅσῃ δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἰτιον, πρὸς τὴν ὄντως ζωὴν, δὶ ἤν ζῶμεν τὴν ἀληθῆ ζωὴν, οἷονἀπογράφοντεςτὸνγνωστικὸν <τύπον> γινόμενονἡμῖν, περὶτὰβέβαιακαὶπαντελῶςἀναλλοίωταἀναστρεφόμενον.

(17) Ἄρχων οὖν ἐαυτοῦ καὶ τῶν ἑαυτοῦ, βεβαίαν κατάληψιν τῆς θείας ἐπιστήμης κεκτημένος, τῇ ἀληθείᾳ γνησίως πρόσεισιν. γὰρ τῶν νοητῶν γνῶσις καὶ κατάληψις βέβαια δεόντως ἂν λέγοιτο ἐπιστήμη, ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν τί μὲν τὸ πρῶτον αἴτιον, τί δέ, «δι οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς οὗ γέγονεν οὐδὲν» τίνα τε αὖ τὰ μὲν ὡς διήκοντα, τὰ δὲ ὡς περιέχοντα, καὶ τίνα μίν συνημμένα, τίνα δὲ διεξευγμένα . καὶ τίνα τούτων ἕκαστον ἔχει τὴν τάξιν καὶ ἦν δύναμιν καὶ ἦν λειτουργίαν εἰσφέρεται ἕκαστον, ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις τί τε αὐτὸς ἐστιν ἄνθρωπος καὶ τί αὐτῷ κατὰ φύσιν παρὰ φύσιν ἐστὶν, πῶς τε αὖ ποιεῖν πάσχειν προσήκει, τινες τε ἀρεταί τοῦτου καὶ κακίαι τινες, περὶ τε ἀγαθῶν καὶ κακῶν καὶ τῶν μίσων, ὅσα τε περὶ ἀνδρείας καὶ φρονήσεως καὶ σωφροσύνης τῆς τε ἐπὶ πᾶσι παντελοῦς ἀρετῆς δικαιοσύνης, ἀλλὰ τῇ μὲν φρονήσει καὶ δικαιοσύνη εἰς τὴν τῆς σοφίας κατακέχρηται κτήσιν, τῇ δὲ ἀνδρείᾳ οὐκ ἐν τῷ τὰ περιστατικά ὑπομένειν μόνον, ἀλλὰ κἂν τῷ ἡδονῆς τε καὶ ἐπιθυμίας, λύπης τε αὖ καὶ ὁργῆς <κρατεῖν> καὶ καθόλου πρὸς πᾶν ἤτοι τὸ μετὰ βίας μετὰ ἀπάτης τινὸς ψυχαγωγοῦν ἡμᾶς ἀντιτάσσεσθαι. οὐ γὰρ ὑπομένειν δεῖ τὰς κακίας καὶ τὰ κακά, ἀλλ ἀπ ωθεῖσθαι, καὶ τὰ φοβερά ὑπομένειν. χρησίμως οὖν καὶ ἀλγηδὼν εὑρίσκεται κατὰ τε τὴν ἰατρικῇν καὶ παιδευτικῇν καὶ κολαστικήν, καὶ διὰ ταύτης ἤθη διορθοῦνται εἰς ὠφέλειαν ἀνθρώπων. (18) εἴδη δὲ τῆς ἀνδρείας καρτερία, μεγαλοφροσύνῃ, μεγαλοψυχία, ἑλευθεριότης καὶ μεγαλοπρέπεια, καὶ δι ἦν αἰτίαν οὔτε μέμψεως οὔτε κακοδοξίας τῆς ἐκ τῶν πολλῶν ἀντιλαμβάνεται γνωστικὸς, οὔτε δόξαις οὔτε κολακείαις ὑποβέβληται, ἐν τε τῷ ὑπομένειν πόνους, διαπραττόμενος ἅμα τι τῶν προσηκόντων καὶ ἀνδρείως ὑπεράνω πάντων τῶν περιστατικὼν γινόμενος, ἀνὴρ τῷ ὄντι ἐν τοῖς ἄλλοις ἀναφαίνεται ἀνθρώποις ˑ σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων

 

 

274

<καλῶν> ὡς οἰ κείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κοσμῳ καὶ τάξει <πάντα> πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλ ιγοδεὴς ὧν καὶ ἐν περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τάγαθοῦ . δικαιοσύνης γὰρ αὐτοῦ πρῶτον ἔργον τὸ μετὰ τῶν ὁμοφύλων φιλεῖν διάγειν καὶ συνεῖναι τούτοις ἐν τε γῇ καὶ οὐρανῳ. (19) ταύτῃ καὶ μεταδοτικὸς ὧν ἂν κεκτημένος φιλάνθρωπος τε, μισοπονηρότατος ὧν κατὰ τὴν τελείαν ἀποστροφὴν κακουργίας ἁπάσης. μαθεῖν ἄρα δεῖ πιστὸν εἶναι καὶ ἑαυτῳ καὶ τοῖς πέλας καὶ ταῖς ἐντολαῖς ὑπήκοον. οὗτος γὰρ ἐστιν « θεράπων τοῦ θεοῦ» ἑκὼν ταῖς ἐντολαῖς ὑπαγόμενος . δὲ ἤδη μὴ διὰ τὰς ἐντολάς, δὶ αὐτὴν δὲ τὴν γνῶσιν «καθαρὸς τῇ καρδίᾳ», «φίλος» οὗτος «τοῦ θεοῦ». οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες, οὔτε γενομένοις, ὥσπερ ἀλλὰ τινὰ τῶν τοῦ σώματος μερῶν, φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ ἂν ἦν ἔθ' ἐκ ούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ [τῆς] τῶν συμβάντων καὶ <τῆς> ἐπιγινομένης συνήθειας, ὃν τρόπον διάλεκτος, τελειοῦται ἀρετή (σχεδὸν γὰρ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον) οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν τῶν περὶ τὸ σῶμα θεραπευτικῶν γνῶσις περιγίνεται ἀλλ οὐδ ἐκ παιδείας τῆς ἐγ κυκλίου ἀγαπητὸν γὰρ εἰ παρασκευάσαι μόνον τὴν ψυχὴν καὶ διακονῆσαι δύναιτο . οἱ νόμοι γὰρ οἱ πολιτικοὶ μοχθηράς ἴσως πράξεις ἐπισχεῖν οἷοί τε, (20) ἀλλ οὐδὲ <αὐτοὶ οὐδὲ> οἱ λόγοι οἱ πειστικοὶ ἐπ ιπόλαιοι ὄντες ἐπιστημονικὴν τῆς ἀληθείας διαμονὴν παράσχοιεν ἄν. φιλοσοφία δὲ Ἑλληνικὴ οἷον προκαθαίρει καὶ προεθίζει τὴν ψυχὴν εἰς παραδοχὴν πίστεως, ἐφ τὴν γνῶσιν ἐποικοδομεῖ ἀλήθεια .

Οὗτός ἐστιν, οὗτος ἀθλητής ἀληθῶς ἐν τῷ μεγάλῳ σταδίῳ, τῷ καλῷ κόσμῳ, τὴν ἀλ ηθινὴν νίκην κατὰ πάντων στεφανούμενος τῶν παθῶν, τε γὰρ ἀγωνοθέτης παντοκράτωρ θεὸς, τε βραβευτὴς μονογενὴς υἱὸς τοῦ θεοῦ, θεαταὶ δὲ ἄγγελοι καὶ θεοί, καὶ τὸ παγκράτιον τὸ πάμμαχον «οὐ πρὸς αἷμα καὶ σάρκα», ἀλλὰ τὰς διὰ σαρκῶν ἐνεργούσας «πνευματικὰς ἐξουσίας» ἐμπαθῶν παθῶν τούτων περιγινόμενος τῶν μεγάλων ἀνταγωνισμάτων, καὶ οἷον

 

 

275

ἄθλους τινὰς τοῦ πειράζοντος ἐπαρτῶντος καταγωνισάμενος, ἐκράτησε τῆς ἀθανασίας ἀπαραλόγιστος γὰρ τοῦ θεοῦ ψῆφος εἰς τὸ δικαιότατον κρῖμα, κέκληται μὲν οὖν ἐπὶ τὸ ἀγώνισμα τὸ θέατρον, παγκρατιάζουσι δὲ εἰς τὸ στάδιον οἱ ἀθληταί καὶ δὴ ἐκ τούτων περιγίνεται πειθήνιος τῷ ἀλείπτῃ γενόμενος. πᾶσι γὰρ πάντα σα κεῖται παρὰ τοῦ θεοῦ καὶ ἐστιν αὐτὸς ἀμεμφῆς, ἑλεῖται δὲ δυνάμενος καὶ βουληθεὶς ἱσχύσει ταύτῃ καὶ τὸν νοῦν εἰλήφαμεν, ἵνα εἰδῶμεν ο ποιοῦμεν, καὶ τὸ «γνῶθι σαυτὸν» ἐνταῦθα, εἰ δέναι ἐφ γεγόναμεν. γεγόναμεν δὲ <ἐπ τῷ> εἶναι πειθήνιοι ταῖς ἐντολαῖς, εἰ τὸ βούλεσθαι σῴζεσθαι ἐλοίμεθα. αὕτη που Ἀδράστεια, καθ ' ἤν οὐκ ἔστι διαδρᾶναι τὸν θεόν.

(21) Τὸ ἄρα ἀν θρώπειον ἔργον εὐπείθεια θεῷ σωτηρίαν κατηγγελκότι ποικίλην δι ἐντολῶν, εὐαρέστησις δὲ ὁμολογία, μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, δὲ καὶ εἰς δύναμιν ἀμειβόμενος δι ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος, μία δὲ ἀμοιβὴ κυριωτάτη παρὰ ἀνθρώπων, ταῦτα δρᾶν ἅπερ ἀρεστά τῷ θεῷ <καὶ> καθάπερ ἄν ἰδιου γεννήματος καὶ κατὰ τι συγγενοὺς ἀποτελέσματος διδάσκαλος καὶ σωτὴρ ἀναδέχεται τὰς ὠφελείας τε καὶ ἐπανορθώσεις τῶν ἀνθρώπων εἰς ἰδίαν χάριν τε καὶ τιμήν, [καθάπερ καὶ] τὰς εἰς τοὺς πεπιστευκότας αὐτῷ βλαβας ἰδίας ἀχαριστίας τε καὶ ἀτιμίας ἡγούμενος. (τις γὰρ ἀλ λῃ ἀπτοιτ ἂν ἀτιμία θεοῦ;) διόπερ ἄλλην τοσοῦδε οὐδὲ ἐστιν ἀμοιβὴν κατ ἀξίαν σωτηρίας ἀποδιδόναι πρὸς τὴν παρὰ τοῦ κυρίου ὠφέλειαν. ὡς δὲ οἱ τὰ κτήματα κακοῦντες τοὺς δέσποτας ὑβρίζουσι, καὶ ὡς οἱ τοὺς στρατιώτας τὸν τούτων ἡγούμενον, οὕτως τοῦ κυρίου ἐστὶν ἀνεπιστρεψία περὶ τοὺς καθωσιωμένους αὐτῷ κάκωσις. ὅνπερ γὰρ τρόπον ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρας ὀπῆς πρὸς τοὺς μυχαιτάτους οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.

 

 

276

IV

(22) Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφάς αὐτῶν ὁμοιας ἑαυτοῖς ἐκαστοι διαζωγράφουσιν, ὡς φησὶν Ξενοφάνης, Ἄἰθίοπές τε μελανας σιμοὺς τε Θρᾷκές τε πυῤῥοὺς καὶ γλαυκούς», οὕτως καὶ τὰς ψυχὰς ὁμοιους ἑαυτοῖς αὐτοὺς ἀναπλάττουσιν, αὐτίκα βάρβαροι [οἱ] μὲν θηριώδεις καὶ ἀγριους τὰ ἤθη, ἡμερωτερους δὲ Ἕλληνες, πλὴν ἐμπαθεῖς. διὸ εὐλόγως τοῖς μὲν μοχθηροῖς φαύλας ἔχειν τὰς περὶ θεοῦ διανοήσεις ἀνάγκῃ, τοῖς δὲ σπουδαίοις ἀριστος, καὶ διὰ τοῦτο τῷ ὄντι «βασιλικὸς τὴν ψυχὴν» καὶ γνωστικὸς οὗτος καὶ θεοσεβής καὶ ἀδεισιδαίμων [ὤν], τίμιον, σεμνόν, μεγαλοπρεπῆ, εὐποιητικόν, εὐεργετικόν, ἁπάντων ἀρχηγὸν ἀγαθῶν, κακῶν δὲ ἀναίτιον μόνον εἶναι τὸν μόνον θεὸν πεπεισμένος, καὶ περὶ μίν τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἱκανῶς, οἶμαι, ἐν τῷ Προτρεπτικῳ ἐπιγραφομένῳ ἡμῖν λόγῳ παρεστήσαμεν κατακόρως τῇ κατεπειγοὑσῃ συγκαταχρώμενοι ἱστορίᾳ. (23) οὔκουν χρὴ «αὖθις τὰ ἀριδήλως εἰρημένα μυθολογεῖν». ὅσον δὲ ἐπ ισημήνασθαι κατὰ τὸν τόπον γενομένους ὀλίγα ἐκ πολλῶν, ἀπόχρη καὶ τάδε εἰς ἔνδειξιν τοῦ ἀθέους παραστήσαι τοὺς τοῖς κακίστοις ἀνθρώποις τὸ θεῖον ἀπεικάζοντας. ἤτοι γὰρ βλάπτονται πρὸς ἀνθρώπων αὐτοῖς οἱ θεοὶ καὶ χείρους τῶν ἀνθρώπων ύῳ ἡμῶν βλαπτόμενοι δείκνυνται, εἰ μὴ τοῦτο, πῶς ἐφ οἷς οὐ βλάπτονται, καθάπερ ὀξύχολον γραῖδιον εἰς ὀργὴν ἐρεθιζόμενον, ἐκπικραίνονται, φασι τὴν Ἄρτεμιν δὶ Οἰνέα Αἰτωλοῖς ὀρ γισθήναι. πῶς γὰρ οὐκ ἑλογίσατο θεὸς οὖσα ὡς οὐ καταφρονήσας Οίνεύς, ἀλλ ἤτοι λαθόμενος ὡς τεθυκώς ἠμέλησεν; εὖ δὲ καὶ Αῦγῃ δικαιολογουμένῃ πρὸς τὴν Ἀθήναν ἐπὶ τῷ χαλεπαίνειν αὐτῇ τετοκυίᾳ ἐν τῷ ἱερῳ λέγει

σκῦλα μὲν βροτοφθόρα

χαίρεις ὀρῶσα καὶ νεκρῶν ἐρείπια,

καὶ οὐ μιαρά σοι ταῦτ' ἐστιν εἰ δ ἐγὼ τεκον,

δεινὸν τόδ ἡγῆ

καίτοι καὶ τὰ ἀλλὰ ζῷα ἐν τοῖς ἱεροῖς τίκτοντα οὐδὲν ἀδικεῖ.

 

 

277

(24) Εἰκότως τοίνυν δεισιδαίμονες περὶ τοὺς εὐοργήτους γινόμενοι πάντα σημεῖα ἡγοῦνται εἶναι τὰ συμβαίνοντα καὶ κακῶν αἴτια

ἐἀν μῦς διορὑξῃ βωμὸν ὅντα πήλινον

κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον,

ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας

ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖον τινος.

Τοιοῦτὸν τίνα ἐν τῷ Δεισιδαίμονι ὁ Μένανδρος διακωμῳδεῖ

ἀγαθὸν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί,

ὑποδούμενος τὸν ἱμάντα τῆς δεξιᾶς

ἐμβάδος διέῤῥηξα. Εἰκότως, ὦ φλήναφε

σαπρὸς γὰρ ἦν, συ δὲ σμικρολόγος οὐ θέλων

καινοὺς πρίασθαι.

Χαρίεν τὸ τοῦ Ἀντιφῶντος οἰωνισαμένου τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν ὑπὸ λιμοῦ διὰ μικροψυχίαν τοῦ τρέφοντος κατισ χναμένην, «χαῖρε», εἶπεν, «ἐπὶ τῷ σημείῳ, ὅτι οὕτω πεινῶσα τὰ σά οὐκ ἔφαγεν τέκνα.»

«Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μῦς», φησὶν ὁ Βίων, «τὸν θύλακον διέτραγεν, οὐ χ εὐρὼν ὅ τι φάγῃ; τοῦτο γὰρ ἦν θαυμαστόν, εἰ, ὥσπερ Αρκεσίλαος παίζων ἐνεχείρει, τὸν μῦν ὁ θῦλαξ κατέφαγεν.»

(25) Εὖ γοῦν καὶ Διογένης πρὸς τὸν θαυμάζοντα, ὅτι εὗρεν τὸν ὄφιν [ἐν] τῷ ὑπέρῳ περιειλημένον, «μὴ θαύμαζε» ἔφη «ἦν γὰρ παραδοξότερον ἐκεῖνο, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω.»

Δεῖ γὰρ καὶ τὰ ἄλόγα τῶν ζῴων τρέχειν καὶ θεῖν καὶ μάχεσθαι καὶ τίκτειν καὶ ἀποθνῄσκειν, ἀ δή, ἐκείνοις ὄντα κατὰ φύσιν, οὐκ ἄν ποτε ἡμῖν γένοιτο παρὰ φύσιν

ὄρνιθες δὲ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο

φοιτῶσιν.

κωμικὸς δὲ Φιλἡμῶν καὶ τὰ τοιαῦτα κωμφδεῖ

ὅταν ἴδω (φησί) παρατηροῦντα, τις ἔπταρεν

 

 

278

ἢ τίς ἐλάλησεν, ἤ, τις ἐστιν ὁ προϊών,

σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ.

αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται

ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει.

τὰ πράγματα ὡς πέφυκεν, οὕτως γίγνεται.

Εἶτα νήφοντες μὲν ὑγ είαν αἰτοῦνται, ὑπερεμπιπλάμενοι δὲ καὶ μέθαις ἐγκυλιόμενοι κατὰ τὰς ἑορτάς νόσους ἐπ ισπώνται.

(26) Πολλοί δέ

καὶ τὰς γραφὰς δεδίασι τὰς ἀνακειμένας.

ἀστείως πάνυ ὁ Διογένης, ἐπι οἴκίᾳ μοχθηροῦ τινὸς εὐρὼν ἐπιγεγραμμένον

ὁ καλλίνικος Ἡρακλῆς

ἐνθάδε κατοικεῖ μηδὲν εἰσίτω κακόν,

«καὶ πῶς» ἔφη «ὁ κύριος εἰσελεύσεται τῆς οἰκίας;»

Οἱ αὐτοὶ δ’ οὗτοι πᾶν ξύλον καὶ πάντα λίθον, τὸ δὴ λεγόμενον, λιπαρὸν προσκυνοῦντες, ἔρια πυῤῥὰ καὶ ἁλῶν χόνδρους καὶ δᾷδας σκίλλαν τε καὶ θεῖον δεδίασι, πρὸς τῶν γοήτων καταγοητευθέντες κατὰ τινας ἀκαθάρτους καθαρμούς, θεὸς δέ, ὁ τῷ ὅντι θεὸς, ἅγιον μόνον οἶδεν τὸ τοῦ δικαίου ἦθος, ὥσπερ ἐναγές τὸ ἄδικον καὶ μοχθηρόν, ὁρᾶν γοῦν ἐστι τὰ ὠὰ τὰ ἀπὸ τῶν περικαθαρθέντων, εἰ θαλφθείῃ, ζωογονούμενα, οὐκ ἂν δὲ τοῦτο ἐγίνετο, εἰ ἀνελάμβανεν τὰ τοῦ περικαθαρθέντος κακά.

Χαριέντως γοῦν καὶ ὁ κωμικὸς Δίφιλος κωμφδεῖ τοὺς γόητας διὰ τῶνδε

Προιτίδας ἀγνίζων κούρας καὶ τὸν πατέρα αὐτῶν

Προῖτον Ἀβαντιάδην καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε

δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα φωτῶν,

θείῳ τε ἀσφαλτῳ τε πολυφλοίσβῳ τε θαλάσσῃ

ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο.

ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον

Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω.

(27) Εὖ γὰρ καὶ ὁ Μένανδρος

 

 

279

εἰ μὲν τι κακὸν ἀληθὲς εἶχες, Φειδία,

ζητεῖν ἀληθὲς φάρμακον τοῦτου σ' ἔδει.

νῦν δ’ οὐκ ἔχεις κενὸν εὐρὲ καὶ τὸ φάρμακον

πρὸς τὸ κενόν οἰήθητι δὲ ὠφελεῖν τί σε.

περιμαξάτωσάν σε αἰ γυναῖκες ἐν κύκλῳ

καὶ περιθεωσάτωσαν ἀπὸ κρουνὼν τριῶν

ὕδατι περὶῤῥαναι ἐμβολὼν ἀλας, φακούς.

πᾶς ἀγνός ἐστιν ὁ μηδὲν ἑαυτῳ κακὸν συνειδώς.

Αὐτίκα ἡ τραγῳδία λέγει

Ὀρέστα, τίς σε ἀπόλλυσι νόσος;

Ἡ σύνεσις, ὅτι σύνοιδα δεινὰ εἰργασμένος.

τῳ γὰρ ὄντι ἡ ἁγνεία οὐκ ἀλλῃ τις ἐστιν πλὴν ἡ τῶν ἁμαρτημάτων ἀποχή.

Καλῶς ἄρα καὶ Ἐπίχαρμός φησι

καθαρὸν ἄν τὸν νοῦν ἔχης, ἅπαν τὸ σῶμα καθαρὸς εἴ.

Αὐτίκα καὶ τὰς ψυχὰς προκαθαίρειν χρεών φαμεν ἀπὸ τῶν φαύλων καὶ μοχθηρῶν δογμάτων διὰ τοῦ λόγου τοῦ ὀρθοῦ, καὶ τότε οὕτως ἐπὶ τὴν τῶν προηγουμένων κεφαλαίων ὑπόμνησιν τρέπεσθαι, ἐπεὶ καὶ πρὸ τῆς τῶν μυστηρίων παραδόσεως καθαρμοὺς τινὸς προσάγειν τοῖς μυεῖσθαι μέλλουσιν ἄξιοῦσιν, ὡς δέον τὴν ἀίθεον ἀποθεμένους δόξαν ἐπὶ τὴν ἀληθῆ τρέπεσθαι παράδοσιν.

 

V

(28) Ἤ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινι περιγράφομεν τὸν ἀπερίληπτον οὐδ’ ἐν ἱεροῖς καθείργνυμεν «χειροποιήτοις» τὸ πάντων περιεκτικόν; τί δ’ ἂν καὶ οἰκοδόμων καὶ λιθοξόων καὶ βαναύσου τέχνης ἅγιον εἴη ἔργον; οὐχὶ ὀψείνους τούτων οἱ τὸν ἀέρα καὶ τὸ περιέχον, μᾶλλον δὲ τὸν ὅλον κόσμον καὶ τὸ σύμπαν ἄξιον ἡγησόψενοι τῆς τοῦ θεοῦ ὑπεροχῆς; γελοῖον μένταν εἴῃ, ὡς αὐτοὶ φασιν οἱ φιλόσοφοι, ἄνθρωπον, ὄντα «παίγνιον θεοῦ», θεὸν ἐργάζεσθαι καὶ γίγνεσθαι παιδιάν τέχνης τὸν θεόν, ἐπεὶ τὸ γινόμενον ταύτὸν καὶ ὅμοιον τῷ ἐξ οὐ

 

 

280

γίνεται, ὡς τὸ ἐξ ἑλ έφαντος ἑλεφάντινον καῖ τὸ ἐκ χρυσοῦ χρυσοῦν τὰ δὲ πρὸς ἀνθρώπων βαναύσων κατασκευαζόμενα ἀγάλματά τε καὶ ἱερὰ ἐκ τῆς ὕλης τῆς ἀργῆς γίνεται, ὥστε καῖ αὐτὰ ἂν εἴη ἀργὰ καῖ ὑλικὰ καῖ βέβηλα, κἂν τὴν τέχνην ἐκτελέσης, τῆς βαναυσίας μετείληφεν οὐκέτ οὖν ἱερὰ καῖ θεῖα τῆς τέχνης τὰ ἔργα, τί δ’ ἄν καὶ ἱδρύοιτο μηδενὸς ἀνιδρύτου τυγχάνοντος, ἐπεὶ πάντα ἐν τόπῳ; ναὶ μὴν τὸ ἱδρυμένον ὑπὸ τινὸς ἱδρύεται πρότερον ἀνίδρυτον ὄν. εἴπερ οὖν ὁ θεὸς ἱδρύεται πρὸς ἀνθρώπων, ἀνίδρυτὸς ποτε ἦν καῖ οὐδ’ ὅλως ήν. τοῦτο γὰρ ἄν εἴη ἀνίδρυτον, τὸ οὐκ ὃν ἐπειδήπερ πᾶν τὸ μὴ ὃν ἱδρύεται, τὸ δὲ ὃν ὑπὸ τοῦ μὴ ὅντος οὐκ ἂν ἰδρυνθείῃ, ἀλλ’ οὐδ’ ὑπ ˑ ἄλλου ὅντος ὃν γὰρ ἐστι καῖ αὐτό. (29) λείπεται δὴ ὑφ’ ἑαυτοῦ. καῖ πῶς αὐτὸ ἑαυτὸ τι γεννήσει; ἡ πῶς αὐτὸ τὸ ὃν ἑαυτὸ εἶναι ἐνιδρύσει; πότερον ἀνίδρυτον ὃν πρότερον ἵδρυσεν ἑαυτὸ; ἀλλ’ οὐκ ἄν οὐδ’ ἤν, ἐπεὶ τὸ μὴ ὅν ἀνίδρυτον καὶ τὸ ἱδρῦσθαι νομισθὲν πῶς, ὅ φθάσαν εἶχεν ὅν, τοῦθ' ἑαυτὸ ὕστερον ποιοίη; οὗ δὲ τὰ ὄντα, πῶς οὖν τοῦτ ἂν δέοιτό τινος; ἀλλ’ εἰ καὶ ἀνθρωποειδὲς τὸ θεῖον, τῶν ἱσων δεήσεται τῷ ἀνθρώπῳ, τροφῆς τε καὶ σκέπης οἰκίας τε καῖ τῶν ἀκολούθων πάντων, οἱ ὁμοιοσχήμονες γὰρ καὶ ὁμοιοπαθείς τῆς ἴσης δεήσονται διαίτης. εἰ δὲ τὸ ἱερὸν διχῶς ἐκλαμβάνεται, ὅ τε θεὸς αὐτὸς καῖ τὸ εἰς τιμήν αὐτοῦ κατασκεύασμα, πῶς οὐ κυρίως τὴν εἰς τιμήν τοῦ θεοῦ κατ ἐπίγνωσιν ἁγίαν γενομένην ἐκκλησίαν ἱερὸν ἂν εἴποιμεν θεοῦ τὸ πολλοῦ ἄξιον καὶ οὐ βαναύσῳ κατεσκευασμένον τέχνη, ἀλλ’ οὐδὲ ἀ γύρτου χειρι δεδαιδαλμένον, βουλήσει δὲ τοῦ θεοῦ εἰς νεὼν πεποιημένον; οὐ γὰρ νῦν τὸν τόπον, ἀλλὰ τὸ ἀθροισμα τῶν ἐκλεκτῶν ἐκκλησίαν καλῶ, ἀμείνων ὁ νεώς οὗτος εἰς παραδοχὴν μεγέθους ἀξίας τοῦ θεοῦ. τὸ γὰρ [περὶ] πολλοῦ ἄξιον ζῷον τῷ τοῦ παντὸς ἀξίῳ, μᾶλλον δὲ οὐδενὸς ἀνταξίῳ, δὶ ὑπερβολὴν ἅγιότητος καθιέρώται. εἴη δ’ ἄν οὗτος ὁ γνωστικὸς ὁ πολλοῦ ἄξιος ὁ τίμιος τῷ θεῷ, ἐν ᾧ ὁ θεὸς ἐνίδρυται, τουτέστιν ἡ περὶ τοῦ θεοῦ γνῶσις καθιέρωται. ἐν ταῦθα καῖ τὸ ἀπεικόνισμα εὕροιμεν ἀν, τὸ θεῖον καῖ ἅγιον ἄγαλμα, ἐν τῇ δικαίᾳ ψυχή, ὅταν μακαρία μὲν αὐτῇ τυγχάνῃ, ἅτε προκεκαθαρμένῃ, μακάρια δὲ διαπραττομένῃ ἔργα, ἐνταῦθα καῖ τὸ ἐνίδρυτον καὶ τὸ ἐνιδρυόμενον, τὸ μὲν ἐπι τῶν ἤδη γνωστικῶν, τὸ δὲ ἐπι τῶν οἴων τε γενέσθαι, κἂν μηδέπω ὦσιν ἄξιοι ἀναδέξασθαι

 

 

281

ἐπιστήμην θεοῦ. πᾶν γὰρ τὸ μέλλον πιστεύειν πιστὸν ἤδη τῷ θεῷ καὶ καθιδρυμίνον εἰς τιμήν ἄγαλμα ἐνάρετον, ἀνακείμενον θεῷ.

 

VI

(30) Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί πότε ζῴου σχήματι, οὕτως οὐδὲ ὁμοιοπαθής οὐδὲ ἐνδεής καθάπερ τὰ γενητά, ὡς θυσιῶν, δίκην τροφῆς, διὰ λιμὸν ἐπιθυμεῖν. ὧν ἅπτεται πάθος, φθαρτά πάντα ἐστι, καὶ τῷ μὴ τρεφομενῳ προσάγειν βοράν μάταιον. καὶ ο γε κωμικὸς ἐκεῖνος Φερεκράτης ἐν Αὐτομολοις χαριέντως αὐτοὺς πεποίηκεν τοὺς θεοὺς καταμεμφομενους τοῖς ἀνθρώποις τῶν ἱερών

ὅτε τοῖσι θεοῖσ[ι] θύετε, πρώτιστα ἀποκρίνετε

τὸ νομιζόμενον, ὑμῖν, (αισχύνῃ τὸ κατειπεῖν)

εὐ τῷ μηρώ περιλέψαντες [κομιδή] μέχρι βουβώνων

καί τὴν ὀσφύν κομιδή ψιλὴν, λοιπὸν τὸν σπόνδυλον αὐτόν

ὥσπερ ινήσαντες νέμεθ' ὥσπερ [καὶ] τοῖς κυσίν ἡμῖν,

εἶτ ἀλλήλους αἰ σχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς.

Εὅβουλος δὲ ὁ καὶ αὐτὸς κωμικὸς ὧδέ πῶς περὶ τῶν θυσιῶν γράφει

αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην

καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε.

καῖ παραγαγὼν τὸν Διόνυσον ἐν Σεμέλη διαστελλόμενον πεποίηκεν

πρῶτον μίν ὅταν ἐμοὶ τι θύωσί τινες,

αἶμα, κύστιν, ἧπαρ, καρδίαν,

ὑμέν' ἐπιπόλαιον οὐδ’ ἐγὼ γὰρ ἐσθίω γλυκεῖαν οὐδὲ μηρίαν.

(31) Μένανδρὸς τε

τὴν ὀσφὺν ἄκραν

πεποίηκεν

τὴν χολὴν ὀστέα τὰ ἀβρωτα (φησί) τοῖς θεοῖς

ἐπιθέντες αὐτοῖ τὰ ἀλλὰ ἀναλίσκουσιν.

 

 

282

Ἡ γὰρ οὐχ ἡ τῶν ὁλοκαυτωμάτων κνῖσα καὶ τοῖς θηρίοις φευκτέα; εἰ δὲ τῷ ὅντι ἡ κνῖσα γέρας ἐστι θεῶν τῶν παρ’ Ἐλλησιν, οὐκ ἄν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες, οἴ τῆς ἴσης εὐδαιμονίας ἄξιοῦνται, καὶ τὸν ἱπ νὸν αὐτὸν προσκυνοῦντες προσεχέστερον γινόμενον τῇ κνίσῃ τῇ πολυτιμήτῳ. καὶ που Ἡσίοδος κατὰ τίνα μερισμὰν κρεῶν ἀπατηθέντα φησὶ πρὸς τοῦ Προμηθέως τὸν Δία λαβεῖν «ὀστέα λευκά βοὸς δολίῃ ἐπὶ τέχνη» κεκαλυμμένα «άργέτι δημῷ»

ἐκ τοῦ δ’ ἀθανάτοισιν ἐπὶ χθονί φῦλ' ἀνθρώπων

καίουσ ὀστέα λευκά θυηέντων ἐπὶ βωμῶν.

ἀλλ' οὐκ ἄν οὐδαμῶς φασι κατὰ τὴν ἐκ τῆς ἐνδειας ἐπιθυμίαν κακούμενον τρέφεσθαι τὸν θεόν, ὅμοιον οὖν αὐτὸν φυτῳ ποιήσουσιν ἀνορέκτως τρεφόμενον καὶ τοῖς φωλεύουσι θηρίοις. φασὶ γοῦν ταῦτα εἴτε ὑπὸ τῆς κατὰ τὸν ἀέρα παχύτητος εἴτ αὖ καὶ ἐξ αὐτῆς τῆς τοῦ οἰκείου σώματος ἀναθυμιάσεως τρεφόμενα ἀβλαβῶς αὔξειν. καίτοι ε! ἀνενδεως τρέφεται αὐτοῖς τὸ θεῖον, τις ἔτι χρεία τροφῆς τῷ ἀνενδεεῖ; εἰ δὲ τιμώμενον χαίρει, φύσει ἀνενδεές ὑπάρχον, οὐκ ἀπεικότως ἡμεῖς δὶ εὐ χής τιμώμεν τὸν θεόν, καὶ ταύτην τὴν θυσίαν ἀρίστην καὶ ἅγιωτάτην μετὰ δικαιοσύνης ἀναπέμπομων, τῷ δικαιοτάτῳ λόγῳ γεραίροντες, δὶ οὗ παραλαμβάνομεν τὴν γνῶσιν, διὰ τοῦτου δοξάζοντες ὃν μεμαθήκαμεν. ἐστι γοῦν τὸ παρ’ ἡμῖν θυσιαστήριον ἐνταῦθα τὸ ἐπίγειον [τὸ] ἀ θροισμα τῶν ταῖς εὐχαῖς ἀνακειμένων, μίαν ὥσπερ ἔχον φωνὴν τὴν κοινήν καὶ μίαν γνώμην.

(32) Αἱ δὲ διὰ τῆς ὀσφρήσεως, εἰ καὶ θειότεραι τῶν διὰ στόματος, τροφαί, ἀλλὰ ἀν απνοής εἰσι δηλωτικαί. τί οὖν φασι περὶ τοῦ θεοῦ; πότερον διαπνεῖται ὡς τὸ τῶν δαιμόνων γένος; ἡ ἐμπνεῖται μόνον ὡς τὰ ἐνυδρα κατὰ τὴν τῶν βράγχιων διαστολήν; ἡ περιπνεῖται καθάπερ τὰ ἐντομα κατὰ τὴν διὰ τῶν πτερύγων ἐπίθλιψιν τῆς ἐντομής; ἀλλ’ οὐκ ἂν τινι τούτων ἀπεικάσαιεν, εἴ γε εὖ φρονοῖεν, τὸν θεὸν ὅσα δὲ ἀναπνεῖ, κατὰ τὴν τοῦ πνεύμονος πρὸς τὸν θώρακα ἀντιδιαστολὴν ῥυμουλκεί τὸν ἀέρα. εἶτα εἰ σπλάγχνα δοῖεν καὶ ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ μόρια τῷ θεῷ, οὐδὲν διαφέροντα εἰσηγήσονται τούτων, ἡ σύμπνοια δὲ ἐπὶ τῆς ἐκκλησίας λέγεται κυρίως, καὶ γὰρ ἐστιν ἡ θυσία τῆς ἐκκλησίας λόγος ἀπὸ τῶν ἁγίων ψυχῶν ἀναθυμιώμενος, ἐκκαλυπτομένης ἅμα τῇ θυσίᾳ καί

 

 

283

τῆς διανοίας ἁπάσης τῷ θεῷ. ἀλλὰ τὸν μὲν ἀρχαιότατον βωμὸν ἐν Δήλῳ ἁγνὸν εἶναι τεθρυλήκασι, πρὸς ὅν δὴ μόνον καὶ Πυθαγόραν προσελθεῖν φασι φόνῳ καὶ θανάτῳ μὴ μιανθέντα, βωμὸν δὲ ἀληθῶς ἅγιον τὴν δικαίαν ψυχὴν καὶ τὸ ἀπ’ αὐτῆς θυμίαμα τὴν ὀσίαν εὐχήν λέγουσιν ἡμῖν ἀπιστήσουσιν; σαρκοφαγιὼν δ’ , οἶμαι, προφάσει αἰ θυσίαι τοῖς ἀνθρώποις ἐπινενόηνται. ἐξῆν δὲ καὶ ἄλλως ἄνευ τῆς τοιαύτης εἰδωλολατρείας μεταλαμβάνειν κρεὼν τὸν βουλόμενον. αἰ μὲν γὰρ κατὰ τὸν νόμον θυσίαι τὴν περὶ ἡμᾶς εὐσέβειαν ἀλληγοροῦσι, καθάπερ ἡ τρυγὼν καὶ ἡ περιστερά ὑπερ ἁμαρτιῶν προσφερόμεναι τὴν ἀποκάθαρσιν τού ἀλόγου μέρους τῆς ψυχῆς προσδεκτήν μηνύουσι τῷ θεῷ. εἰ δὲ τις τῶν δικαίων οὐκ ἐπιφορτίζει τῇ τῶν κρεὼν βρώσει τὴν ψυχὴν, λόγῳ τινι εὐλόγῳ χρῆται, οὐχ ᾧ Πυθαγόρας καὶ οἱ ἀπ' αὐτοῦ τὴν μετένδεσιν ὀνειροπολοῦντες τῆς ψυχῆς, δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀ σύμφορὸν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφὴ, εἰργασμένῃ ἤδη καὶ ἐξ ομοιοῖ ταῖς τῶν ἀλογων ψυχαῖς.

(33) Ταὐτῃ καὶ μάλιστα Ἰουδαῖοι χοιρείου ἀπέχονται, ὡς ἂν τοῦ θηρίου τοῦτου μιαρού οντος, ἐπεὶ μάλιστα τῶν ἄλλων τοὺς καρποὺς ἀνορύσσει καὶ φθείρει, ἐὰν δὲ λίγωσι τοῖς ἀνθρώποις δεδόσθαι τὰ ζῷα, καὶ ἡμ&ῖς συνὁμολογοῦμεν, πλὴν οὐ πάντως εἰς βρώσιν οὐδὲ μὴν πάντα, ἀλλ’ ὅσα ἀεργά. διόπερ οὐ κακῶς ὁ κωμικὸς Πλάτων ἐν ταῖς Ἐορταῖς τῷ δράματι φησὶν

τὼν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει

ἡμᾶς τὸ λοιπόν, πλὴν ύών. τὰ γὰρ κρέα

ἥδιστα ἔχουσιν, καὶ οὐδὲν ἀῳ ύὸς γίγνεται

πλὴν ῦστριχες καὶ πηλὸς ἡμῖν καὶ βοή.

ὅθεν καὶ ὁ Αἰσωπος οὐ κακῶς ἔφη τοὺς ὺς κεκραγέναι μέγιστον, ὅταν ἐλχωνται συνειδέναι γὰρ αὐτοῖς εἰς οὐδὲν ἄλλο χρησίμοις πλὴν εἰς τὴν θυσίαν, διὸ καὶ Κλεάνθης φησὶν ἀνθ ἁλῶν αὐτοὺς ἔχειν τὴν ψυχὴν, ἵνα μὴ σαπῆ τὰ κρέα. οἴ μίν οὖν ὡς ἄχρηστον ἐσθίουσιν, οἴ δ’ ὡς λυμαντικὸν τῶν καρπῶν καὶ ἄλλοι διὰ τὸ κατωφερές εἰς συνουσίαν εἶναι τὸ ζῷον οὐκ ἐσθίουσιν. ταύτῃ οὐδὲ τὸν τράγον ὁ

 

 

284

νόμως θύει πλὴν ἐπὶ μόνη τῇ διοπομπήσει τῶν κακῶν, ἐπεὶ μητρόπολις κακίας ἡδονῇ. αὐτίκα καὶ συμβάλλεσθαι τὴν τῶν τραγείων κρεῶν βρώσιν πρὸς ἐπιληψίαν λέγουσι. φασὶ δὲ πλείστην ἀνάδοσιν ἐκ χοιρείων γίνεσθαι χρεών, διὸ τοῖς μίν ἀσκοῦσι τὸ σῶμα χρησιμεύει, τοῖς δὲ αὐτὴν τὴν ψυχὴν αὔξειν ἐπιχειροῦσι διὰ τὴν νωθρίαν τὴν ἀπὸ τῆς κρεοφαγίας ἐγγινομένην οὐκέτι. τάχˑ ἂν τις τῶν γνωστικῶν καὶ ἀσκήσεως χάριν σαρκοφαγίας ἀπόσχοιτο καὶ τοῦ μὴ σφριγάν περὶ τὰ ἀφροδίσια τὴν σάρκα, «οἶνος» γὰρ, φησὶν Ἀνδροκύδης, «καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ῥωμαλέον ἀπεργάζονται, ψυχὴν δὲ νωχαλεστέραν.» ἀθετος οὖν ἡ τοιαύτη τροφῇ πρὸς σύνεσιν ἀκριβῆ. διὸ καὶ Αἰγύπτιοι ἐν ταῖς κατ αὐτοὺς ἀγνείαις οὐκ ἐπιτρέπουσι τοῖς ἱερεῦσι σιτεῖσθαι σάρκας ὀρνιθείοις τε ὡς κουφοτάτοις χρῶνται καὶ ἰχθύων οὐχ ἀπτονται καὶ δι’ ἄλλους μίν τινας μύθους, μωλιστα δὲ ὡς πλαδαράν τὴν σάρκα τῆς τοιᾶσδε κατασκευαζούσης βρώσεως.

(34) ἤδη δὲ τὰ μὲν χερσαία καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα, τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασι τοῦτον τὸν ἀέρα, ἀλλ’ ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις, ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονής.

Δεῖ τοίνυν «θυσίας προσφέρειν τῷ θεῷ μὴ πολυτελείς, ἀλλὰ θεοφιλείς», καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ τὸ ἐκ πολλῶν γλωσσῶν τε καὶ φωνῶν κατὰ τὴν εὐχήν συγκείμενον, μᾶλλον δὲ τὸ ἐκ διαφόρων ἐθνῶν τε καὶ φύσεων τῇ κατὰ τὰς διαθήκας δόσει σκευαζόμενον «εἰς τὴν ἐνότητα τῆς πίστεως» καὶ κατὰ τοὺς αἰνους συναγόμενου, καθαρῳ μὲν τῷ νῳ, δικαίᾳ δὲ καὶ ὀρθή τῇ πολιτείᾳ, ἐξ ὁσίων ἔργων εὐχής τε δικαίας ἐπεί

τις ὧδε μῶρος,
κατά τὴν ποιητικὴν χάριν,

καί λίαν ἀνειμένως

εὔπειστος ἀνδρῶν, ὅστις ἑλπίζει θεοὺς

ὀστῶν ἀσάρκων καὶ χολής πυρουμένης,

ἃ καὶ κυσί πεινώσιν οὐχὶ βρώσιμα,

 

 

285

χαίρειν ἄπαντα καὶ γέρας λαχεῖν τόδε

χάριν τε τούτων τοῖσ δρῶσιν ἐκτίνειν,

κἄν πειραταὶ κἂν λησταί κἂν τύραννοι τύχωσιν; φαμὲν δ’ ἡμβῖς ἅγιἀζειν τὸ πῦρ οὐ τὰ κρέα, ἀλλὰ τὰς ἁμαρτωλοὺς ψυχὰς, πῦρ οὐ τὸ παμφάγου καὶ βάναυσου, ἀλλὰ τὸ φρόνιμον λέγοντες, τὸ «διικνούμενον διὰ ψυχῆς» τῆς διερχομένης τὸ πῦρ.

 

VII

(35) Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν [αὐτὸν καὶ] λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δὶ αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡμέρα ις, ὥσπερ ἄλλοι τινὲς, ἀλλὰ συνεχῶς τὸν ὅλον βίον τοῦτο πράττοντες καὶ κατὰ πάντα τρόπον, ἀμέλει «τὸ γένος τὸ ἐκ λεκτόν» «έπτάκις τῆς ἡμέρα ς ἤνεσά σοι» φησί, κατ' ἐντολὴν δικαιούμενου, ὅθεν οὔτε ὡρισμένον τόπον οὔτε ἐξαίρετον ἱερὸν οὐδὲ μὴν έορτάς τινας καὶ ἡμέρας ἀποτεταγμένας, ἀλλὰ τὸν πάντα βίον ὁ γνωστικὸς ἐν παντὶ τόπῳ, κἂν καθ' ἑαυτόν μόνος ὧν τυγχάνῃ καὶ ὅπου τινὰς ἂν τῶν ὁμοίως πεπιστευκότων ἔχῃ, τιμᾳ τὸν θεόν, τουτέστιν χάριν ὁμολογεῖ τῆς γνώσεως καὶ τῆς πολιτείας, εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπήν καὶ τὴν αἰδώ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ’ ἕκαστα κρείττων εἴη εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν διάθεσιν; τοιοῦτος ὁ πάντῃ παρεῖναι τὸν θεὸν πεπεισμένος, οὐχὶ δὲ ἐν τόποις τισιν ώρισμένοις κατακεκλεισμίνον ὑπολαβών, ἵνα δὴ χωρὶς αὐτοῦ ποτε οἴηθείς εἶναι καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἀκολασταίνη. πάντα τοίνυν τὸν βίον ἑορτήν ἄγοντες, πάντῃ πάντοθεν παρεῖναι τὸν θεὸν πεπεισμένοι, γεωργοῦμεν αἰνοῦντες, πλέομεν ύμνοῦντες, κατὰ τὴν ἄλλην πολιτείαν ἐντέχνως ἀναστρεφόμεθα. προσεχέστερον δὲ ὁ γνωστικάς οἴκειοῦται θεῷ σεμνὸς ὧν ἅμα καὶ ιλαρὸς ἐν πᾶσι, σεμνὸς μὲν διὰ τὴν ἐπὶ τὸ θεῖον ἐπιστροφὴν, ιλαρὸς δὲ διὰ τὸν ἐπιλογισμὸν τῶν ἀνθρωπείων ἀγαθῶν ὧν ἔδωκεν ἡμῖν ὁ θεός.

 

 

286

(36) Φαίνεται δὲ τὸ ἔξοχον τῆς γνώσεως ὁ προφήτης ὧδε παριστάς «χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξὸν με » κατ' ἐπανάβασιν αὐξήσας τὸ ἡγεμονικὸν τῆς τελειότητος. οὗτος ἄρα ὄντως ὁ βασιλικὸς ἄνθρωπος, οὗτος ἱερεὺς ὅσιος τοῦ θεοῦ, ὅπερ ἔτι καὶ νῦν παρὰ τοῖς λογιωτάτοις τῶν βαρβάρων σῴζεται τὸ ἱερατικὸν γένος εἰς βασιλείαν προσαγόντων. οὗτος οὖν οὐδαμῇ μὲν ἑαυτόν εἰς ὀχλοκρασίαν τὴν τῶν θεάτρων δεσπότιν ἐνδίδωσιν, τὰ λεγόμενα δὲ καὶ πραττόμενα καὶ ὁρῶμενα ἡδονῆς ἀσωτου χάριν οὐδὲ ὄν αρ προσίεται οὔτ’ οὖν ταύτας τὰς ἡδονὰς τῆς θέας οὔτε τὰς διὰ τῶν ἄλλων ἀπολαυσμάτων ποικιλίας, οἷον θυμιαμάτων πολυτέλειαν τὴν ὅσφρησιν γοητεύουσαν ἡ βρωμάτων συγκαττύσεις καὶ τοῦς ἐξ οἴνων διαφόρων ἀπολαύσεις δελεαζούσας τὴν γεῦσιν, οὐδὲ τὰς πολυανθεῖς καὶ εὐώδεις πλοκάς ἐκθηλυνοὐσας δὶ αἰ σθήσεως τὴν ψυχὴν πάντων δὲ τὴν σεμνήν ἀπόλαυσιν ἐπὶ τὸν θεὸν ἀναγαγὼν ἀεὶ καὶ τῆς βρώσεως καὶ τοῦ πόματος καὶ τοῦ χρίσματος τῷ δοτήρι τῶν ὅλων ἀπάρχεται, χάριν ὁμολογὼν καὶ [διὰ] τῆς δωρεὰς καὶ τῆς χρήσεως διὰ λόγου τοῦ δοθέντος αὐτῷ, σπανίως εἰς τὰς ἑστιἀσεις τὰς συμποτικάς ἀπαντῶν, πλὴν εἰ μὴ τὸ φιλικὸν καὶ ὁμονοητικὸν ἐπαγγελλόμενον αὐτῷ τὸ συμπόσιον ἀφικέσθαι προτρέψαι. πέπεισται γὰρ εἰδέναι πάντα τὸν θεὸν καὶ ἐπαΐειν, οὐχ ὅτι τῆς φωνῆς μόνον, ἀλλὰ καὶ τῆς ἐννοιας, ἐπεὶ καὶ ἡ ἀκοῇ ἐν ἡμῖν, διὰ σωματικὼν πόρων ἐνεργουμένῃ, οὐ διὰ τῆς σωματικῆς δυνάμεως ἔχει τὴν ἀντίληψιν, ἀλλὰ διὰ τινὸς ψυχικῆς αἰσθήσεως καὶ τῆς διακριτικῆς τῶν σημαινουσῶν τι φωνῶν νοήσεως.

(37) Οὔκουν ἀν θρωποειδής ὁ θεὸς τοῦδ’ ἕνεκα, [καὶ] ἵνα ἀκούσῃ, οὐδὲ αἰσθήσεων αὐτῷ δεῖ, καθάπερ ήρεσεν τοῖς Στωϊκοῖς, μάλιστα ἀκοῆς καὶ ὅψεως, μὴ γὰρ δύνασθαι πάτε ἐτέρως ἀντιλαβέσθαι ἀλλὰ καὶ τὸ εὐπαθές τοῦ ἀέρος καὶ ἡ ὀξυτάτῃ συναίσθησις τῶν ἀγγέλων ἡ τε τοῦ συνειδότος ἐπαφωμένῃ τῆς ψυχῆς δύναμις δυνάμει τινι αῤῥήτῳ καὶ ἄνευ τῆς αἰσθητής ἀκοῆς ἅμα νοήματι πάντα γινώσκει κἂν μὴ τὴν φωνὴν τις ἐξικνεῖσθαι πρὸς τὸν θεὸν λέγῃ κάτω περὶ τὸν ἀέρα κυλινδουμένην, ἀλλὰ τὰ νοήματα τῶν ἁγίων τέμνει οὐ μόνον τὸν ἀέρα, ἀλλὰ καὶ τὸν ὅλον κόσμον, φθάνει δὲ ἡ θεῖα δύναμις, καθάπερ φῶς, ὅλην διιδεῖν τὴν ψυχὴν, τί δ’ ; οὐχὶ καὶ αἱ προαιρέσεις φθάνουσι πρὸς τὸν θεὸν προῖεῖσαι τὴν

 

 

287

φωνὴν τὴν ἑαυτῶν; οὐχὶ δὲ καὶ ὑπὸ τῆς συνειδήσεως πορθμεὑονται; τίνα καὶ φωνὴν ἀναμεῖναι ὀ κατὰ πρόθεσιν τὸν ἐκλεκτὸν καὶ πρὸ τῆς γενέσεως τὸ ἐσόμενον ὡς ἤδη ὑπάρχον ἐγνωκώς; ἤ οὐχὶ πάντῃ εἰς τὸ βάθος τῆς ψυχῆς ἁπάσης τὸ φῶς τῆς δυνάμεως ἐκλάμπει, «τὰ ταμιεῖα ἐρευνῶντος», ῆ φησὶν ἡ γραφῇ, «τοῦ λύχνου» τῆς δυνάμεως; δλος ἀκοῇ καὶ δλος ὀφθαλμός, ἵνα τις τούτοις χρήσηται τοῖς όνόμασιν, ὁ θεὸς.

(38) Καθόλου τοίνυν οὐδεμίαν σῴζει θεοσέβειαν οὔτε ἐν ὕμνοις οὔτε ἐν λόγοις, ἀλλ’ οὐδὲ ἐν γραφαῖς ἤ δόγμασιν ἡ μὴ πρέπουσα περὶ τοῦ θεοῦ ὑπόληψις, ἀλλ’ εἰς ταπεινάς καὶ ἀσχήμονας ἐκτρεπομένῃ ἐν νοιας τε καὶ ὑπ ονοίας. ὅθεν ἡ τῶν πολλῶν εὐφημία δυσφημίας οὐδὲν διαφέρει διὰ τὴν τῆς ἀληθείας ἄγνοιαν, ων μὲν οὖν αἰ ὁρέξεις εἰσὶ καὶ ἐπ ιθυμίαι καὶ ὅλως εἰπεῖν αἰ ὀρμαί, τούτων εἰσὶ καὶ αἰ εὐχαί. διόπερ οὐδεὶς ἐπιθυμεῖ πόματος, ἀλλὰ τοῦ πιεῖν τὸ ποτόν, οὐδὲ μὴν κληρονομιάς, ἀλλὰ τοῦ κληρονομῆσαι, οὐτωσί δὲ οὐδὲ γνώσεως, ἀλλὰ τοῦ γνῶναιούδέ γὰρ πολιτείας ὀρθῆς, ἀλλὰ τοῦ πολιτεύεσθαι. τούτων οὖν αἰ εὐχαί ὧν καὶ αἰτήσεις, καὶ τούτων αἰ αἰτήσεις ὧν καὶ ἐπιθυμίαι. τὸ δὲ εῦχεσθαι καὶ ὀρέγεσθαι καταλλήλως γίνεται εἰς τὸ ἔχειν τὰ ἀγαθὰ καὶ τὰ παρακείμενα ὠφ ελήματα τῇ κτήσει. τοίνυν ὁ γνωστικὸς τὴν εὐχήν καὶ τὴν αἵτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιείται, καὶ εὔχεται συνεργὼν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγάθότητος ἑλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματα τίνα παρακείμενα, εἶναι δὲ ἀγαθόν. (39) διὸ καὶ τούτοις μάλιστα προσήκει εῦχεσθαι τοῖς εἰδόσι τε τὸ θεῖον ὡς χρὴ καὶ τὴν πρόσφορον ἀρετὴν ἔχουσιν αὐτῷ, οἱ ἴσασι τίνα τὰ ὄντως ἀγαθὰ καὶ τίνα αἰτητέον καὶ πότε καὶ πῶς ἔκαστα. ἐσ χάτῃ δὲ ἀμαθία παρὰ τῶν μὴ θεῶν ὡς θεῶν αἰ τεῖσθαι ἡ τὰ μὴ συμφέροντα αἰτεῖσθαι, φανταχτίῳ ἀγαθῶν καχά αἰτουμένους σφίσιν. ὅθεν εἰκότως ἑνὸς ὅντος τοῦ ἀγαθοῦ θεοῦ παρ’ αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθήναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ ἄγγελοι, ἀλλ’ οὐχ ὁμοίως, οὐ γὰρ ἐστι ταύτὸν αἰτεῖσθαι παραμεῖναι τὴν δόσιν ἡ τὴν ἀρχὴν σπουδάζειν λαβεῖν. καὶ ἡ ἀποτραπή δὲ τῶν κακῶν εἶδος εὐχής. ἀλλ’ οὐκ ἐπὶ τῇ τῶν ἀνθρώπων βλάβῃ τῇ τοιφδε συγχρηστέον εὐχῇ ποτέ, πλὴν εἰ μὴ τὴν ἐπιστροφὴν τῆς δικαιοσύνης τεχναζόμενος τοῖς

 

 

288

[δ’] «ἀπηλγηκόσιν» ὁ γνωστικὸς οἰκονομοίῃ τὴν αἰτησιν. ἔστιν οὖν, ὡς εἰπεῖν τολμηρότερον, ὁμ ιλία πρὸς τὸν θεὸν ἡ εὐχῇ κἂν ψιθυρίζοντες ἄρα μηδὲ τὰ χείλη ἀνοίγοντες μετὰ σιγής προσλαλώμεν, ἐνδοθεν κεκράγαμεν πᾶσαν γὰρ τὴν ἐνδιάθετον ὁμιλίαν ὁ θεὸς ἀδιαλείπτως ἐπαῖει.

(40) Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἵρομεν τοὺς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχής συνεκφώνησιν, ἐπακολουθουντες τῇ προθυμίῳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καὶ, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι «τὴν ψυχὴν ἐπτερωμένην» τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ «τὰ ἄγια» χωρεῖν βιαζόμθα, τοῦ δεσμοῦ καταμεγαλοφρονοῦντες τοῦ σαρκικού, ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἐκουσίως ποιούμενου, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον ὡς ὅτι μάλιστα σύνεγγυς ἐσοιτο τοῦ θεοῦ. εἰ δὲ τινες καὶ ὥρας τακτάς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἐκτην καὶ ἐνάτην, ἀλλ’ οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὐχεται τὸν βίον, δι’ εὐχής συνεῖναι μίν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν ἀπειληφώς τοῦ κατὰ ἀγάπην δρωμένου. ἀλλὰ καὶ τὰς τῶν ώρῶν διανομὰς τριχῆ διεσταμένας καὶ ταῖς ἴ σαις εὐχαῖς τετιμημένας ἴσασιν οἱ γνωρίζοντες τὴν μακαρίαν τῶν ἁγίων τριάδα μονῶν.

(41) Ἐνταῦθα γενόμενος ὑπ εμνήσθην τῶν περὶ τοῦ μὴ δεῖν εῦχεσθαι πρὸς τινῶν ἑτεροδόξων, τουτέστιν τῶν ἀψ,φί τὴν Προδίκου αἵρεσιν , παρεισαγομένων δογμάτων, ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ὰθέῳ σοφίᾳ ὡς ξένῃ όγκύλλωνται αἰρέσει, μαθέτωσαν προειλήφθαι μὲν ὑπὸ τῶν Κυρηναϊκὼν λεγομένων φιλοσόφων ἀντιῤῥήσεως δ’ ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένῃ τὸ ὑπόμνημα, οὐκ ὀλίγῃ οὖσα ἡ τούτων καταδρομή διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἵτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἀπονενεμημένῃ γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι. ὥσπερ γὰρ πᾶν ὃ βούλεται, δύναται ὁ θεὸς, οὕτως

 

 

289

«πᾶν ὃ ἂν [ὁ] αἰτηση», ὁ γνωστικὸς «λαμβάνει», καθόλου γὰρ ὁ θεὸς οἶδεν τοὺς τε ἄξιους τῶν ἀγαθῶν καὶ μὴ ὅθεν τὰ προσήκοντα ἑκάστοις δίδωσιν. διὸ πολλάκις μὲν αἰτήσασιν ἀναξίοις οὐκ ἂν δοίῃ, δοίῃ δὲ ἄξιοις δηλονότι ὑπάρχουσιν. οὐ μὴν παρέλκει ἡ αἵτησις, κἂν χωρὶς ἀξιώσεως διδωται τὰ ἀγαθά. αὐτίκα ἡ τε εὐχαριστία ἡ τε τῶν πέλας εἰς ἐπιστροφὴν αἵτησις ἔργον ἐστι τοῦ γνωστικοῦ, ἡ καὶ ὁ κύριος ηῦχετο, εὐχαριστῶν μὲν ἐφ’ οἷς ἐτελείωσεν τὴν διακονίαν, εὐχόμενος δὲ ὡς πλείστους ὅσους ἐν ἐπιγνώσει γενέσθαι, ἴν ἐν τοῖς σῳζομένοις διὰ τῆς σωτηρίας κατ ἐπίγνωσιν ὁ θεὸς δοξάζηται καὶ ὁ μόνος ἀγαθὸς καὶ ὁ μόνος σωτὴρ δι’ υἱοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐπιγινώσκηται. καίτοι καὶ ἡ πίστις τοῦ λήψεσθαι εἶδος εὐχής ἐναποκειμένης γνωστικῶς. (42) ἀλλ’ εἰ ἀφ ορμή τις ὁμιλίας τῆς πρὸς τὸν θεὸν γίνεται ἡ εὐχῇ, οὐδεμίαν ἀφορμὴν παραλειπτέον τῆς προσόδου τῆς πρὸς τὸν θεόν, ἀμέλει συμπλακεῖσα τῇ μακαρίῳ προνοίᾳ ἡ τοῦ γνωστικοῦ ὀσιότης κατὰ τὴν ἐκούσιον ὁμολογίαν τελείαν τὴν εὐεργεσίαν ἐπιδείκνυσι τοῦ θεοῦ. οἴονεί γὰρ ἀντεπιστροφὴ τις ἐστι τῆς προνοίας ἡ τοῦ γνωστικοῦ ὀσιότης καὶ ἀντίστροφος εὔνοια τοῦ φίλου τοῦ θεοῦ. οὔτε γὰρ ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τὸ πῦρ θερμαντικὸν (έκούσιος δὲ ἡ τῶν ἀγαθῶν μετάδοσις αὐτψ, κἂν προλαμβάνῃ τὴν αἵτησιν) οὔτε μὴν ἄκων σωθήσεται ὁ σῳζόμενος οὐ γὰρ ἐστιν ἀψυχος, ἀλλὰ παντὸς μᾶλλον ἐκουσίως καὶ προαιρετικώς σπεύσει πρὸς σωτηρίαν. διὸ καὶ τὰς ἐντολὰς ἔλαβεν ὁ ἄνθρωπος ὡς ἂν ἐξ αὐτοῦ ὁρμητικὸς πρὸς ὁπότερον ἂν καὶ βούλοιτο τῶν τε αἰρετὼν καὶ τῶν φευκτών, οὔκουν ὁ θεὸς ἀνάγκη ἀγαθοποιεῖ, κατὰ προαίρεσιν δὲ εὐ ποιεῖ τοὺς ἐξ αὐτῶν ἐπιστρέφοντας. οὐ γὰρ ὑπηρετική γέ ἐστιν [ἡ] εἰς ἡμᾶς θεόθεν ἤκουσα, οἶον ἐκ χειρόνων εἰς κρείττονας προῖοῦσα, ἡ πρόνοια, κατ ἑλεον δὲ τῆς ἡμετέρας ἀσθενείας αἰ προσεχείς τῆς προνοίας ἐνεργοῦνται οἰκονομίαι, καθάπερ καὶ ἡ τῶν ποιμένων εἰς τὰ πρόβατα καὶ ἡ τοῦ βασιλέως πρὸς τοὺς ὀρχομένους, καὶ ἡμῶν αὐτῶν πειθηνίως πρὸς τοὺς ἡγουμένους ἐχόντων τοὺς τεταγμένως διέποντας καθ' ἤν ἐνεχειρίσθησαν τάξιν ἐκ θεοῦ. θεράποντες ἄρα καὶ θεραπευταὶ τοῦ θείου οἱ ἑλευθερικωτάτην καὶ βασιλικωτάτην θεραπείαν προσάγοντες, τὴν διὰ τῆς θεοσεβοὺς γνώμης τε καὶ γνώσεως.

 

 

290

(43) Πᾶς οὖν καὶ τόπος ἱε ρὸς τῷ ὅντι, ἐν ᾧ τὴν ἐπίνοιαν τοῦ θεοῦ λαμβάνομεν, καὶ χρόνος, ὅταν δὲ ὁ εὗπροαίρετος ὁμοῦ καὶ εὐ χάριστος δὶ εὐχής αἰτῆται, ἀμῆ γέ πῃ συνεργεῖ τι πρὸς τὴν λήψιν, ἀσμένως δι’ ὧν εὐχεται τὸ ποθούμενον λαμβάνων. ἐπὰν γὰρ τὸ παρ’ ἡμῶν εὐεπίφορον ὁ τῶν ἀγαθῶν λάβῃ δοτήρ, ἀθρόα πάντα τῇ συλλήῴει αὐ τή ἕπεται τὰ ἀγαθά. ἀμέλει ἐξετάζεται διὰ τῆς εὐχής ὁ τρόπος, πῶς ἔχει πρὸς τὸ προσῆκον. εἰ δὲ ἡ φωνῇ καὶ ἡ λέξις τῆς νοήσεως χάριν δέδοται ἡμῖν , πῶς οὐχὶ αὐτῆς τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐπακούει ὁ θεὸς, ὅπου γε ἤδη ψυχῇ ψυχῆς καὶ νοῦς νοὸς ἐπαῖει; ὅθεν τὰς πολυφώνους γλώσσας οὐκ ἀναμένει ὁ θεὸς καθάπερ οἱ παρὰ ἀνθρώπων ἐρμηνείς, ἀλλ’ ἀπαξαπλῶς ἁπάντων γνωρίζει τὰς νοήσεις, καὶ ὅπερ ἡμῖν ἡ φωνῇ σημαίνει, τοῦτο τῷ θεῷ ἡ ἐννοια ἡμῶν λαλεῖ, ἦν καὶ πρὸ τῆς δημιουργίας εἰς νόησιν ήξουσαν ἠπίστατο. ἐξεστιν οὖν μηδὲ φωνῇ τὴν εὐχήν παραπέμπειν, συντείνοντα μόνον 1] ἐν δοθεν τὸ πνευματικὸν πᾶν εἰς φωνὴν τὴν νοητὴν κατὰ τὴν ἀπερίσπαστον πρὸς τὸν θεὸν ἐπιστροφὴν.

Ἐπεί δὲ γενεθλίου ἡμέρας εἰκὼν ἡ ἀνατολῇ κάκεῖθεν τὸ φῶς αϋξεται «έκ σκότους λάμψαν» τὸ πρῶτον, ἀλλὰ καὶ τοῖς ἐν ἀγνοίᾳ καλινδουμένοις ἀνέτειλεν γνώσεως ἀληθείας ἡμέρα κατὰ λόγον τοῦ ἡλίου, πρὸς τὴν έωθινήν ἀνατολῇν αἰ εὐχαί. ὅθεν καὶ τὰ παλαιτατα τῶν ἱερῶν πρὸς δύσιν ἐβλεπεν, ἵνα οἱ ἀπαντιπρόσωπον τῶν ἀγαλμάτων ἱσ τάμενοι πρὸς ἀνατολῇν τρέπεσθαι διδάσκωνται. «κατευθυνθήτω ἡ προσευχῇ μου ὡς θυμίαμα ἐνώπιον σου, ἐπορσις τῶν χειρὼν μου θυσία ἐσπερινή«, οἱ ψαλμοί λέγουσιν.

(44) Τοῖς μοχθηροῖς τοίνυν τῶν ἀνθρώπων ἡ εὐχῇ οὐ μόνον εἰς τοὺς ἄλλους, ἀλλὰ καὶ εἰς σφᾶς αὐτοὺς βλαβερωτάτη. εἰ γοῦν καὶ ἀ φασιν εὐτυχῆματα αἰτησάμενοι λάβοιεν, βλάπτει λαβόντας αὐτοὺς, ἀνεπιστήμονας τῆς χρήσεως αὐτῶν ὑπάρχοντας. οἴ μὲν γὰρ ἀ οὐκ ἔχουσιν εὐχονται κτήσασθαι, καὶ τὰ δοκοῦντα ἀγαθά, οὐ τὰ ὄντα, αἰτοῦνται. ὁ γνωστικὸς δὲ ὧν μὲν κέκτηται παραμονήν, ἐπιτηδειότητα δὲ εἰς ἀ μέλλει ὑπερβαίνειν, καὶ ἀἰδιότητα ὧν οὐ λήψεται, αἰτήσεται. τὰ δὲ ὄντως ἀγαθὰ τὰ περὶ ψυχὴν εὐχεται εἶναι τε αὐτῷ καὶ παραμεῖναι. ταύτῃ οὐδὲ ὀρέγεται τίνος τῶν ἀπόντων, ό^ρκούμενος τοῖς παροῦσιν. οὐ γὰρ ἑλλιπής τῶν οἰκείων ἀγαθῶν, ἱκανὸς ὧν ἤδη ἑαυτῳ ἐκ τῆς θείας χάριτος τε καὶ

 

 

291

γνώσεως ἀλλὰ αὐτάρκης μὲν γενόμενος ἀνενδεής τε τῶν ἄλλων, τὸ παντοκρατορικὸν δὲ βούλημα ἐγνωκῶς, καὶ ἔχων ἅμα καὶ εὐχόμενος, προσεχής τῇ πανσθενεῖ δυνάμει γενόμενος, πνευματικὸς εἶναι σπουδάσας διὰ τῆς αορίστου ἀγάπης ἡνωται τῷ πνεύματι. οὗτος ὁ μεγαλόφρων, ὁ τὸ πάντων τιμιώτατον, ὁ τὸ πάντων ἀγαθώτατον κατὰ τὴν ἐπιστήμην κεκτημένος, εὐθικτος μίν κατὰ τὴν προσβολήν τῆς θεωρίας, ἐμμονον δὲ τὴν τῶν θεωρητὼν δύναμιν ἐν τῇ ψυχῇ κεκτημένος, τουτέστι τὴν διορατικήν τῆς ἐπιστήμης δριμύτητα. ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι τὴν δύναμιν, ἐγκρατὴς γενόμενος «τῶν ἀντιστρατευομένων τῷ νψ» καὶ τῇ μίν θεωρίᾳ ἀδιαλείπτως προσεδρεύων, τῇ ἐφεκτική δὲ τῶν ἡδέων καὶ τῇ κατορθωτική τῶν πρακτέων ἐγγυμνασάμενος ἀσκήσει πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησιν τε καὶ τὸν βίον, παῤῥησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἀπλώ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθήναι δυναμένων κατὰ τὸν προσήκοντα καιρὸν, ἐφ’ ὧν μάλιστα χρή, ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.

(45) Ἀξιολόγως [ὁ] γοῦν τὰ περὶ θεοῦ διειληφώς, πρὸς αὐτῆς τῆς ἀληθείας χοροῦ μυστικού, λόγῳ τῷ προτρέποντι τὸ μέγεθος τῆς ἀρετῆς, κατ ἀξίαν αὐτὴν τε καὶ τὰ ἀπ’ αὐτῆς ἐνδεικνυμένψ, χρήται, μετὰ δέρματος ἐνθέου τῆς εὐχής τοῖς νοητοῖς καὶ πνευματικοῖς ὡς ἔνι μάλιστα γνωστικῶς οἴκειούμενος. ὅθεν ἥμερος καὶ πράος ἀεί, εὐπρόσιτος, εὐαπάντητος, ἀνεξίκακος, εὐγνώμων, εὐσυνείδητος, αὐστηρὸς οὗτος ἡμῖν αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμή γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε καὶ λύπη τὴν ψυχὴν παρίστησιν), δικαστής, ἐὰν ὁ λόγος καλή, ἀκλινής γενόμενος μηδ? ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ἡ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπήν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἐστˑ ἄν ἐπ αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, «ἐπὶ προθύροις» ὡς εἰπεῖν τοῦ πατρὸς προσεχείς τῷ μεγόλῳ ἀρχιερεῖ γενόμεναι.

Οὗτος ἡμῖν ὁ γνωστικὸς ὁ πιστός, ὁ πεπεισμένος ἀριστα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον, ἀμέλει πᾶσιν εὐαρεστεῖται τοῖς συμβαίνουσιν. (46) εὐλόγως οὖν

 

 

292

οὐδὲν ἐπιζητεί τῶν κατὰ τὸν βίον εἰς τὴν ἀναγκαίαν χρήσιν εὐθετων, πεπεισμένος ὡς ὁ τὰ πάντα εἰδὼς θεὸς δ τι ἂν συμφέρῃ καὶ οὐκ αἰτουμένοις τοῖς ἀγαθοῖς χορηγεί, καθάπερ γὰρ, οἶμαι, τῷ τεχνικῳ τεχνικῶς καὶ τῷ ἐθνικῳ ἐθνικῶς, οὔτω καὶ τῷ γνωστικῷ ἔκαστα ἀπ οδίδοται. καὶ ὁ μὲν ἐξ ἐθνῶν ἐπιστρέφων τὴν πίστιν, ὁ δὲ εἰς γνῶσιν ἐπαναβαίνων «της ἀγάπης τὴν τελειότητα» αἰτήσεται. κορυφαῖος δ’ ἤδη ὁ γνωστικὸς θεωρίαν εὐχεται αὐξειν τε καὶ παραμένειν, καθάπερ ὁ κοινὸς ἄνθρωπος τὸ συνεχές ὑγιαίνειν. ναὶ μὴν μηδὲ ἀποπεσεῖν ποτε τῆς ἀρετῆς αἰτήσεται, συνέργων μάλιστα πρὸς τὸ ἀπτωτος διαγενέσθαι. οἶδεν γὰρ καὶ τῶν ἀγγέλων τινὰς ὑπὸ ῥφθυμίας ὀλισθήσαντας αὖθις χαμαί μηδέπω τέλεον εἰς τὴν μίαν ἐκείνην ἕξιν ἐκ τῆς εἰς τὴν διπλόην ἐπ ιτηδειότητος ἐκθλίψαντας ἑαυτοὺς. τῷ δὲ ἐνθένδε εἰς γνώσεως ἀκρότητα καὶ τὸ ἐπαναβεβηκὸς ὕψος ἀνδρὸς ἐντελοῦς γεγυμνασμένῳ πρὸ ὁδοῦ τὰ κατὰ χρόνον καὶ τόπον ἅπαντα, ἀμεταπτώτως βιοῦν ἑλομένῳ καὶ ἀσκοῦντι διὰ τὴν τῆς γνώμης πάντοθεν μονότονον ἐδραιότητα ὅσοις δὲ βρίθουσά τις ἔτι ὑπολείπεται γωνία κάτω ῥέπουσα, [καὶ] κατασπᾶται τὸ διὰ τῆς πίστεως ἀναγόμενον. τῷ ἄρα ἀναπόβλητον τὴν ἀρετὴν ἀσκήσει γνωστικῇ πεποιημένῳ φυσιοῦται ἡ ἐξις, καὶ καθάπερ τῷ λίθῳ τὸ βάρος, οὕτως τψδε ἡ ἐπιστήμη ἀναπόβλητος οὐκ ἀκουσίως, ἀλλ’ ἑκουσίως, δυνάμει λογική καὶ γνωστικῇ καὶ προνοητική, καθίσταται.

(47) Ἐπεὶ δὲ τὸ μὴ ἀποβληθὲν δὶ εὐ λαβείας ἀναπόβλητον γίνεται, τῆς μὲν εὐλαβείας πρὸς τὸ μὴ ἁμαρτάνειν, τῆς δὲ εὐλογιστίας πρὸς τὸ ἀναπόβλητον τῆς ἀρετῆς ἀνθέξεται. ἡ γνῶσις δὲ ἔοικεν τὴν εὐλογιστίαν παρέχειν, διορᾶν διδάσκουσα τὰ βοηθεῖν πρὸς τὴν παραμονήν τῆς ἀρετῆς δυνάμενα. μέγιστον ἄρα ἡ γνῶσις τοῦ θεοῦ. διὸ καὶ ταύτῃ σῴζεται τὸ ἀν απόβλητον τῆς ἀρετῆς. ὁ δὲ ἐγνωκώς τὸν θεὸν ὅσιος καὶ εὐσεβής. μόνος ἄρα ὁ γνωστικὸς εὐσεβής ἡμῖν εἶναι δέδεικται. οὗτος χαίρει μὲν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, γέγηθεν δὲ ἐπὶ τοῖς ἐπηγγελμένοις, ὡς ἤδη παροῦσιν. οὐ γὰρ λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἐτι, δι’ ὧν ἐγνω φθάσας οἴά ἐστιν. τῇ γνώσει οὖν πεπεισμένος [καὶ] ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο. τὸ γὰρ ἐνδεὲς καὶ ἐπιδεές πρὸς τὸ ἐπιβάλλον μετρεῖται. εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς

 

 

293

μετέχων ἀνενδεὴς εἴη ἄν. οὐ γὰρ ἡ τῆς σοφίας μετάδοσις κινούντων καὶ ἱσχόντων ἀλλήλους τῆς τε ἐνεργείας καὶ τοῦ μετέχοντος γίνεται, οὐδὲ ἀφαιρουμένου τινὸς οὐδὲ ἐν δεοὺς γινομένου ἀμείωτος δ’ οὖν ἡ ἐνέργεια δὶ αὐτῆς τῆς μεταδόσεως δείκνυται. οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετόθετος ἦν κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπὰς τε καὶ διοικήσεις.

(48) Τοὑτῳ συλλαμβάνει καὶ ὁ θεὸς προσεχεστέρῳ τιμήσας ἐπισκοπή. ἡ γάρ; οὐχὶ τῶν ἀγαθῶν ἀνδρῶν χάριν καὶ εἰς τὴν τούτων χρήσιν καὶ ωφέλειαν, μᾶλλον δὲ σωτηρίαν τὰ πάντα γέγονεν; οὔκουν ἀφέλοιτο τούτους τὰ δι’ ὀρετήν, δι’ οὐς τὰ γεγονότα, δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμψῃ ἂν ὃς γε καὶ τοῖς εὖ βιοῦν ἐπανηρημένοις ἱσχὺν πρὸς τὴν λοιπήν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον, τοῖς δὲ ἄξιοις γενομένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος ἐπιγεννηματικὸν γὰρ ἅπαν τῷ γνωστικῳ τὸ ἀγαθόν, εἴ γε δὴ τὸ τέλος ἐστὶν αὐτῷ ἐπίστασθαι καὶ πράσσειν ἐπιστημόνως ἕκαστον, ὡς δὲ ὁ ἰατρὸς ὑγείαν παρέχεται τοῖς συνεργοῦσι πρὸς ὑγείαν, οὕτως καὶ ὁ θεὸς τὴν ἀίδιον σωτηρίαν τοῖς συνεργοῦσι πρὸς γνῶσιν τε καὶ εὐπραγίαν, σὺν δὲ τῷ ποιεῖν, ὄντων ἐφ’ ἡμῖν ἀ προστάττουσιν αἰ ἐντολαὶ, καὶ ἡ ἐπαγγελία τελειοῦται. καὶ μοι δοκεῖ κόχεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι ἀθλητής τις οὐκ ἀγεννής ἐν τοῖς πάλαι πολλῷ τῷ χρόνῳ τὸ σωμάτιον εὖ μάλα πρὸς ἀνδρείαν ἀσκήσας εἰς 'Ολύμπι ἀναβάς, εἰς τοῦ Πισαίου Διὸς τὸ ἄγαλμα ἀποβλέψας, «εἰ πάντα», εἶπεν «ώ Ζεῦ, δεόντως μοι τὰ πρὸς τὸν ἀγῶνα παρεσκεύασται, ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί».

Ἡιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀν επιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ’ ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἰς τε τὴν μάθησιν εἰς τε τὴν συνάσκησιν εἰς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν, ταῦτ οὖν ἀπαιτεῖται παρ’ ἡμῶν, τὰ ἐφ’ ἡμῖν καὶ τῶν πρὸς ἡμᾶς ἀνηκόντων, παρόντων τε καὶ ἀπόντων, αἵρεσίς τε καὶ πόθος καὶ κτήσις καὶ χρήσις καὶ διαμονή.

 

 

294

(49) Διὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινώς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελεως ἑαυτόν ἐξειργασμένον, εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ ἐφ ιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον. ἀλλὰ καῖ τὰς εὐχὰς ἀπάσας ἐπιεικως ἅμα καῖ μετ ἐπιεικων ποιεῖσθαι πρέπον ἐστὶνσφαλερὸν γὰρ τοῖς ἐτέρων ἁμαρτήμασι συνεπιγράφεσθαι. περὶ τούτων ἄρα ὁ γνωστικὸς καὶ συνεύξεται τοῖς κοινότερον πεπιστευκόσι, περὶ ὧν καῖ συμπράττειν καθήκει. ἅπας δὲ ὁ βίος αὐτοῦ πανήγυρις ἅγια, αὐτίκα θυσίαι μὲν αὐτῷ εὐχαί τε καὶ αἵνοι καῖ αἰ πρὸ τῆς ἐστιάσεως ἐντεύξεις τῶν γραφῶν, ψαλμοί δὲ καὶ ύμνοι παρὰ τὴν ἐστίασιν πρὸ τε τῆς κοίτης, ἀλλὰ καὶ νύκτωρ εὐχαί πάλιν, διὰ τούτων ἑαυτόν ἐνοποιεί τῷ «θείῳ χορῷ», ἐκ τῆς συνεχοὺς μνήμης εἰς ἀείμνηστον θεωρίαν ἐντεταγμένος. τί δ’; οὐ καὶ τὴν ἄλλην θυσίαν τὴν κατὰ τοὺς δεομένους ἐπίδοσιν καὶ δογμάτων καὶ χῥημάτων γιγνώσκει; καὶ μάλα. ἀλλὰ τῇ διὰ στόματος εὐχῇ οὐ πολυλόγῳ χρήται, παρὰ τοῦ κυρίου καὶ ἀ χρὴ αἰτεῖσθαι μαθών. ἐν παντὶ τοίνυν τόπῳ, οὐκ ἄντικρυς δὲ οὐδὲ ἐμφανῶς τοῖς πολλοῖς εὐξεται ὅ δὲ καὶ περιπάτῳ χρώμενος καὶ ὁμ ιλίῳ καὶ ἡσυχίῳ καὶ ἀναγνώσει καὶ τοῖς ἔργοις τοῖς κατὰ λόγον κατὰ πάντα τρόπον εὐχεται κἂν ἐν αὐτῷ «τῷ ταμιείφ» τῆς ψυχῆς ἐννοηθή μόνον καὶ «άλαλήτοις στεναγμοῖς ἐπ ικαλέσηται τὸν πατέρα», ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος πάρεστιν. τριῶν δ’ ὅντων πάσης πράξεως τελὼν διὰ μὲν τὸ καλὸν καὶ τὸ συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδύ τοῖς

τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.

 

VIII

(50) Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτη εὐσεβείῳ ἐξεταζόμενον πρόχειρον εἶναι περὶ τε τὸ ψεύσασθαι περὶ τε τὸ ὁμόσαι. δρκος μὲν γὰρ ἐστιν ὁμολογία καθοριστική μετὰ προσπαραλήψεως θείας, ὁ δὲ ἅπαξ πιστὸς πῶς ἂν ἑαυτόν ἄπιστον παράσχοι, ὡς καὶ δρκου δεῖσθαι, οὐχὶ δὲ ἐμπέδως καὶ καθωρισμένως ὅρκον εἶναι τούτω τὸν βίον; ζῇ τε καὶ πολιτεύεται καὶ τὸ πιστὸν τῆς ὁμολογίας ἐν ἀμεταπτώτω καὶ ἐδραίῳ δείκνυσι βίῳ τε καὶ λόγω, εἰ δὲ ἐν τῇ κρίσει τοῦ δρῶντος καὶ λαλοῦντος τὸ

 

 

295

ἀδικεῖν, οὐχὶ δὲ ἐν τῷ πάθει κεῖται τοῦ ἀδικουμένου, οὔτε ψεύσεται οὔτε ἐπιορκήσει ὡς ἀδικῶν τὸ θεῖον, τοῦτο φύσει ἀβλαβἐς ὑπάρχειν εἰδὼς ἀλλ’ οὐδὲ διὰ τὸν πλησίον ψεύσεται ἤ παραβήσεται τι, ὅν γε ἀγαπᾶν μεμάθηκεν, κἂν μὴ συνήθης τυγχάνῃ δὶ ἑαυτόν δὲ ἄρ' ἔτι μᾶλλον οὔτε ψεύσεται οὔτε ἐπιορκήσει, εἴ γε ἑκὼν οὐκ ἄν πότε ἄδικος εἰς ἑαυτόν εὐρεθείη. ἀλλ’ οὐδὲ ὁμεῖται, ἐπὶ μὲν τῆς συγκαταθέσεως μόνον τὸ «ναι», ἐπὶ δὲ τῆς ἀρνήσεως τὸ «οἤ» προελόμενος τασσειν ἐπίῤῥημα, ὁμνύναι γὰρ ἐστι τὸ ὅρκον ἡ ὡς ἂν ὅρκον ἀπὸ διανοίας προσφέρεσθαι παραστατικώς. (51) ἀρκεῖ τοίνυν αὐτῷ ἤτοι τῇ συγκαταθέσει ἡ τῇ ἀρνήσει προσθέιναι τὸ «άληθώς λέγω» εἰς παράστασιν τῶν μὴ διορώντων αὐτοῦ τὸ βέβαιον τῆς ἀποκρίσεως. ἔχειν γὰρ, οἶμαι, χρῃ πρὸς μὲν τοὺς ἔξω τὸν βίον ἀξιόπιστον, ὡς μηδὲ ὅρκον αἰτεῖσθαι, πρὸς ἑαυτόν δὲ καὶ τοὺς συνιέντας εὐγνωμοσύνην, ἥτις ἐστὶν ἐκούσιος δικαιοσύνη, αὐτίκα εὐορκος μέν, οὐ μὴν εὐεπίφορος ἐπὶ τὸ ὁμνύναι ὁ γνωστικὸς, ὄ γε σπανίως ἐπὶ τὸ ὁμνύναι ἀφικνούμενος, οὕτως μέντοι ὡς ἐφαμεν. καίτοι τὸ ἀληθεύειν κατὰ τὸν ὅρκον μετὰ συμφωνίας τῆς κατὰ τὸ ἀληθὲς γίνεταιτό εὐορκεῖν οὖν συμβαίνει κατὰ τὴν κατόρθωσιν τὴν ἐν τοῖς καθήκουσιν. που τοίνυν ἔτι τοῦ δρκου χρεία τῷ κατὰ ἀκρον ἀληθείας βιοῦντι; ὁ μὲν οὖν μηδὲ ὁμνὺς πολλοῦ γε δεῖ ἐπιορκήσει, ὁ δὲ μηδὲν παραβαίνων τῶν κατὰ τὰς συνθήκας οὐδ' ἂν ὁμόσαι πώποτε, ὅπου γε τῆς τε παραβάσεως καὶ τῆς ἐπιτελέσεως ἐν τοῖς ἔργοις ἡ κύρωσις, ὥσπερ ἀμέλει τὸ ψεύδεσθαι καὶ τὸ ψευδορκεῖν ἐν τῷ λέγειν καὶ τῷ ὁμνύναι παρὰ τὸ καθήκον, ὁ δὲ δικαίως βιοὺς μηδὲν παραβαίνων τῶν καθηκόντων, ἔνθα ἡ κρίσις ἡ τῆς ἀληθείας ἐξετάζεται, τοῖς ἔργοις εὐορκεῖ παρέλκει τοίνυν αὐτῷ τὸ κατὰ τὴν γλώτταν μαρτύριον. πεπεισμένος οὖν πάντῃ τὸν θεὸν εἶναι πάντοτε καὶ α'ιδούμενος μὴ ἀληθεύειν ἀνάξιὸν τε αὐτοῦ τὸ ψεύδεσθαι γινώσκων, τῇ συνειδήσει τῇ θείῳ καὶ τῇ ἑαυτοῦ ὀρκεῖται μόναις καὶ ταύτῃ οὐ ψεύδεται οὐδὲ παρὰ τὰς συνθήκας τι ποιεῖ, ταύτῃ δὲ οὐδὲ δμνυσιν ὅρκον ἀπαιτηθείς οὐδὲ 'έξαρνὸς ποτε γίνεται, ἵνα μὴ ψεύσηται, κἂν ἐναποθνήσκῃ ταῖς βασάνοις.

 

 

296

IX

(52) Πλεῖον δὲ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἐτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰ κονομίαν λόγῳ τε καὶ ἔργῳ ἀναδεξάμενος, δι’ ἧς πρὸς τὸ θεῖον συνάφειάν τε καὶ κοινωνίαν ίμμεσιτεύει. ὡς δὲ οἱ τὰ ἐπίγεια θρησκεύοντες τοῖς ἀγάλμασι καθάπερ ἐπαῖουσι προσεύχονται, τὰς βεβαίας ἐπὶ τούτων τιθέμενοι συνθήκας, οὕτως ἐπὶ τῶν ἐμψύχων ἀγαλμάτων, τῶν ἀνθρώπων, ἡ μεγαλοπρέπεια τοῦ λόγου ἡ ἀληθὴς πρὸς τοῦ ἄξιοπίστου παραλαμβάνεται διδασκάλου, καὶ ἡ εἰς τούτους εὐεργεσία εἰς αὐτὸν ἀναφέρεται τὸν κύριον, οὗ κατ εἰκόνα παιδεύων ὁ τῷ ὄντι ἄνθρωπος δημιουργεῖ καὶ μεταῤῥυθμίζει καινίζων εἰς σωτηρίαν τὸν κατηχούμενον ἄνθρωπον, ὡς γὰρ τὸν σίδηρον ”Αρην προσαγορεύουσιν Ἕλληνες καὶ τὸν οἶνον Διόνυσον κατὰ τίνα ἀναφοράν, οὕτως ὁ γνωστικὸς, ἰδίαν σωτηρίαν ἡγούμενος τὴν τῶν πέλας ὠφέλειαν, ἄγαλμα ἐμψυχον εἰκότως ἂν τοῦ κυρίου λέγοιτο, οὐ κατὰ τὴν τῆς μορφής ἰδιότητα, ἀλλὰ κατὰ τὸ τῆς δυνάμεως σύμβολον καὶ κατὰ τὸ τῆς κηρύξεως ὁμοίωμα.

(53) Πᾶν ἄρα ὅτιπερ ἄν ἐν νῷ, τοῦτο καὶ ἐπὶ γλώσσης φέρει πρὸς τοὺς ἐπαΐειν ἀξιους ἐκ τῆς συγκαταθέσεως, [καὶ] ἀπὸ γνώμης λέγων ἅμα καὶ βιούς. ἀληθῆ τε γὰρ φρονεί δίψα καὶ ἀληθεύει, πλὴν εἰ μὴ ποτε ἐν θεραπείας μέρει, καθάπερ ἰατρὸς πρὸς νοσοῦντας ἐπὶ σωτὴρίᾳ τῶν καμνόντων, ψεύσεται ἡ ψεῦδος ἐρεῖ κατὰ τοὺς σοφιστὰς. αὐτίκα Τιμόθεον ὁ γενναῖος περιέτεμεν ἀπόστολος, κεκραγὼς καὶ γράφων περιτομήν τὴν χειροποίητον οὐδὲν ὠφελεῖν ἀλλ’ ἵνα μή, ἀθρόως ἀποσπῶν τοῦ νόμου πρὸς τὴν ἐκ πίστεως τῆς καρδίας περιτομήν, ἀφηνιάζοντας ἔτι τοὺς ἀκροωμένους τῶν Ἑβραίων ἀποῤῥήξαι τῆς συναγωγής ἀναγκάσῃ, συμπεριφερόμενος «Ἰουδαῖοις Ἰουδαῖος ἐγένετο, ἵνα πάντας κερδήση». ὁ τοίνυν μέχρι τῆς συμπεριφοράς διὰ τὴν τῶν πέλας σωτηρίαν συγκαταβαίνων (ψιλώς διὰ τὴν τῶν δι’ οὖς συμπεριφέρεται σωτηρίαν), οὐδεμιάς ὑποκρίσεως διὰ τὸν ἐπηρτημένον τοῖς δικαίοις ἀπὸ τῶν ζηλούντων κίνδυνον μετέχων, οὗτος οὐδαμῶς ἀναγκάζεταιεπί δὲ τῶν πλησίον ὠφελείᾳ μόνη ποιήσει τινά, ἀ οὐκ ἂν προηγουμένως αὐτῷ πραχθείῃ, εἰ μὴ δι’ ἐκείνους ποιοίη. οὗτος ἑαυτόν ἐπιδίδωσιν

 

 

297

ὑπὲρ τῆς ἐκκλησίας, ὖπὲρ τῶν γνωρίμων οὖς αὐ τὸς «ἐγέννησεν» ἐν πίστει, εἰς ὑπόδειγμα τοῖς διαδέξασθαι τὴν ἄκραν οἰ κονομίαν τοῦ φιλάνθρωπου καὶ φιλόθεου παιδευτοῦ δυναμένοις, εἰς παράστασιν τῆς ἀληθείας τῶν λόγων, εἰς ἐνέργειαν τῆς ἀγάπης τῆς πρὸς τὸν κύριον, ἀδούλωτος οὗτος ἐν φόβῳ, ἀληθὴς ἐν λόγῳ, καρτερικὸς ἐν πόνῳ, μηδὲ ἐν τῷ προφορικῳ λόγῳ ψεύσασθαι θέλων ποτε κἂν τούτῳ τὸ ἀναμάρτητον πάντοτε κατορθών, ἐπεὶ τὸ ψεῦδος αὐτό, ἅτε μετὰ τινὸς δόλου εἰρημένον, οὐκ ἀργὸς ἐστι λόγος, ἀλλ’ εἰς κακίαν ἐνεργεῖ. (54) πάντοθεν ἄρα μαρτυρεῖ τῇ ἀληθείᾳ μόνος ὁ γνωστικὸς καὶ ἔργῳ καὶ λόγῳ ἀεὶ γὰρ κατορθοῖ ἐν πᾶσι πάντως, καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ.

Αὐτῃ μὲν ουν, ὡς ἐν ἐπιδρομή φάναι, ἡ τοῦ Χριστιανού θεοσέβεια, εἰ δὴ καθηκόντως ταῦτα ποιεῖ καὶ κατὰ λόγον τὸν ὀρθὸν, εὐσεβῶς ποιεῖ καὶ δικαίως, ε! δὲ ταῦτα οὕτως ἔχει, μόνος ἂν εἴη τῷ ὄντι εὐσεβής τε καὶ δίκαιος καὶ θεοσεβής ὁ γνωστικὸς, οὐκ ἄρα ἄθεος ὁ Χριστιανὸς (τουτὶ γὰρ ἦν τὸ προκείμενον ἐπιδεῖξαι τοῖς φιλοσόφοις), ὥστε οὐδὲν κακὸν ἡ αἰσχρόν, ὂ ἐστιν ἄδικον, κατὰ μηδὲνα τρόπον ἐνεργήσει ποτέ, ἀκολούθως τοίνυν οὐδὲ ἀσεβεῖ, ἀλλ’ ἤ μονος τῷ ὄντι θεοσεβεῖ ὁσίως καὶ προσηκόντως, τὸν ὄντως ὄντα θεὸν πανἡγεμόνα καὶ βασιλέα καὶ παντοκράτορα κατὰ τὴν ἀληθῆ θεοσέβειαν ὁσίως προστρεπόμενος.

 

Χ

(55) Ἔστιν γὰρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσις τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένῃ κατὰ τε τὸν τρόπον καὶ τὸν βίον καὶ τὸν λόγον, σύμφωνος καὶ ὁμόλογος ἑαυτή τε καὶ τῷ θείῳ λόγῳ. διὰ ταύτης γὰρ τελειοῦται ἡ πίστις, ὡς τελείου τοῦ πιστοῦ ταύτῃ μόνως γιγνομένου. πίστις μὲν οὖν ἐνδιάθετὸν τί ἐστιν ἀγαθόν, καὶ ἄνευ τοῦ ζητεῖν τὸν θεὸν ὁμολογούσα εἶναι τοῦτον καὶ δοξάζουσα ὡς ὄντα. ὅθεν χρή, ἀπὸ ταύτης ἀναγόμενον τῆς πίστεως καὶ αὐξηθέντα ἐν αὐτῇ χάριτι τοῦ θεοῦ, τὴν περὶ αὐτοῦ κομίσασθαι ὡς οἷόν τέ ἐστιν γνῶσιν. γνῶσιν δὲ σοφίας τῆς κατὰ διδασκαλίαν ἐγγινομένης διαφέρειν φαμὲν. ἡ μὲν γὰρ τί ἐστι γνῶσις, ταύτῃ πάντως καὶ σοφία τυγχάνει, ᾗ

 

 

298

δέ τι σοφία, οὐ πάντως γνῶσις. ἐν μόνη γὰρ τῇ τοῦ προφορικού λόγου τὸ τῆς σοφίας ὄνομα φαντάζεται, πλὴν ἀλλὰ τὸ μὴ διστάσαι περὶ θεοῦ, πιστεῦσαί δὲ θεμέλιος γνώσεως, ἄμφω δὲ ὁ Χριστός, ὅ τε θεμέλιος ἡ τε ἐποικοδομή, δι’ οὗ καὶ ἡ &ρχή καὶ τὰ τέλῃ, καὶ τὰ μίν ἄκρα οὐ διδάσκεται, ἡ τε ἀρχὴ καὶ τὸ τέλος, πίστις λέγω καὶ ἡ ἀγάπη, ἡ γνῶσις δὲ ἐκ παραδόσεως διαδιδομένῃ κατὰ χάριν θεοῦ τοῖς ἄξιους σφᾶς αὐτοὺς τῆς διδασκαλίας παρεχομένοις οἶον παρακαταθήκῃ ἐγχειρίζεται, ἀφ' ἧς τὸ τῆς ἀγάπης ἀξίωμα ἐκλάμπει ἐκ φωτὸς εἰς φῶς. εἴρηται γὰρ «τῷ ἔχοντι προστεθήσεται», τῇ μίν πίστει ἡ γνῶσις, τῇ δὲ γνώσει ἡ ἀγάπη, τῇ ἀγάπη δὲ ἡ κληρονομιά. (56) γίνεται δὲ τοῦτο, ὁπόταν τις κρεμασθή τοῦ κυρίου διὰ τε πίστεως διὰ τε γνώσεως διὰ τε ἀγάπης καὶ συναναβή αὐτῷ ἔνθα ἐστὶν ὁ τῆς πίστεως ἡμῶν καὶ ἀγάπης θεὸς καὶ φρουρὸς ὅθεν ἐπὶ τέλει ἡ γνῶσις παραδίδοται τοῖς εἰς τοῦτο ἐπιτηδείοις καὶ ἐγκρίτοις διὰ τὸ πλείονος παρασκευής καὶ προγυμνασίας δεῖσθαι καὶ πρὸς τὸ ἀκούειν τῶν λεγομένων καὶ εἰς καταστολήν βίου καὶ εἰς τὸ ἐπὶ πλέον τῆς κατὰ νόμον δικαιοσύνης κατ ἐπίστασιν προεληλυθέναι. αὐτή πρὸς τέλος ἄγει τὸ ἀτελεύτητον καὶ τέλειον, προδιδάσκουσα τὴν ἐσομένην ἡμῖν κατὰ τὸν θεὸν μετὰ θεῶν δίαιταν, ἀπολυθέντων ἡμῶν κολάχτεως καὶ τιμωρίας ἁπάσης, ἀς ἐκ τῶν ἁμαρτημάτων εἰς παιδείαν ὑπομίνομεν σωτήριον μεθ' ἦν ἀπολύτρωσιν τὸ γέρας καὶ αἰ τιμαὶ τελειωθεῖσιν ἀποδίδονται, πεπαυμένοις μὲν τῆς καθάρσεως, πεπαυμένοις δὲ καὶ λειτουργίας τῆς ἄλλης, κἂν ἅγια ἡ καὶ ἐν ἀγίοιςέπειτα καθαροὺς τῇ καρδίᾳ γενομένους κατὰ τὸ προσεχές τοῦ κυρίου προσμένει τῇ θεωρίᾳ τῇ ἀιδίῳ ἀπ οκατάστασις. καὶ θεοὶ τὴν προσηγορίαν κέκληνται, οἱ σύνθρονοι τῶν ἄλλων θεῶν, τῶν ὑπὸ τῷ σωτῆρι πρώτων τεταγμένων, γενησόμενοι. ταχεία τοίνυν εἰς κάθαρσιν ἡ γνῶσις καὶ ἐπιτήδειος εἰς τὴν ἐπὶ τὸ κρεῖττον εὐπρόσδεκτον μεταβολὴν. (57) ὅθεν καὶ ῥᾳδίως εἰς τὸ συγγενές τῆς ψυχῆς θεῖὸν τε καὶ ἅγιον μετοικίζει καὶ διὰ τινὸς οἰκείου φωτὸς διαβιβάζει τὰς προκοπὰς τὰς μυστικάς τὸν ἄνθρωπον, ἄχρις ἂν εἰς τὸν κορυφαῖον ἀποκαταστήσῃ τῆς ἀναπαύσεως τόπον, τὸν καθαρὸν τῇ καρδίᾳ πρόσωπον πρὸς πρόσωπον ἐπιστημωνικώς καὶ καταληπτικῶς τὸν θεὸν ἐποπτεύειν διδάξασα. ἐνταῦθα γὰρ που τῆς γνωστικῆς ψυχῆς ἡ τελείωσις, πάσης

 

 

299

καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβασαν σὺν τῷ κυρίῳ γίγνεσθαι, ὅπου ἔστιν προσεχῶς ὑποτεταγμένη. ἡ μίν οὖν πίστις σύντομὸς ἔστιν, ὡς εἰπεῖν, τῶν κατεπειγόντων γνῶσις, ἡ γνῶσις δὲ ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βέβαιος, διὰ τῆς κυριακῆς διδασκαλίας ἐποικοδομουμένῃ τῇ πίστει εἰς τὸ ἀμετάπτωτον καὶ μετ ἐπιστήμης [καὶ] καταληπτὸν παραπέμπουσα. καὶ μοι δοκεῖ πρώτη τις εἶναι μεταβολή σωτήριος ἡ ἐξ ἐθνῶν εἰς πίστιν, ὡς προεῖπον, δευτέρα δὲ ἡ ἐκ πίστεως εἰς γνῶσιν ἡ δέ, εἰς ἀγάπην περαιουμένῃ, ἐνθένδε ἤδη φίλον φίλῳ τὸ γιγνώσκον τῷ γιγνωσκομένῳ παρίστησιν. καὶ τάχα ὁ τοιοῦτος ἐνθένδε ἤδη προλαβὼν ἔχει τὸ «ίσάγγελος» εἶναι. μετὰ γοῦν τὴν ἐν σαρκὶ τελευταίαν ὑπεροχήν ἀεὶ κατὰ τὸ προσῆκον ἐπὶ τὸ κρεῖττον μεταβάλλων, εἰς τὴν πατρψαν αὐλήν ἐπὶ τὴν κυριακήν ὄντως διὰ τῆς ἁγιας ἑβδομάδος ἐπείγεται μονήν, ἐσόμενος, ὡς εἰπεῖν, φῶς ἐστὸς καὶ μένον ἀιδίως, πάντῃ πάντως ἄτρεπτον.

(58) Ὁ πρῶτος τῆς κυριακῆς ἐνεργείας τρόπος τῆς εἰρημένης ἡμῖν κατὰ τὴν θεοσέβειαν ἀμοιβής δεῖγμα. πολλῶν ὅσων μαρτυρίων ὄντων παραστήσομαι ἐν κεφαλαιωδῶς πρὸς τοῦ προφήτου Δαβὶδ ὧδέ πῶς εἰρημένον «τις ἀναβήσεται εἰς τὸ δρος τοῦ κυρίου; ἡ τις στήσεται ἐν τόπῳ ἀγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ οὐδὲ ὤμωσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἑλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. αὐτή ἡ γενεᾷ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἱακώβ.» συντόμως, οἶμαι , τὸν γνωστικὸν ἐμήνυσεν ὁ προφήτης κατὰ παραδρομήν , ὡς ἔοικεν, ἡμῖν θεὸν εἶναι τὸν σωτῆρα ἀπέδειξεν ὁ Δαβὶδ «πρόσωπον» αὐτὸν εἰπὼν «τοῦ θεοῦ Ἰακὼβ», τὸν εὐαγγελισάμενον καὶ διδάξαντα περὶ τοῦ πατρός. διὸ καὶ ὁ ἀπόστολος «χαρακτήρα τῆς δόξης τοῦ πατρός» τὸν υἱὸν προσεῖπεν, τὸν τὴν ἀλήθειαν περὶ τοῦ θεοῦ διδάξαντα καὶ χαρακτηρίσαντα ὅτι «θεὸς καὶ πατὴρ εἴς» καὶ μόνος ὁ παντοκράτωρ, «ὃν οὐδεὶς ἐγνω εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψη». ἕνα δὲ εἶναι τὸν θεὸν διὰ τοῦ «ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἱακώβ» μεμήνυται, ὅν «μόνον» ὅντα

 

 

300

θεὸν πατέρα «ἀγαθὸν» χαρακτηρίζει ὁ σωτὴρ ἡμῶν καὶ θεὸς, ἡ γενεἀ δὲ τῶν ζητούντων αὐτὸν «τὸ γένος» ἐστι «τὸ ἐκλεκτὸν», τὸ ζητητικὸν εἰς γνῶσιν.

(59) Διὰ τοῦτο καὶ ὁ ἀπ όστολὸς φησὶν «οὐδὲν ὑμᾶς ωφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἡ ἐν ἀποκαλύψει ἡ ἐν γνώσει ἡ ἐν προφητείᾳ ἡ ἐν διδαχή.» καίτοι πράσσεταί τίνα καὶ πρὸς τῶν μὴ γνωστικῶν ὀρθώς, ἀλλ’ οὐ κατὰ λόγον, οἶον ἐπὶ ἀνδρείας. ἔνιοι γὰρ ἐκ φύσεως θυμοειδείς γενόμενοι, εἶτα ἄνευ τού λόγου τοῦτο θρέψαντες, ἀλόγως ἐπὶ τὰ πολλὰ ὀρμώσι καὶ ὅμοια τοῖς ἀνδρείοις δρώσιν, ὥστε ἐνίοτε τὰ αὐτὰ κατορθοῦν οἷον βασάνους ὑπομένειν εὐκόλως, ἀλλ’ οὔτε ἀπὸ τῆς αὐτῆς αἰτίας τῷ γνωστικῳ οὔτε καὶ τὸ αὐτὸ προθέμενοι, οὐδ? «άν τὸ σῶμα ἅπαν ἐπιδιδώσιν» «άγάττην γὰρ οὐκ ἔχουσι» κατὰ τὸν ἀπόστολον τὴν διὰ τῆς γνώσεως γεννωμένην. πᾶσα οὖν ἡ διὰ τοῦ ἐπιστήμονος πρᾶξις εὐπραγία, ἡ δὲ διὰ τοῦ ἀνεπιστήμονος κακοπραγία, κἂν ἔνστασιν σῴζῃ, ἐπεὶ μὴ ἐκ λογισμοῦ ἀνδρίζεται μηδὲ ἐπὶ τι χρήσιμον τῶν ἐπὶ ἀρετὴν καὶ ἀπὸ ἀρετῆς καταστρεφόντων τὴν πρᾶξιν κατευθύνει, ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, ὥστε καὶ ἐπὶ θεοσεβείας ἀνὰ λόγον, οὐ μόνον τοίνυν τοιοῦτος ἡμῖν κατὰ τὴν ὁσιότητα ὁ γνωστικὸς, ἀκόλουθα δὲ τῇ ἐπιστημονική θεοσεβείᾳ καὶ τὰ περὶ τὴν ἄλλην πολιτείαν ἐπαγγέλματα. τὸν βίον γὰρ τοῦ γνωστικοῦ διαγράφειν ἡμῖν πρόκειται τὰ νῦν, οὐχὶ τὴν τῶν δογμάτων θεωρίαν παρατίθεσθαι, ἣν ὕστερον κατὰ τὸν ἐπιβάλλοντα καιρὸν ἐκθησόμεθα, σῴζοντες ἅμα καὶ τὴν ἀκολουθίαν.

 

XI

(60) Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν, ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασθαι λαβεῖν τὴν γνῶσιν κομίζων οἴκοθεν, πρόθυμος μαθητής τοῦ κυρίου γίνεται, εὐθέως δὲ ἀκούσας θεὸν τε καὶ πρόνοιαν ἐπίστευσεν ἐξ ὧν ἐθαύμασεν. ἐνθένδε οὖν ὀρμώμενος ἐκ παντὸς τρόπου συνεργεῖ πρὸς τὴν μάθησιν, πάντ ἐκεῖνα ποιῶν δι’ ὧν λαβεῖν δυνήσεται τὴν γνῶσιν ὧν ποθεί (πόθος δὲ κατὰ προκοπήν πίστεως ἅμα ζητήσει κραθεὶς συνίσταται), τὸ δ’ ἐστὶν ἄξιον γενέσθαι τῆς τοσαύτης καὶ τηλικαὑτης θεωρίας, οὕτως γεύσεται τοῦ θελήματος τοῦ θεοῦ

 

 

301

ὁ γνωστικὸς οὐ γὰρ τὰς ἀκοὰς, ἀλλὰ τὴν ψυχὴν παρίστησι τοῖς ὑπο τῶν λεγομένων δηλουμένοις πράγμασιν. οὐσίας τοίνυν καὶ τὰ πράγματα αὐτὰ παραλαβὼν διὰ τῶν λόγων εἰκότως καὶ τὴν ψυχὴν ἐπὶ τὰ δέοντα ἄγει, τὸ «μὴ μοιχεύσης, μὴ φονεύσης» ἰδίως ἐκλαμβάνων ὡς εἴρηται τῷ γνωστικῳ, οὐχ ὡς παρὰ τοῖς ἄλλοις ὑπείληπται.

(61) Πρόεισιν οὖν ἐγγυμναζόμενος τῇ ἐπ ιστημονική θεωρίᾳ εἰς τὸ ἐναγωνίσασθαι τοῖς καθολικώτερον καὶ μεγαλοπρεπέστερον εἰρημένοις. εἰδὼς εὖ μάλα ὅτι «ὁ διδάσκων ἄνθρωπον γνῶσιν» κατὰ τὸν προφήτην «κύριός» ἐστιν, διὰ στόματος ἀνθρωπίνου κύριος ἐνεργὼν ταύτῃ καὶ σάρκα ἀν είληφεν. εἰκότως οὖν οὐδέποτε τὸ ἡδύ πρὸ τοῦ συμφέροντος αἰρεῖται, οὐδ? ἂν προκαλήται αὐτὸν κατὰ τίνα περίστασιν προκαταληφθέντα ἐταιρικώς ἐκβιαζομένῃ ωραία γυνή, ἐπεὶ μηδὲ τὸν Ἰωσήῳ παράγειν τῆς ἐνστάσεως ἴσχυσεν ἡ τοῦ δεσπότου γυνή, ἀπεδύσατο δὲ αὐτῇ πρὸς βίαν κατεχούσῃ τὸν χιτῶνα, γυμνὸς μὲν τῆς ἁμαρτίας γενόμενος, τὸ κόσμιον δὲ τοῦ ήθους περιβαλλόμενος, εἰ γὰρ καὶ οἱ τοῦ δεσπότου ὀφθαλμοὶ οὐχ έώρων, τοῦ Αἰγυπτίου λέγω, τὸν Ἰωσήῳ, ἀλλ’ οἱ γε τοῦ παντοκράτορος ἐπεσκόπουν. ἡμεῖς μὲν γὰρ τῆς φωνῆς ἀκούομεν καὶ τὰ σώματα θεωροῦμεν, ὁ θεὸς δὲ τὸ πρᾶγμα, ἀφ’ οὗ φέρεται τὸ φωνεῖν καὶ βλέπειν, ἐξετάζει. ἀκολούθως ἄρα κἂν νόσος ἐπίῃ καὶ τι τῶν περιστατικὼν τῷ γνωστικῳ, καὶ δὴ μάλιστα ὁ φοβερώτατος θάνατος, ἀτρεπτος μένει κατὰ τὴν ψυχὴν, πάντα εἰδὼς τὰ τοιαῦτα κτίσεως ἀνάγκην εἶναι, ἀλλὰ καὶ οὕτως δυνάμει τοῦ θεοῦ «φό^ρμακον» γίνεσθαι «σωτηρίας», διὰ παιδείας τοὺς ἀπηνέστερον μεταῤῥυθμισμένους εὐεργετοῦντα, πρὸς τῆς ἀγαθῆς ὄντως κατ1 ἀξίαν μεριζόμενα προνοίας.

(62) Χρώμενος τοίνυν τοῖς κτιστοῖς, ὁπόταν αἰρή λόγος, εἰς ὅσον αἰρεῖ, κατὰ τὴν ἐπὶ τὸν κτίσαντα εὐχαριστίαν καὶ τῆς ἀπολαύσεως κύριος καθίσταται, οὐ μνησικακεῖ ποτέ, οὐ χαλεπαίνει οὐδενὶ, κἂν μίσους ἄξιος τυγχάνῃ, ἐφ’ οἷς διαπράττεταισέβει μὲν γὰρ τὸν ποιητὴν, ἀγαπᾳ δὲ τὸν κοινωνὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. καὶ δὴ καὶ συμπάσχει τῷ σώματι τῷ φύσει παθητῷ ἐνδεδεμένος, ἀλλ’ οὐ πρωτοπαθεῖ κατὰ τὸ πάθος, κατὰ γοῦν τὰς ἀκουσίους περιστάσεις ἀνάγων ἑαυτόν ἀπὸ τῶν πόνων ἐπὶ τὰ

 

 

302

οἰκεῖα οὐ συναποφέρεται τοῖς ἀλλοτρίοις αὐτοῦ, συμπεριφέρεται δὲ τοῖς ἀναγκαίοις αὐτοῦ μόνον εἰς ὅσον ἀ βλαβής τηρείται ἡ ψυχή, οὐ γὰρ που ἐν ὑπ ολήψει, ἀλλ’ οὐδὲ ἐν τῷ δοκεῖν πιστὸς εἶναι βούλεται, γνώσει δὲ καὶ ἀληθείᾳ, ὅ ἐστιν ἔργῳ βεβαίῳ καὶ λόγῳ [καὶ] ἐνεργῷ. οὐκοῦν οὐ μόνον ἐπ αινεί τὰ καλά, ἀλλὰ καὶ αὐτὸς βιάζεται εἶναι καλός, ἐκ τοῦ «άγαθοῦ καὶ πιστοῦ δούλου» μεταβαίνων δὶ ἀγάπης εἰς «φίλον» διὰ τὸ τέλεον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως τῆς ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο.

(63) Ἡς ἄν οὖν ἐπ' ἄκρον γνώσεως ἥκειν βιαζόμενος, τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλέονεκτήματά ἐστιν τοῦ κατ ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορὼν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπειρους δ’ ὅσους ἡμῖν ἀριθμώ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾳ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἑλπιζόμενα, μᾶλλον δὲ τὰ ἐγνωσμένα ἡδῃ, εἰς κατάληψιν δὲ ἑλπι ζόμενα. ταύτῃ ἄρα τοὺς πόνους καὶ του; βασάνους καὶ τὰς θλίψεις, οὐχ ὡς παρὰ τοῖς φιλοσόφοις οἱ ἀνδρεῖοι, ἐλπίδι τοῦ παύσασθαι μίν τὰ ἐνεστώτα ἀλγεινά, αὖθις δὲ τῶν ἡδέων μετασχεῖν, ὑπομίνει, ἀλλ’ ἡ γνῶσις αὐτῷ πεῖσμα βεβαιότατον ἐνεγέννησεν τῆς τῶν μελλόντων [ἐλπίδων] ἀπ ολήψεως. διόπερ οὐ μόνον τῶν ἐνταῦθα κολάσεων, ἀλλὰ καὶ τῶν ἡδέων ἁπάντων καταφρονεί, φασὶ γοῦν τὸν μακάριον Πέτρον θεασάμενον τὴν αὐτοῦ γυναῖκα ἀγομένην τὴν ἐπὶ θάνατον, ἡσθήναι μὲν τῆς κλήσεως χάριν καὶ τῆς εἰς οἶκον ἀνακομιδής, ἐπιφωνήσαι δὲ εὐ μάλα προτρεπτικώς τε καὶ παρακλητικώς, ἐξ ὀνόματος προσειπόντα «μέμνησο, ώ αὐτῃ, τοῦ κυρίου». (64) τοιοῦτος ἦν ὁ τῶν μακαρίων γάμος καὶ ἡ μέχρι τῶν φιλτάτων τελεία διάῦθεσις. ταύτῃ καὶ ὁ ἀπόστολος «ὁ γαμῶν» φησὶν «ὡς μὴ γαμῶν». ἀπ ροσπαθή τὸν γάμον ἀξιὼν εἶναι καὶ «ἀπερίσπαστον» τῆς πρὸς τὸν κύριον ἀγάπης, ἧς ἔχεσθαι ἀποδημούσῃ τοῦ βίου πρὸς τὸν κύριον τῇ γυναικὶ ὁ τῷ ὄντι ἀνὴρ παρηνεσεν. ἀρ1 οὐ πρόδηλος ἦν ἡ πίστις αὐτοῖς τῆς μετὰ θάνατον ἑλπίδος τοῖς καὶ ἐν αὐταῖς τῶν κολάσεων ταῖς ἀκμαῖς εὐχαριστοῦσι τῷ θεῷ;

 

 

304

βεβαίαν γὰρ, οἶμαι, τὴν πίστιν ἐκέκτηντο, ἡ κατηκολούθουν πισταί καὶ ἐν εργειαι, ἔστιν οὖν ἐν πάσῃ περιστάσει ἐῤῥωμένῃ τοῦ γνωστικοῦ ἡ ψυχή, °^ον ἀθλητοῦ τὸ σῶμα ἐν ἀκρῳ εὐεξίᾳ καὶ ῥώμῃ καθεστηκυῖα. εὐβουλος μὲν γόνρ ὑπάρχει περὶ τὰ ἀνθρώπων, τῷ δικαίῳ τὸ πρακτέον γνωματεύουσα, του; ἀρχάς θεόθεν ἄνωθεν καὶ πρὸς τὴν θείαν ἐξομοίωσιν πραότητα ἡδονῶν καὶ λυπὼν σωματικὼν περιπεποιημίνῃ κατεξανῖσταται δὲ τῶν φόβων εὐθαρσῶς καὶ πεποιθως τῷ θεῷ. ἀτεχνῶς οὖν ἐπ ίγειος εἰκὼν θείας δυνάμεως ἡ γνωστικὴ ψυχή, τελείᾳ ἀρετῃ κεκοσμημένῃ, ἐκ πάντων ἅμα τούτων, φύσεως, ἀσκήσεως, λόγου, συνηυξημένη. τοῦτο τὸ κάλλος τῆς ψυχῆς «νεώς» γίνεται «τοῦ ἁγιου πνεύματος» ὅταν διάθεσιν ὁμολογουμένην τῷ εὐαγγελίῳ κατὰ πάντα κτήσηταί τὸν βίον. (65) ὁ τοιοῦτος ἄρα κατεξανίσταται παντὸς φόβου, παντὸς δεινοῦ, οὐ μόνον θανάτου, ἀλλὰ καὶ πενίας καὶ νόσου ἀδοξίας τε καὶ τῶν ὅσα τούτοις συγγενῆ, ἀήττητος ἡδονῇ γενόμενος καὶ τῶν ἀλογων ἐπιθυμιῶν κύριος, εὐ γὰρ οἶδεν τὰ ποιητέα καὶ μή, ἐγνωκώς κατὰ κράτος τὰ τε τῷ ὄντι δεινά καὶ τὰ μή. ὅθεν ἐπιστημόνως ὑφίσταται ἀ δεῖν καὶ προσήκειν αὐτῷ ὁ λόγος ὑπαγορεύει, διακρίνων ἐπιστημόνως τὰ τῷ ὄντι θαῤῥαλέα (τουτέστι τὰ ἀγαθά) ἀπὸ τῶν φαινομένων καὶ τὰ φοβερά ἀπὸ τῶν δοκούντων, οἷον θανάτου καὶ νόσου καὶ πενίας, ἅπερ δόξης μᾶλλον ἡ ἀληθείας ἔχεται. οὗτος ὁ τῷ ὄντι ἀγαθὸς ἀνὴρ ὁ ἔξω τῶν παθῶν, κατὰ τὴν ἕξιν ἡ διάθεσιν τῆς ἐναρέτου ψυχῆς ὑπερβάς ὅλον τὸν ἐμπαθῆ βίον. τούτῳ «πάντα εἰς ἑαυτόν ἀνήρτηται» πρὸς τὴν τοῦ τέλους κτήσιν. τὰ μὲν γό^ρ λεγόμενα τυχηρά δεινά, ταῦτα τῷ σπουδαίῳ οὐ φοβερά, ὅτι μὴ κακά, τὰ δὲ τῷ ὄντι δεινά ἀλλότρια Χριστιανοῦ τοῦ γνωστικοῦ ἐκ διαμέτρου χωροῦντα τοῖς ἀγαθοῖς, ἐπειδή κακά, καὶ ἀμήχανον ἅμα τῷ αὐτῷ τὰ ἐναντία κατὰ ταὑτὸν καὶ πρὸς τὸν αὐτὸν ἀπαντᾶν χρόνον, ἀμεμφῶς τοίνυν «ύποκρινάμενος τὸ δράμα τοῦ βίου», ὅπερ ἂν ὁ θεὸς ἀγωνίσασθαι παράσχῃ, τὰ τε πρακτέα τὰ τε ὑπομενετέα γνωρίζει.

(66) Μή τι οὖν, εἰ δὶ ἄγνοιαν τῶν δεινὼν καὶ μὴ δεινὼν συνίσταται ἡ δειλία, μόνος θαῤῥαλέος ὁ γνωστικὸς, τὰ τε ὄντα ἀγαθὰ καὶ τὰ ἐσόμενα γνωρίζων, συνεπιστάμενος δὲ τούτοις, ὥσπερ ἐφην, καὶ τὰ μὴ τῷ ὄντι δεινά, ἐπεὶ μόνην

 

 

304

κακίαν ἐχθρὰν οὖσαν εἰδὼς καὶ καθαιρετικήν τῶν ἐπὶ τὴν γνῶσιν προκοπτόντων, τοῖς ὅπλοις τοῦ κυρίου πεφραγμένος καταπολεμεί ταύτης. οὐ γὰρ εἰ δι’ ἀφροσύνην τι συνίσταται καὶ διαβόλου ἐνέργειαν, μᾶλλον δὲ συνέργειαν, τοῦτ’ εὐθέως διάβολος ἡ ἀφροσύνῃ (ὅτι μηδεμία ἐνέργεια φρόνησις ἕξις γὰρ ἡ φρόνησις, οὐδεμία δὲ ἐνέργεια ἔξις)· οὐ τοίνυν οὐδὲ ἡ δι’ ἄγνοιαν συνισταμένῃ πρᾶξις ἤδη ἀγνοια, ἀλλὰ κακία μὲν δι’ ἄγνοιαν, οὐ μὴν ἄγνοια οὐδὲ γὰρ τὰ πάθῃ, οὐδὲ τὰ ἁμαρτήματα κακίαι, καίτοι ἀπὸ κακίας φερόμενα. οὐδεὶς οὖν ἀλόγως ἀνδρεῖος γνωστικὸς ἐπεὶ καὶ τοὺς παῖδας λεγέτω τις ἀνδρείους ἀγνοίᾳ τῶν δεινὼν ὑφισταμένους τὰ φοβερά (άπτονται γοῦν οὗτοι καὶ πυρός), καὶ τὰ θηρία τὰ ὁμόσε ταῖς λόγχαις πορευόμενα ἀλόγως ὄντα ἀνδρεία ἐνάρετα λεγόντων. τάχα δ’ οὕτως καὶ τοὺς θαυματοποιοὺς ἀνδρείους φήσουσιν εἰς τὰς μαχαίρας κυβιστώντας ἐξ ἐμπειρίας τινὸς κακοτεχνοῦντας ἐπὶ λυπρῳ τῷ μισθῷ. ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανή τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται, ταὑτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ῆ οἱ μὲν ἀφορμόυς παρέχοντες σφίσιν αὐτοῖς ἐπιῤῥιπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ? ὅπως (εὐστομεῖν γὰρ δίκαιον), οἴ δὲ περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθὸν, ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες, καὶ «τὴν κλῆσιν» ἐκ τοῦ μηδὲν αὐτοῖς προπετές συνεγνωκέναι «βεβαιοῦσιν» καὶ τὸν ἄνδρα ἐν τῇ κατὰ ἀλήθειαν λογική ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται. (67) οὔτ’ οὖν φόβῳ τῶν μειζόνων δεινὼν τὰ ἑλάττω καθάπερ οἱ λοιποὶ ὑπομένοντες οὔτ’ αὖ ψόγον τὸν ἀπὸ τῶν ὁμοτίμων καὶ ὁμογνωμόνων ὑφορώμενοι τῇ τῆς κλήσεως ἐμμένουσιν ὁμολογίᾳ, ἀλλὰ διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην ἐκόντες πείθονται τῇ κλήσει, μηδὲνα ἕτερον σκοπὸν ἑλόμενοι ἡ τὴν πρὸς τὸν θεὸν εὐαρέστησιν, οὐχὶ δὲ διὰ τὰ ἆθλα τῶν πόνων, οἱ μίν γὰρ φιλοδοξίᾳ, οἱ δὲ εὐλαβείᾳ κολάσεως ἄλλης δριμυτέρας, οἴ δὲ διὰ τινας ἡδονὰς καὶ εὐφροσύνας τὰς μετὰ θάνατον ὑπομένοντες παῖδές ἐν πίστει, μακάριοι μέν, οὐδέπω δὲ ἄνδρες ἐν ἀγάπη τῇ πρὸς τὸν θεὸν καθάπερ ὁ γνωστικὸς γεγονότες (είσί γὰρ, εἰσὶ καθάπερ ἐν τοῖς ἀγώσι τοῖς γυμνικοῖς, οὕτως δὲ καὶ κατὰ τή\ ἐκκλησίαν στέφανοι ἀνδρῶν τε καὶ παίδων)· ἡ δὲ ἀγάπη αὐτῇ δὶ αὐτὴν αἰ ρετή, οὐ δι’ ἄλλο τι. σχεδὸν οὖν τῷ γνωστικῳ μετὰ

 

 

305

γνώσεως ἡ τελειότης τῆς ἀνδρείας ἐκ τῆς τοῦ βίου συνασκήσεως αϋξεται, μελετήσαντος ἀεὶ τῶν παθῶν κρατεῖν.

Ἄφοβον οὖν καὶ ἀδεᾶ καὶ πεποιθότα ἐπὶ κύριον ἡ ἀγάπη ἀλείφουσα καὶ γυμνάσασα κατασκευάζει τὸν 'ῖδιον ἀθλητήν, ὥσπερ δικαιοσύνη τὸ διὰ παντὸς ἀληθεύειν αὐτῷ τοῦ βίου περιποιεῖ. δικαιοσύνης γὰρ ἦν ἐπιτομή φάναι «ἔσται ὑμῶν τὸ ναὶ ναι καὶ τὸ οή οῦ.» ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῆς σωφροσύνης, οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ’ αὖ διὰ φιλοχρηματίαν (ὡς τινες προσποιούνται σωφρονεῖν, πάθει δεινῳ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ’ οὐδὲ δι’ ἀγροικίαν ἐγκρατὴς καὶ ἀγευστος ἡδονῶν οὐδεὶς κατ ἀλήθειαν σώφρων (άμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα καταγνύουσι τὸ ἀκαμπές τῆς ἐγκρατεῖας εἰς τὰς ἡδονάς). τοιοῦτοι δὲ καὶ οἱ νόμῳ καὶ φόβῳ κωλυόμενοι καιρὸν γὰρ λαβόντες παρακλέπτουσι τὸν νόμον, ἀποδιδράσκοντες τὰ καλά, ἡ δὲ δι’ αὐτὴν αἰρετή σωφροσύνῃ, κατὰ τὴν γνῶσιν τελειουμένῃ ἀεὶ τε παραμένουσα, κύριον καὶ αὐτοκράτορα τὸν ἄνδρα κατασκευάζει, ὡς εἶναι τὸν γνωστικὸν σώφρονα καὶ ἀπαῖθῃ, ταῖς ἡδοναῖς τε καὶ λύπαις ἀτεγκτον, ὥσπερ φασὶ τὸν ἀδάμαντα τῷ πυρί.

(68) Τούτων οὖν αἰ τία ἡ ἅγιωτάτῃ καὶ κυριωτάτῃ πάσης ἐπιστήμης ἀγάπη διὰ γὰρ τὴν τοῦ ἀρίστου καὶ ἐξοχωτάτου θεραπείαν, ο δὴ τῷ ἐνὶ χαρακτηρίζεται, φίλον ὁμοῦ καὶ υἱὸν τὸν γνωστικὸν ἀπεργάζεται, «τέλειον» ὡς ἀληθῶς «ἄνδρα εἰς μέτρον ἡλικίας» αὐξήσαντα. ἀλλὰ καὶ ἡ ὁμόνοια ἡ περὶ ταύτό πρᾶγμα συγκατάθεσις ἐστι, τὸ δὲ ταύτὸν ἐν ἐστιν, ἡ τε φιλία δι’ ὁμοιότητος περαίνεται, τῆς κοινότητος ἐν τῷ ἐνὶ κειμένης. ὁ ἄρα γνωστικὸς, τοῦ ἑνὸς ὄντωςθεοῦ ἀγαπητικὸς ὑπαρχων, τέλειος ὄντως ἀνὴρ καὶ φίλος τοῦ θεοῦ, ἐν υἱοῦ καταλέγεις τάξει, ταυτί γὰρ ὀνόματα εὐγενείας καὶ γνώσεως καὶ τελειότητος κατὰ τὴν τοῦ θεοῦ ἐποπτείαν, ἣν κορυφαιοτάτην προκοπήν ἡ γνωστικὴ ψυχῇ λαμβάνει, καθαρὰ τέλεον γενομένῃ, «πρόσωπον», φησί, «πρὸς πρόσωπον» ὀρᾶν ἀιδίως καταξιουμένῃ τὸν παντοκράτορα θεόν, πνευματικὴ γὰρ ὅλῃ γενομένῃ πρὸς τὸ

 

 

306

συγγενές χωρήσασα ἐν πνευματικῇ τῇ ἐκκλησίᾳ μένει εἰς τὴν ἀνάπαυσιν τοῦ θεοῦ.

 

XII

(69) Ταῦτα μὲν οὖν ταύτη. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν, πρὸς [τε] τοὺς πέλας, κἂν οἰκέτης ἡ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὀστισοῦν, ἴσος καὶ ὅμοιος εὑρίσκεται. οὐ γὰρ ὑπερορᾳ τὸν ἀδελφὸν κατὰ τὸν θεῖον νόμον ὁμοπάτριον ὄντα καὶ ὁμομήτριον ἀμέλει θλιβόμενον ἐπικουφίζει παραμυθίαις, παρορμήσεσι, ταῖς βιωτικαῖς χρείαις ἐπικουρων, διδοὺς τοῖς δεομένοις πάσιν, ἀλλ’ οὐχ ὁμοίως, δικαίως δὲ καὶ κατὰ τὴν ἀξίαν, πρὸς δὲ καὶ τῷ καταδιώκοντι καὶ μισοῦντι, εἰ τοῦτου δέοιτο, ὀλίγα φροντίζων τῶν λεγόντων διὰ φόβον αὐτῷ δεδωκέναι, εἰ μὴ διὰ φόβον, δι’ ἐπικουρίαν δὲ τοῦτο ποιοίη. οἱ γὰρ πρὸς ἐχθροὺς ἀφιλόργυροι καὶ ἀμνησιπόνηροι πόσῳ μᾶλλον πρὸς τοὺς οἰκείους ἀγαπητικοί; ὁ τοιοῦτος ἐκ τοῦτου πρόεισιν ἐπὶ τὸ ἀκριβῶς εἰδέναι καὶ ὅτῳ ἂν τις μάλιστα καὶ ὁπόσον καὶ ὁπότε καὶ ὅπως ἐπιδφη. τις δ’ ἄν καὶ ἐχθρὸς εὐλόγως γένοιτο ἀν δρὸς οὐδεμίαν οὐδαμῶς παρέχοντος αἰτίαν ἔχθρας; καὶ μὴ τι, καθάπερ ἐπὶ τοῦ θεοῦ οὐδενὶ μίν ἀντικεῖσθαι λέγομεν τὸν θεὸν οὐδὲ ἐχθρὸν εἶναι τίνος (πάντων γὰρ κτίστης, καὶ οὐδὲν ἐστι τῶν ὑποστάντων ὃ μὴ θέλει), φαμὲν δ’ αὐτῷ ἐχθ ροὺς εἶναι τοὺς ἀπειθεῖς καὶ μὴ κατὰ τὰς ἐντολὰς αὐτοῦ πορευομένους, οἷον τοὺς διεχθρεύοντας αὐτοῦ τῇ διαθήκῃ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γνωστικοῦ εὕροιμεν ἀν. αὐτὸς μὲν γὰρ οὐδενὶ οὐδέποτε κατ οὐδὲνα τρόπον ἔχθρὸς ἂν γένοιτο, ἐχθροί δὲ εἶναι νοοῖντο αὐτῷ οἱ τὴν ἐναντίαν ὁδὸν τρεπόμενοι ἄλλως τε κἂν ἡ ἕξις ἡ παρ’ ἡμῖν μεταδοτική δικαιοσύνη λέγηται ἀλλὰ καὶ ἡ κατ ἀξίαν διακριτική πρὸς τὸ μᾶλλον καὶ ἧττον, ἐφ’ ων καθήκει κατ ἐπιστήμην γενέσθαι, ἀκροτάτης δικαιοσύνης εἶδος τυγχάνει, ἔστι μίν οὖν ἀ καὶ κατὰ ἰδιωτισμὸν πρὸς τινῶν κατορθοῦται, οἷον ἡδονῶν ἐγκράτεια. ὡς γὰρ ἐν τοῖς ἔθνεσιν ἐκ τε τοῦ μὴ δύνασθαι «τυχεῖν ὧν ἐρᾳ τις» καὶ ἐκ τοῦ πρὸς ἀνθρώπων φόβου, εἰσὶ δ’ οἴ διά τὰς μείζονας ἡδονὰς ἀπέχονται τῶν ἐν τοῖς ποσίν ἡδέων, οὕτως κἂν τῇ πίστει ἡ δι’ ἐπαγγελίαν ἡ διὰ φόβον θεοῦ ἐγκρατεύονταί τινες. (70) ἀλλ’ ἔστι μὲν θεμέλιος γνώσεως ἡ τοιαύτη ἐγκράτεια καὶ προσαγωγή τις ἐπὶ τὸ βέλτιον καὶ ἐπὶ τὸ

 

 

307

τέλειον ὀρμή. «ἀρχή γὰρ σοφίας», φησί, «φόβος κυρίου.» ὁ τέλειος δὲ δὶ ἀγάπην «πάντα στέγει, πάντα ὑπ ομένει, οὐχ ὡς ἀνθρώπῳ ἀρέσκων, ἀλλὰ θεῷ». καίτοι καῖ ὁ ἔπαινος ἕπεται αὐτῷ κατ ἐπακολούθημα, οὐκ εἰς τὴν ἑαυτού ωφέλειαν, ἀλλ’ εἰς τὴν τῶν ἐπαινούντων μίμησιν τε καὶ χρήσιν. λέγεται καὶ κατ ἄλλο σημαινόμενον ἐγκρατὴς οὐχ ὁ τῶν παθῶν μόνον κρατών, ἀλλὰ καὶ ὁ τῶν ἀγαθῶν ἐγκρατὴς γενόμενος καὶ βεβαίως κτησάμενος τῆς ἐπιστήμης τα μεγαλεία, ἀῳ ων καρποφορεί τὰς κατ ἀρετὴν ἐνεργείας. ταύτῃ οὐδέποτε περιστάσεως γενομένης τῆς ἰδίας ἕξεως ὁ γνωστικὸς ἐξίσταταί. ἐμπεδος γὰρ καὶ ἀμετάβλητος ἡ τοῦ ἀγαθοῦ ἐπιστημονική κτήσις, ἐπιστήμη θείων καὶ ἀνθρωπείων πραγμάτων ὑπάρχουσα. οῦποτε οὖν ἄγνοια γίνεται ἡ γνῶσις οὐδὲ μεταβάλλει τὸ ἀγαθὸν εἰς κακὸν διὸ καὶ ἐσθίει καὶ πίνει καὶ γαμεῖ οὐ προηγουμένως, ἀλλὰ ἀναγκαίως. τὸ γαμεῖν δὲ ἐὰν ὁ λόγος αἰρή λέγω καὶ ὡς καθήκει γενόμενος γὰρ τέλειος εἰκόνας ἕχει τοὺς ἀποστόλους. καὶ τῷ ὄντι ἀνὴρ οὐκ ἐν τῷ μονήρῃ ἐπανελέσθαι δείκνυται βίον, ἀλλ’ ἐκ εῖνος «άνδρας νικμ» ὁ γάμῳ καὶ παιδοποιίᾳ καὶ τῇ τοῦ οἴκου προνοίᾳ ἀνηδόνως τε καὶ ἀλυπήτως ἐγγυμνασάμενος, μετὰ τῆς τοῦ οἴκου κηδεμονίας ἀδιάστατος τῆς τοῦ θεοῦ γενόμενος ἀγάπης, καὶ πάσης κατεξανιστάμενος πείρας τῆς διὰ τέκνων καὶ γυναικὸς οἴκετὼν τε καὶ κτημάτων προσφερομίνης. τῷ δὲ ἀοίκῳ τὰ πολλὰ εἶναι συμβέβηκεν ἀπειράστῳ. μόνου γοῦν ἑαυτοῦ κηδόμενος ἡττάται πρὸς τοῦ ἀπολειπομένου μὲν κατὰ τὴν ἑαυτοῦ σωτηρίαν, περιττεύοντος δὲ ἐν τῇ κατὰ τὸν βίον οἰκονομίᾳ, εἰκόνα ἀτεχνῶς σῴζοντος ὀλίγην τῆς τῇ ἀληθείᾳ προνοίας.

(71) Ἀλλ’ ἡμῖν γε ὡς ἔνι μάλιστα προγυμναστέον ποικίλως τὴν ψυχήν, ἵνα εὐεργὸς γένηται πρὸς τὴν τῆς γνώσεως παραδοχήν, οὐχ ὁρᾶτε πῶς μαλάσσεται κηρὸς καὶ καθαίρεται χαλκός, ἵνα τὸν ἐπιόντα χαρακτῆρα παραδέξηται; αὐτίκα ὡς ὁ θάνατος «χωρισμὸς ψυχῆς ἀπὸ σώματος», οὕτως ἡ γνῶσις οἷον [ὁ] λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ προάγων εἰς τὴν τῆς εὐποιίας ζωὴν, ἵνα τότε εἴπῃ μετὰ παῤῥησίας πρὸς τὸν θεὸν ὡς θέλεις ζώ. ὁ μίν γὰρ «άνθρώποις ἀρέσκειν» προαιρούμενος «θεῷ ἀρέσαι οὐ δύναται», ἐπεὶ μὴ τὰ συμφέροντα, ἀλλὰ τὰ τέρποντα αἰροῦνται οἱ πολλοὶ ἀρέσκων δὲ τις τῷ θεῷ

 

 

308

τοῖς σπουδαίοις τῶν ἀνθρώπων εὐάρεστος κατ' ἐπακολούθημα γίνεται, τερπνά τοίνυν τούτῳ πῶς ἑτι ἄν εἴη τὰ περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ ἀφ ροδίσιον ἡδονὴν. ὅπου γε καὶ λόγον φέροντά τίνα ἡδονὴν καὶ κίνημα διανοίας καὶ ἐνέργημα τερπνὸν ὑφοράται; «οὐδεὶς» γὰρ «δύναται δυσί κυρίοις δουλεύειν, θεῷ καὶ μαμωνά.» οὐ τὸ ἀργύριον λέγων φησὶ ψιλώς οὕτως, ἀλλὰ τὴν ἐκ τοῦ ἀργυρίου εἰς του; ποικίλας ἡδονὰς χορηγίαν τῷ ὄντι οὐχ οἷόν τε τὸν θεὸν ἐγνωκότα μεγαλοφρόνως καὶ ἀληθῶς ταῖς ἀντικειμέναις δουλεύειν ἡδοναῖς.

(72) Εἶς μὲν οὖν μόνος ὁ ἀν επιθύμητος ἐξ ἀρχῆς, ὁ κύριος ὁ φιλάνθρωπος ὁ καὶ δὶ ἡμᾶς ἄνθρωπος ὅσοι δὲ ἐξομοιοῦσθαι σπεύδουσι τῷ ὑπ’ αὐτοῦ δεδομένῳ χαρακτήρι ἀνεπιθύμητοι ἐξ ἀσκήσεως γενέσθαι βιάζονται, ὁ γὰρ ἐπιθυμήσας καὶ κατασχὼν ἑαυτοῦ, καθάπερ καὶ ἡ χήρα διὰ σωφροσύνης αὖθις παρθένος, οὗτος μισθὸς γνώσεως τῷ σωτῆρι καὶ διδασκάλῳ, ὃν αὐτὸς ἡτησεν, τὴν ἀποχήν τῶν κακῶν καὶ τὴν ἐνέργειαν τῆς εὐποιίας, δι’ ὧν ἡ σωτὴρία περιγίνεται. ὥσπερ οὖν οἱ του; τέχνας μεμαθηκότες δι’ ὧν ἐπαιδεύθησαν πορίζουσι τὰς τροφάς, οὕτως ὁ γνωστικὸς δι’ ὧν ἐπίσταται πορίζων τὴν ζωὴν σώζεται, ὁ γὰρ μὴ θελήσας τὸ τῆς ψυχῆς ἐκκόψαι πάθος ἑαυτόν ἀπέκτεινεν. ἀλλ’ ὡς ἔοικεν ἀτροφία μὲν ἡ ἄγνοια τῆς ψυχῆς, τροφῇ δὲ ἡ γνῶσις. αὐ ται δὲ εἰσὶν αἰ γνωστικαί ψυχαὶ, ἀς ἀπείκασεν τὸ εὐαγγέλιον ταῖς ἡγιασμέναις παρθένοις ταῖς προσδεχομέναις τὸν κύριον, παρθένοι μὲν γὰρ ὡς κακῶν ἀπεσχημέναι, προσδεχόμεναι δὲ διὰ τὴν ἀγάπην τὸν κύριον, καὶ τὸ οἴκεῖον ἀνάπτουσαι φῶς εἰς τὴν τῶν πραγμάτων θεωρίαν, φρόνιμοι ψυχαὶ ποθοῦμέν σε, ὦ κύριε, λέγουσαι, ἤδη ποτε ἀπολαβεῖν, ἀκολούθως οἷς ἐνετείλω ἐζήσαμεν, μηδὲν τῶν παρηγγελμένων παραβεβηκυῖαι διὸ καὶ τὰς ὑποσχέσεις ἀπαιτοῦμεν, εὐχόμεθα δὲ τὰ συμφέροντα, οὐ , ὡς καθήκοντος τοῦ αἰτεῖν τὰ κάλλιστα παρὰ σοῦ καὶ πάντα ἐπὶ συμφόρῳ δεξόμεθα, κἂν πονηρά εἶναι δοκή τὰ προσιόντα γυμνάσια, ἀτινα ἡμῖν προσφέρει ἡ σή οἰκονομία εἰς συνάσκησιν βεβαιότητος.

(73) Ὁ μὲν οὖν γνωστικὸς δι’ ὑπερβολὴν ὁσιότητος αἰτοὑμενος μᾶλλον ἀποτυχεῖν ἐτοιμος ἡ μὴ αἰτούμενος τυχεῖν. εὐχῇ γὰρ αὐτῷ ὁ βίος ἅπας καὶ ὁμιλία πρὸς θεόν, κἂν καθαρὸς ἡ ἁμαρτημάτων, πάντως οὐ βούλεται τεύξεται. λέγει

 

 

309

γὰρ ὁ θεὸς τῷ δικαίῳ «αἰτησαι, καὶ δώσω σοι ἐννοήθητι, καὶ ποιήσω.» ἐὰν μὲν οὖν συμφέροντα ῆ, παραχρῆμα λήψεται ἀσύμφορα δὲ οὐ δέποτε αἰτήσεται, διο οὐδὲ λήψεται. οὕτως ἔσται ὃ βούλεται, κἂν τις ἡμῖν λέγῃ ἐπιτυγχάνειν τινας καὶ τῶν ἁμαρτωλῶν κατὰ τὰς αἰτήσεις, σπανίως μὲν τοῦτο διὰ τὴν τοῦ θεοῦ δικαίαν ἀγαθότητα, δίδοται δὲ τοῖς καὶ ἄλλους εὐεργετεῖν δυναμένοις. ὅθεν οὐ διὰ τὸν αἰτήσαντα ἡ δόσις γίνεται, ἀλλ’ ἡ οἰ κονομία τὸν σῴζεσθαι δι’ αὐτοῦ μέλλοντα προορωμένῃ δικαίαν πάλιν ποιείται τὴν δωρεὰν, τοῖς δ’ ὅσοι ἄξιο ι τὰ ὄντως ἀγαθὰ καὶ μὴ αἰτουμένοις δίδοται. ὅταν οὖν μὴ κατὰ ἀνάγκην ἡ φόβον ἡ ἐλπίδα δίκαιὸς τις ή, ἀλλ’ ἐκ προαιρέσεως, αὕτη ἡ ὁδὸς λέγεται βασιλική, ἣν τὸ βασιλικὸν οδεύει γένος, ὀλισθηροί δὲ αἰ ἄλλαι παρεκτροπαί καὶ κρημνώδεις, εἰ γοῦν τις ἀφέλοι τὸν φόβον καὶ τὴν τιμήν, οὐκ οἰδ’ εἰ ἑτι ὑποστήσονται τὰς θλίψεις οἱ γεννάδαι τῶν παῤῥησιαζομένων φιλοσόφων.

(74) Ἐπιθυμίαι δὲ καὶ τὰ ἄλλα ἁμαρτ ήματα «τρίβολοι καὶ σκόλοπες» εἴ ρηνται. ἐργάζεται τοίνυν ὁ γνωστικὸς ἐν τῷ τοῦ κυρίου ἀμπελώνι φυτεύων, κλαδεύων, ἀρδεὑων, θεῖος ὄντως ὑπάρχων τῶν εἰς πίστιν καταπεφυτευμένων γεωργός, οἱ μὲν οὖν τὸ κακὸν μὴ πράξαντες μισθὸν ἄξιοῦσιν ἀργίας λαμβάνειν, ὁ δὲ ἀγαθὰ πράξας ἐκ προαιρέσεως γυμνής ἀπαιτεῖ τὸν μισθὸν ὡς ἐργάτης ἀγαθός. ἀμέλει καὶ διπλοῦν λήψεται ὧν τε οὐκ ἐποίησεν καὶ ἀνθ’ ὧν εὐηργέτησεν. ὁ γνωστικὸς οὗτος πειράζεται ὑπ’ οὐδενός, πλὴν εἰ μὴ ἐπιτρέψαι ὁ θεὸς καὶ τοῦτο διὰ τὴν τῶν συνόντων ὠφέλειαν. ἐπιῤῥώννυνται γοῦν πρὸς τὴν πίστιν διὰ τῆς ἀνδρικής παρακαλούμενοι ὑπομονῆς, ἀμέλει καὶ διὰ τοῦτο οἱ μακάριοι ἀπόστολοι εἰς πῆξιν καὶ βεβαίωσιν τῶν ἐκκλησιῶν εἰς πείραν καὶ μαρτύριον τελειότητος ήχθησαν. ἔχων οὖν ὁ γνωστικὸς ἐναυλον τὴν φωνὴν τὴν λέγουσαν, ὃν ἐγὼ πατάξω, σὺ ἑλέησον, καὶ τοὺς μισοῦντας αἰτεῖται μετανοῆσαι τὴν γὰρ τῶν κακούργων ἐν τοῖς σταδίοις ἐπιτελουμένην τιμωρίαν καὶ παίδων ἐστι μὴ θεάσασθαι. οὐ γὰρ ἔστιν ὅπως ὑπὸ τοιούτων παιδευθείῃ ποτ ἂν ὁ γνωστικάς ἡ τερφθείῃ, ἐκ προαιρέσεως καλὸς καὶ ἀγαθὸς εἶναι συνασκήσας καὶ ταύτῃ ἀτεγκτος ἡδοναῖς γενόμενος οῦποτε ὑποπίπτων ἁμαρτήμασιν, ἀλλοτρίων κακῶν ὑποδείγμασιν οὐ παιδεύεται πολλοῦ γε δεῖ ταῖς ἐπιγείοις ἡδοναῖς τε καὶ θεωρίαις

 

 

310

εὐαρεστεῖσθαι τοῦτον, ὅς καὶ τῶν κοσμικῶν καίτοι θείων ὄντων ἐπαγγελιῶν κατεμεγαλοφρόνησεν. «οὐ πᾶς ὅρα ὁ λεγων κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ θεοῦ.» οὗτος δ’ ἄν εἴη ὁ γνωστικὸς ἐργάτης, ὁ κρατὼν μὲν «τῶν κοσμικῶν ἐπιθυμιών» ἐν αὐτῇ ἑτι τῇ σαρκὶ ών, περὶ δὲ ὧν ἐγνω, τῶν μελλόντων καὶ ἑτι ἀοράτων, πεπεισμένος ἀκριβῶς ὡς μᾶλλον ἡγεῖσθαι τῶν ἐν ποσί παρεῖναι ταῦτα.

(75) Οὗτος ἐργάτης εὐ θετος, χαίρων μὲν ἐφ’ οἷς ἐγνω, συστελλόμενος δὲ ἐφ’ οἷς ἐπεγκυλίεται τῇ τοῦ βίου ἀνάγκῃ, μηδέπω καταξιούμενος τῆς ὧν ἔγνω ἐνεργούσης μεταλήψεως. ταύτῃ τῷ βίῳ τώδε ὡς ἀλλοτρίῳ ὅσον ἐν ἀνάγκης συγχρήται μοίρᾳ. οἶδεν αὐτὸς καὶ τῆς νηστείας τὰ αἰνίγματα τῶν ἡμερῶν τούτων, τῆς τετράδος καὶ τῆς παρασκευής λέγω, ἐπιφημίζονται γὰρ ἡ μὲν Ἐρμοῦ, ἡ δὲ Ἀφροδίτης, αὐτίκα νηστεύει κατὰ τὸν βίον φιλαργυρίας τε ὁμοῦ καὶ φιληδονίας, ἐξ ὧν αἰ πᾶσαι ἐκφύονται κακίαι· πορνείας γὰρ ἤδη πολλάκις τρεῖς τὰς ἀνωτάτω διάφορους παρεστήσαμεν κατὰ τὸν ἀπόστολον, φιληδονίαν, φιλαργυρίαν, εἰδωλολατρείαν.

(76) Νηστεύει τοίνυν καὶ κατὰ τὸν νόμον ἀπὸ τῶν πράξεων τῶν φαύλων καὶ κατὰ τὴν τοῦ εὐαγγελίου τελειότητα ἀπὸ τῶν ἐννοιῶν τῶν πονηρῶν, τούτῳ καὶ οἱ πειρασμοί προσάγονται οὐκ εἰς τὴν ἀποκάθαρσιν, ἀλλ’ εἰς τὴν τῶν πέλας, ὡς ἔφαμεν, ὠφ έλειαν, εἰ πείραν λαβὼν πόνων καὶ ἀλγηδόνων κατεφρόνησεν καὶ παρεπέμψατο. ὁ δ’ αὐ τὸς καὶ περὶ ἡδονῆς λόγος, μέγιστον γὰρ ἐν πείρᾳ γενόμενον εἶτα ἀποσχέσθαι. τί γὰρ μέγα εἰ ἀ μὴ οἶδέν τις ἐγκρατεύοιτο; οὗτος ἐντολὴν τὴν κατὰ τὸ εὐαγγέλιον διαπραξάμενος κυριακήν ἐκείνην τὴν ἡμέραν ποιεί, ὅταν ἀποβόλλῃ φαῦλον νόημα καὶ γνωστικὸν προσλάβῃ, τὴν ἐν αὐτῷ τοῦ κυρίου ἀνάστασιν δοξάζων. ἀλλὰ καὶ ὅταν ἐπιστημονικοῦ θεωρήματος κατάληψιν λάβῃ, τὸν κύριον ὀρᾶν νομίζει, τὰς ὅψεις αὐτοῦ πρὸς τὰ ἀόρατα χειραγωγών, κἂν βλέπειν δοκή ἀ μὴ βλέπειν ἐθέλῃ, κολάζων τὸ ὀρατικόν, ὅταν ἡδομένου ἑαυτοῦ κατὰ τὴν προσβολήν τῆς ὅψεως συναίσθηται, ἐπεὶ τοῦτο μόνον ὀρᾶν βούλεται καὶ ἀκούειν ὃ προσῆκεν αὐτῷ. αὐτίκα τῶν ἀδελφῶν τὰς ψυχὰς θεωρῶν καὶ τῆς

 

 

311

σαρκὸς τὸ κάλλος αὐτῇ βλέπει τῇ ψυχῇ, τῇ μόνον τὸ καλὸν ἄνευ τῆς σαρκικῆς ἡδονῆς ἐπισκοπεῖν εἰθισμένη.

(77) Ἀδελφοὶ δ’ εἰσὶ τῷ ὅντι κατὰ τὴν κτίσιν τὴν ἐξειλεγμένην καὶ κατὰ τὴν ὁμοήθειαν καὶ κατὰ τὴν τῶν ἔργων ὑπόστασιν, τὰ αὐτὰ ποιοῦντες καὶ νοοῦντες καὶ λαλοῦντες ἐνεργήματα ἅγια καὶ καλά, ἄ ὁ κύριος αὐτοὺς ἠθέλησεν ἐκλεκτοὺς ὅντος φρονεῖν. πίστις μὲν γὰρ ὲν τῷ τὰ αὐτὰ αἱρεῖσθαι, γνῶσις δὲ ἐν τῷ τὰ αὐτὰ μεμαθηκέναι καὶ φρονεῖν, ἐλπὶς δὲ ἐν τῷ τὰ αὐτὰ ποθεῖν. κἂν κατὰ τὸ ἀναγκαῖον τοῦ βίου ὀλίγον τι τῆς ὥρας περὶ τὴν τροφὴν ἀσχοληθή, χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος, ταύτῃ οὐδὲ ὄν αρ ποτε μὴ ἀρμόζον ἐκλεκτῷ βλέπει, ἀτεχνῶς «ξένος γὰρ καὶ παρεπίδημος» ἐν τῷ βίῳ παντὶ πᾶς οὗτος, ὅς πόλιν οἰκῶν τῶν κατὰ τὴν πόλιν κατεφρόνησεν παρ' ἄλλοις θαυμαζομένων, καὶ καθάπερ ἐν ἐρημίᾳ τῇ πόλει βιοῖ, ἵνα μὴ ὁ τόπος αὐτὸν ἀναγκάζῃ, ἀλλ’ ἡ προαίρεσις δεικνύῃ δίκαιον, ὁ γνωστικάς οὗτος συνελόντι εἰπεῖν τὴν ἀποστολικήν ἀπουσίαν ἀνταναπληροῖ βιοὺς ὀρθῶς, γιγνώσκων ἀκριβῶς , ὠφελῶν τοὺς ἐπιτηδείους, τὰ «ὄρῃ μεθιστὰς» τῶν πλησίον καὶ του; τῆς ψυχῆς αὐτῶν ἀνωμαλίας ἀποβάλλων. καίτοι ἕκαστος ἡμῶν αὐτοῦ τε ἀμπελὼν καὶ ἔργάτης, ὃ δὲ καὶ πράσσων τὰ ἀριστα λανθάνειν βούλεται τοὺς ἀνθρώπους, τὸν κύριον ἅμα καὶ ἑαυτόν πείθων, ὅτι κατὰ τὰς ἐντολὰς βίοι, προκρίνων ταῦτα ἐξ ὧν εἶναι πεπίστευκεν («ὅπου γὰρ ὁ νοῦς τινος», φησὶν, «έκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ»), αὐτὸς ἑαυτόν μειονεκτεῖ πρὸς τὸ μὴ ὑπεριδεῖν ποτε ἐν θλίψει γενόμενον ἀδελφὸν διὰ τὴν ἐν τῇ ἀγάπη τελείωσιν, ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτόν τοῦ ἀδελφού τὴν ἐνδειαν οἴσοντα.

(78) Ἡγεῖται γοῦν τὴν ἀλ γηδόνα ἐκείνου ἴδιον ἀλγημα κἂν ἐκ τῆς ἑαυτοῦ ἐνδειας παρεχόμενος δι’ εὐποιίαν πάθῃ τι δύσκολον, οὐ δυσχεραίνει ἐπὶ τούτῳ, προσαύξει δὲ ἑτι μᾶλλον τὴν εὐεργεσίαν. ἕχει γὰρ ἀκρατον πίστιν τὴν περὶ τῶν πραγμάτων, τὸ εὐαγγέλιον δὶ ἔργων καὶ θεωρίας ἐπ αινών. καὶ δὴ «οὐ τὸν ἐπαινον παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τοῦ θεοῦ» καρποῦται, ἀ ἐδίδαξεν ὁ κύριος, ταῦτα ἐπιτελών. οὗτος περισπώμενος ὑπὸ τῆς ἰδίας ἑλπίδος οὐ γεύεται τῶν ἐν κόσμῳ καλῶν, πάντων τῶν ἐνταῦθα καταμεγαλοφρονῶν οἰκτείρων τοὺς μετά

 

 

312

θάνατον παιδευομένους διὰ τῆς κολάσεως ἀκουσίως ἐξὁμολογούμενους, εὐσυνείδητος πρὸς τὴν ἐξοδον καὶ ἀεὶ ἐτοιμος ών. ὡς ἂν «παρεπίδημος καὶ ξένος» τῶν τῇδε, κληρονομημάτων μόνων τῶν ἰδίων μεμνημένος, τὰ δὲ ἐνταῦθα πάντα ἀλλότρια ἡγούμενος οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ’ ὡς ἔπος εἰπεῖν δὶ αὐτῆς τῆς γνώσεως μέτοχος ὧν τῆς θείας βουλήσεως, οἰκείος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος, ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς [ὁ] γνωστικὸς, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορών, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας, διὸ καὶ ἐσθίων καὶ πίνων καὶ γαμών, ἐὰν ὁ λόγος αἰρή, ἀλλὰ καὶ ὀνείρους βλέπων τὰ ἅγια ποιεῖ καὶ νοεί ταύτῃ καθαρὸς εἰς εὐχήν πάντοτε, ὃ δὲ καὶ μετ' ἀγγέλων εὐχεται, ὡς ἂν ἤδη καὶ «ἰσάγγελος», οὐδὲ ἔξω ποτε τῆς ἁγιας φρουράς γίνεται κἂν μόνος εὐχηται, τὸν τῶν ἁγίων χορὸν συνιστάψενον

Διττήν οὗτος οἶδε , καὶ τὴν μὲν τοῦ πιστεύοντος ἐνέργειαν, τὴν δὲ τοῦ πιστευομένου τὴν κατ ἀξίαν ὑπεροχήν, ἐπεὶ καὶ ἡ δικαιοσύνη διπλῆ, ἡ μὲν δι’ ἀγάπην, ἡ δὲ διὰ φόβον. (79) εἴρηται γοῦν «ὁ φόβος τοῦ κυρίου ἀγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος.» οἱ γὰρ ἐκ φόβου εἰς πίστιν καὶ δικαιοσύνην ἐπιστρέφοντες εἰς αἰῶνα διαμένουσιν. αὐτίκα ἀποχήν κακῶν ἐργάζεται ὁ φόβος, ἀγαθοποιεῖν δὲ προτρέπει ἐποικοδομοῦσα εἰς τὸ ἐκούσιον ἡ ἀγάπη, ἵνα τις ἀκούσῃ παρὰ τοῦ κυρίου «οὐκέτι ὑμᾶς δούλους, ἀλλὰ φίλους λέγω», καὶ πεποιθώς ἤδη προσίῃ ταῖς εὐχαῖς. τὸ δὲ εἶδος αὐτὸ τῆς εὐχής εὐχαριστία ἐπὶ τε τοῖς προγεγονόσιν ἐπὶ τε τοῖς ἐνεστώσιν ἐπὶ τε τοῖς μέλλουσιν, ὡς ἤδη διὰ τὴν πίστιν παροῦσιν τοῦτου δὲ ἡγεῖται τὸ εἰληφέναι τὴν γνῶσιν. καὶ δὴ καὶ αἰτεῖται οὕτως ζήσαι τὸν ὡρισμένον ἐν τῇ σαρκὶ βίον, ὡς γνωστικὸς, ὡς ἀσαρκος, καὶ τυχεῖν μὲν τῶν ἀριστων, φυγεῖν δὲ τὰ χείρονα. αἰτεῖται δὲ καὶ ἐπικουφισμὸν περὶ ὧν ἡμαρτήσαμεν ἡμεῖς καὶ ἐπιστροφὴν εἰς ἐπίγνωσιν οὕτως ὀξέως ἐπόμενος τῷ καλοῦντι κατὰ τὴν ἐξοδον ὡς ἐκεῖνος καλεῖ, προάγων ὡς εἰπεῖν διὰ τὴν ἀγαθὴν συνείδησιν, σπεύδων ἐπὶ τὸ εὐχαριστήσαι κάκεῖ, σὺν Χριστῷ γενόμενος, ἄξιον ἑαυτόν παρασχὼν διὰ καθαρότητα, κατὰ ἀνάκρασιν ἔχειν τὴν δύναμιν τοῦ θεοῦ

 

 

313

τὴν διὰ τοῦ Χριστοῦ χορηγουμένην. οὐ γὰρ μετουσίᾳ θερμότητος θερμὸς οὐδὲ πυρὸς φωτεινός, ἀλλ’ εἶναι δλος φῶς βούλεται, οὗτος οἶδεν ἀκριβῶς τὸ εἰ ρημένον «ἐὰν μὴ μισήσητε τὸν πατέρα καὶ τὴν μητέρα, πρὸς ἔτι δὲ καὶ τὴν ἰδίαν ψυχήν, καὶ ἐὰν μὴ τὸ σημεῖον βαστάσητε.» τὰς τε γὰρ προσπάθειας τὰς σαρκικοὺς πολὺ τῆς ἡδονῆς τὸ φίλτρον ἐχούσας μεμίσηκεν καὶ καταμεγαλοφρονέι πάντων τῶν εἰς δημιουργίαν καὶ τροφὴν τῆς σαρκὸς οἰκείων, ἀλλὰ καὶ τῆς σωματικῆς ψυχῆς κατεξανίσταται, στόμιον ἐμβαλὼν ἀφηνιάζοντι τῷ ἀλόγῳ πνεύματι, ὅτι «ἡ σόρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος», «τὸ σημεῖον δὲ βαστάσαι» «τὸν θάνατὸν ἐστιν περιφέρειν», ἔτι ζῶντα «πάσιν ἀποταξάμενον» , ἐπεὶ μὴ ἱσ ῃ ἐστὶν ἀγάπη τοῦ σπείραντος τὴν σάρκα καὶ τοῦ τὴν ψυχὴν εἰς ἐπιστήμην κτίσαντος.

(80) Οὗτος ἐν ἔξει γενόμενος εὐ ποιητική θᾶττον τοῦ λέγειν καλῶς εὐεργετεῖ, τὰ μὲν τῶν ἀδελφῶν ἁμαρτήματα μερίσασθαι εὐχόμενος εἰς ἐξομολόγησιν καὶ ἐπιστροφὴν τῶν συγγενών, κοινωνεῖν δὲ τῶν ιδίων ἀγαθῶν προθυμούμενος τοῖς φιλτάτοις, αὐτοὶ δὲ οὕτως αὐτῷ οἱ φίλοι, αὐξων οὖν τὰ παρ’ αὐτῷ κατατιθέμενα σπέρματα καθ' ἤν ἐν ετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μίν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοιων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται. οὗτος δι’ ὅλης ἡμέρας καὶ νυκτὸς λέγων καὶ ποιῶν τὰ προστάγματα τοῦ κυρίου ὑπερευφραίνεται, οὐ πρωίας μόνον ἀναστάς καὶ μέσον ἡμέρας, ἀλλὰ καὶ περιπατὼν καὶ κοιμώμενος, ἀμφιεννύμενὸς τε καὶ ἀποδυόμενος καὶ διδάσκει τὸν υἱόν, ἐὰν υἱὸς ἡ τὸ γένος, ἀχώριστος ὧν τῆς ἐντολῆς καὶ τῆς ἑλπίδος, εὐχαριστῶν ἀεὶ τῷ θεῷ καθάπερ τὰ ζῷα τὰ δοξολόγα τὰ διὰ Ἡσαΐου ἀλληγορούμενα, ὑπομονητικὸς πρὸς πᾶσαν πείραν «ὁ κύριος», φησὶν, «ἔδωκεν, ὁ κύριος ἀφείλετο.» τοιοῦτος γὰρ καὶ ὁ Ἰώβ, ὅς καὶ τοῦ ἀφαιρεθῆναι τὰ ἐκτὸς σὺν καὶ τῇ τοῦ σώματος ὑγιείᾳ προαπέθετο πάντα διὰ τῆς πρὸς τὸν κύριον ἀγάπης. «ἦν γὰρ», φησί, «δίκαιος, ὅσιος, ἀπεχόμενος ἀπὸ πάσης πονηριάς.» τὸ δὲ «ὅσιον» τὰ πρὸς τὸν θεὸν δίκαια κατὰ τὴν πᾶσαν οἰκονομίαν μηνύει, ἀ δὴ ἐπιστάμενος γνωστικὸς ήν. χρὴ γὰρ μήτε, ἐὰν ἀγαθὰ ᾖ, προστετηκέναι τούτοις ἀνθρωπίνοις οὖσι, μήτε αῦ, ἐὰν κακά, ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλὰ ἐπάνω εἶναι ἀμφοῖν τὰ μὲν πατοῦντα. τὰ δὲ τοῖς δεομένοις

 

 

314

παραπέμποντα. ἀσφαλής δὲ ἐν συμπεριφορά ὁ γνωστικὸς μὴ λάθῃ ἡ ἡ συμπεριφορά διάθεσίς γένηται.

 

XIII

(81) Οὑδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ ἀφ ιησι. διὸ καὶ δικαίως εὐχεται, «ἄφες ἡμῖν» λέγων «καὶ γὰρ ἡμεῖς ἀφίεμεν» ἐν γὰρ ἐστι καὶ τοῦτο ὧν ὁ θεὸς βούλεται, μηδενὸς ἐπιθυμεῖν, μηδὲνα μισεῖν ἑνὸς γὰρ θελήματος ἔργον οἱ πάντες ἄνθρωποι, καὶ μὴ τι τὸν γνωστικὸν «τέλειον» εἶναι βουλόμενος ὁ σωτὴρ ἡμῶν «ὡς τὸν οὐράνιον πατέρα», τουτέστιν ἑαυτόν, ὁ λέγων «δεύτε, τέκνα, ἀκούσατέ μου φόβον κυρίου», οὐ τῆς δι’ ἀγγέλων βοήθειας ἐπιδεή ἔτι εἶναι βούλεται τοῦτον, παρ' ἑαυτοῦ δὲ ἄξιον γενόμενον λαμβάνειν, καὶ τὴν φρουράν ἔχειν παρ’ ἑαυτοῦ διὰ τῆς εὐπειθείας; ὁ τοιοῦτος ἀπαιτεῖ παρὰ κυρίου, οὐχὶ δὲ καὶ αἰτεῖ. καὶ ἐπὶ τῶν πενομένων ἀδελφῶν οὐκ αὐτὸς αἰτήσεται ὁ γνωστικὸς [οὐ] χῥημάτων περιουσίαν εἰς μετάδοσιν, ἐκείνοις δὲ ὧν δέονται χορηγίαν εὐξεται γενέσθαι. δίδωσι γὰρ οὕτως καὶ τὴν εὐχήν τοῖς δεομένοις ὁ γνωστικὸς καὶ τὸ διὰ τῆς εὐχής ἀγνώστως ἅμα καὶ ἀτύφως παρέχεται, πενία μὲν οὖν πολλάκις καὶ νόσος καὶ τοιαῦται πεῖραι ἐπὶ νουθεσίᾳ προσφέρονται καὶ πρὸς διόρθωσιν τῶν παρεληλυθότων καὶ πρὸς ἐπιστροφὴν τῶν μελλόντων, ὁ τοιοῦτος τὸν ἐπικουφισμὸν τούτοις αἰτούμενος, ἅτε τὸ ἐξαίρετον τῆς γνώσεως ἔχων, οὐ διὰ κενοδοξίαν, ἀλλὰ δι’ αὐτὸ τὸ εἶναι γνωστικὸς, αὐτὸς ἐργάζεται τὴν εὐποιίαν, ὄργανον γενόμενος τῆς τοῦ θεοῦ ἀγάθότητος.

(82) Λέγουσι δὲ ἐν ταῖς Παραδόσεσι Ματθίαν τὸν ἀπόστολον παρ' ἔκαστα εἰρηκέναι ὅτι «ἐὰν ἐκ λεκτοῦ γείτων ἁμαρτήσῃ, ἥμαρτεν ὁ ἐκλεκτὸς εἰ γὰρ οὕτως ἑαυτόν ἡγεν, ὡς ὁ λόγος ὑπαγορεύει, κατηδέσθῃ ἂν αὐτοῦ τὸν βίον καὶ ὁ γείτων εἰς τὸ μὴ ἁμαρτεῖν». τί τοίνυν περὶ αὐτοῦ τοῦ γνωστικοῦ φήσαιμεν ; «ή οὐκ οἴδατε», φησὶν ὁ ἀπόστολος, «ὅτι ναὸς ἐστε τοῦ θεοῦ;» θεῖος ἄρα ὁ γνωστικὸς καὶ ἤδη ἅγι ος, θεοφορὼν καὶ θεοφορούμενος. αὐτίκα τὸ ἁμαρτήσαι ἀλλότριον παριστάσα ἡ γραφὴ τοὺς μὲν παραπεσόντας τοῖς ἀλλοφύλοις πιπράσκει «μὴ ἐμβλέψης» δὲ «πρὸς ἐπιθυμίαν ἀλλοτρίᾳ γυναικί» λέγουσα,

 

 

315

ἄντικρυς ἀλλότριον καὶ παρὰ φύσιν τοῦ ναοῦ τοῦ θεοῦ τὴν ἁμαρτίαν λέγει, ναὸς δὲ ἐστιν ὅ μὲν μέγας, ὡς ἡ ἐκκλησία, ὅ δὲ μικρός, ὡς ὁ ἄνθρωπὸς ὁ τὸ σπέρμα σῴζων τὸ Ἀβραὰμ. οὐκ ἄρα ἐπιθυμήσει τινὸς ἑτέρου ὁ ἔχων ἀναπαυόμενον τὸν θεόν, αὐ τίκα πάντα τὰ ἐμποδὼν καταλιπὼν καὶ πᾶσαν τὴν περισπώσαν αὐτὸν ὕλην ὑπερηφανήσας τέμνει διὰ τῆς ἐπιστήμης τὸν οὐρανόν, καὶ διελθὼν τὰς πνετματικάς οὐσίας καὶ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν ἅπτεται τῶν θρόνων τῶν ἀκρων, ἐπ ἐκεῖνο μόνον ίέμενος, [ἐφ'] ὅ ἔγνω μόνον, μείξας οὖν τῇ περιστερά τὸν ὄφιν τελείως ἅμα καὶ εὐσυνειδήτως βιοῖ. πίστιν ἐλπίδι κεράσας πρὸς τὴν τοῦ μέλλοντος ἀπεκδοχήν. αἵσθεται γὰρ τῆς δωρεὰς ἧς ἔλαβεν ἄξιος γενόμενος τοῦ τυχεῖν, καὶ μετατεθείς ἐκ δουλείας εἰς υἱοθεσίαν, [ἀν] ἀκ όλουθα τῇ ἐπιστήμη [μήτε μὴ] («γνοὑς τὸν θεὸν [μᾶλλον δὲ] γνωσθείς τε πρὸς αὐτοῦ») ἐπιτελεῖ, πρὸς ἀξίαν τῆς χάριτος ἐνδεικνύμενος τὰ ἐνεργήματα. ἕπεται γὰρ τὰ ἔργα τῇ γνώσει ὡς τῷ σώματι ἡ σκιά.

(83) Ἐπ' οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὧν ταῖς ἐξουσίαις ὀφθήναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπλους, δ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἐξοδον γενήσεσθαι. ὅθεν οὐδέποτε τὸ ἡδύ καὶ τὸ συμφέρον προκρίνει τῆς οἰκονομίας, γυμνάζων ἑαυτόν διὰ τῶν ἐντολῶν, ἵνα καὶ πρὸς τὸν κύριον εὐάρεστος ἐν πᾶσι γένηται καὶ πρὸς τὸν κόσμων ἐπαινετός, ἐπεὶ τὰ πάντα ἑνὸς τοῦ παντοκράτορος θεοῦ ἵσταται. «εἰς τὰ ἴδια», φησὶν, «ἦλθεν ὁ υἱὸς τοῦ θεοῦ καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο.» διὸ καὶ κατὰ τὴν τῶν κοσμικῶν χρήσιν οὐ μόνον εὐχαριστεῖ καὶ θαυμάζει τὴν κτίσιν, ἀλλὰ καὶ χρώμενος ὡς προσῆκεν ἐπαινεῖται, ἐπεὶ τὸ τέλος αὐτῷ δι’ ἐνεργείας γνωστικῆς τῆς κατὰ τοῦς ἐντολὰς εἰς θεωρίαν περαιοῦται. ἐνθένδε ἡδῃ, δι’ ἐπιστήμης τὰ ἐφόδια τῆς θεωρίας καρπούμενος μεγαλοφρόνως τε τὸ τῆς γνώσεως ἀναδεξάμενος μέγεθος, πρόεισιν ἐπὶ τὴν ἁγίαν τῆς μεταθέσεως ἀμοιβὴν. ἀκ ήκοεν γὰρ τοῦ ψαλμοῦ λέγοντος «κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς». αἰνίσσεται γὰρ,

 

 

316

οἶμαι, τοὺς ὑψηλῶς προσδεξαμένους τὸν λόγον ὑψηλοὺς ὡς πύργους ἐσεσθαι καὶ βεβαίως ἐν τε τῇ πίστει καὶ τῇ γνώσει στήσεσθαι.

 

XIV

(84) Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω. ἰσ τέον δὲ ὅτι ἐὰν ἐν τούτων ὁ πιστὸς ἡ καὶ δεύτερον κατορθώσῃ, ἀλλ’ οὗ τί γε ἐν πᾶσιν ἅμα οὐδὲ μὴν μετ ἐπιστήμης τῆς ἀκρας, καθάπερ ὁ γνωστικὸς, καὶ δὴ τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας, καθ' ἤν ἡ τελείωσις τοῦ πιστοῦ δι’ ἀγάπης «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» προβαίνουσα ἀφικνεῖται, ἐξομοιουμένῃ θεω, «ἰσάγγελος» ἀληθῶς γενομένῃ, πολλὰ μὲν καὶ ἀλλὰ ἐκ γραφῆς μαρτύρια ἐπεισι παρατίθεσθαι, ἄμεινον δὲ οἶμαι ὑπερθέσθαι τὴν τοιαύτην φιλοτιμίαν διὰ τὸ μῆκος τοῦ λόγου, τοῖς πονεῖν ἐθέλουσι καὶ προσεκπονεῖν τὰ δόγματα κατ' ἐκλογὴν τῶν γραφῶν ἐπιτρέψαντα. μιᾶς δ’ οὖν διὰ βραχυτάτων ἐπιμνησθήσομαι, ὡς μὴ ἀνεπισημείωτον παραλιπεῖν τὸν τόπον, λέγει γὰρ ἐν τῇ προτέρᾳ [τῆς] πρὸς Κορινθίους ἐπιστολῇ ὁ θεῖος ἀπόστολος «τολμὰ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδικων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; ἡ οὐκ οἴδατε ὅτι ἅγιοι τὸν κόσμον κρινοῦσι;» καὶ τὰ ἐξῆς. μεγίστης δ’ οὐ σης τῆς περικοπῆς, ταῖς ἐπικαίροις τῶν ἀποστολικὼν συγχρώμενοι λέξεσι, διὰ βραχυτάτων ἐξ ἐπιδρομής οἷον μεταφράζοντες τὴν ῥῆσιν, τὴν διάνοιαν τοῦ ῥητού τοῦ ἀποστόλου παραστήσομεν, καθ' ἣν τοῦ γνωστικοῦ τὴν τελειότητα ὑπογράφει. οὐ γὰρ ἐπὶ τοῦ ἀδικεῖσθαι μᾶλλον ἡ ἀδικεῖν ἵστησι τὸν γνωστικὸν μόνον, ἀλλὰ καὶ ἀμνησίκακον εἶναι διδάσκει, μηδὲ εὐχεσθαι κατὰ τοῦ ἀδικήσαντος ἐπιτρέπων οἶδεν γὰρ καὶ τὸν κύριον ἄντικρυς «εὐχεσθαι ὑπὲρ τῶν ἐχθρών» παραγγείλαντα. τὸ μὲν οὖν «ἐπὶ τῶν ἀδικων κρίνεσθαι» τὸν ἡδικημένον φάσκει οὐδὲν ἀλλ’ ἤ ἀν ταποδοῦναι βούλεσθαι δοκεῖν καὶ ἀνταδικήσαι δεύτερον ἐθέλειν, ὅπερ ὁμοίως ἐστὶν ἀδικήσαι καὶ αὐτόν. τὸ δὲ «ἐπὶ τῶν ἁγίων κρίνεσθαι» ἐθέλειν τινὰς λέγειν ἐμφαίνει τοὺς δι’ εὐχής τοῖς ἀδικήσασιν ἀνταποδοθήναι τὴν πλεονεξίαν αἰτουμένους, καὶ εἶναι μὲν τῶν

 

 

317

προτέρων τοὺς δευτέρους ἀμείνους, οὐδέπω δὲ ἀπαθεῖς, ἤν μὴ ἀμ νησίκακοι τέλεον γενόμενοι κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν προσεύξωνται καὶ ὑπὲρ τῶν ἐχθρῶν.

(85) Καλὸν οὖν καὶ φρένας καλάς ἐκ μετανοίας αὐτοὺς τῆς εἰς τὴν πίστιν μεταλαβείν. εἰ γὰρ καὶ ἐχθροὺς ἡ ἀλήθεια τοὺς παραζηλοῦντας κεκτῆσθαι δοκεῖ, ἀλλ’ οὗ τί γε αὐτῇ διεχθρεύεταί τινι. «ὃ» τι γὰρ «θεὸς ἐπὶ δικαίους καὶ ἀδίκους τὸν αὐτοῦ ἐπιλάμπει ήλιον» καὶ τὸν κύριὸν γε αὐτὸν ἐπὶ δικαίους ἐπεμψεν καὶ ἀδίκους, ὃ τε ἐξομοιοῦσθαι βιαζόμενος θεῷ, διὰ τῆς πολλῆς ἀμνησικακίας «ἀφεὶς ἐβδομηκοντάκις ἐπτά» (οἷον κατὰ πάντα τὸν βίον καὶ καθ’ ὅλην τὴν κοσμικὴν περιήλυσιν ἐβδομάσιν ἀριθμουμέναις σημαινομένην), παντὶ τῷ χρηστεύεται, εἰ καὶ τις τὸν πάντα τοῦτον ἐν σαρκὶ βιοὺς χρόνον ἀδικεῖ τὸν γνωστικόν, οὐ γὰρ τὴν κρίσιν μόνην ἄλλοις ἐπιτρέπειν ἄξιοῖ τὸν σπουδαῖον τῶν ἡδικηκότων αὐτόν, ἀλλὰ καὶ παρ' ἐκείνων αἰ τεῖσθαι τῶν κριτὼν βούλεται τὸν δίκαιον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῖς εἰς αὐτὸν πειτλημμεληκόσι, καὶ εἰκότως εἴ γε τὸ ἐκτος μόνον καὶ τὸ περὶ σῶμα, κἂν μέχρι θανάτου προβαίνῃ, πλεονεκτοῦσιν οἱ ἀδικεῖν ἐπ ιχειροῦντες, ων οὐδὲν οἴκεῖον τοῦ γνωστικοῦ. πῶς δ’ ἄν καὶ ἀ γγέλους τις κρίναι τοὺς ἀποστάτας, αὐτὸς ἀποστάτης ἐκείνης τῆς κατὰ τὸ εὐαγγέλιον ἀμνησικακίας γενόμενος; «διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε;» φησὶ «διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε [καί ἀποστερεῖτε]», εὐχόμενοι κατὰ τούτων δηλονότι τῶν κατ ἄγνοιαν πλημμελούντων, «καὶ ἀποστερεῖτε» τῆς τοῦ θεοῦ φιλανθρωπίας τε καὶ ἀγάθότητος τὸ ὅσον ἐφ’ ὑμῖν τοὺς καθ’ ὧν εὐχεσθε, «καὶ τοῦτο ἀδελφούς», οὐ τοὺς κατὰ πίστιν μόνον, ἀλλὰ καὶ τοὺς προσήλυτους λέγων. (86) εἰ γὰρ καὶ ὁ νῦν διεχθρεύων ὕστερον πιστεύσει, οὐκ ἴσμεν οὐδέπω ἡμεῖς. ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ μὴ πάντας εἶναι, ἡμῖν γε αὐτοὺς δοκεῖν εἶναι ἀδελφούς. ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ διὰ τῶν κτισμάτων τὴν ἐνέργειαν, δι’ ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.

«Ἤ οὐκ οἴδατε ὅτι ἀδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν;» ἀδικεῖ οὖν ὁ ἀνταδικὼν εἴτ οὖν ἔργῳ εἴτε καὶ λόγῳ εἴτε καὶ τῇ τοῦ βούλεσθαι ἐννοίᾳ, ἣν μετ

 

 

318

τὴν τοῦ νόμου παιδαγωγίαν τὸ εὐαγγέλιον περιγράφει, «καὶ ταῦτά τινες ἦτε», τοιοῦτοι δηλονότι οἴοι ἑτι τυγχάνουσιν οἷς αὐτοί οὗ συγγινώσκετε. «ἀλλὰ ἀπελούσασθε», οὐχ ἁπλῶς ὡς οἱ λοιποί, ἀλλὰ μετὰ γνώσεως τὰ πάθῃ τὰ ψυχικά ἀπεῤῥύψασθε, εἰς τὸ ἐξομοιοῦσθαι ὅσῃ δύναμις τῇ ἀγαθότητι τῆς τοῦ θεοῦ προνοίας διὰ τε τῆς ἀνεξικακίας διὰ τε τῆς ἀμνησικακίας, «επί δικαίους καὶ ἀδικους» τὸ εὐμενές τοῦ λόγου καὶ τῶν ἔργων καθάπερ ὁ ἥλιος ἐπιλάμποντες ἐπ' οὖν μεγαλονοίᾳ τοῦτο περιποιήσεται ὁ γνωστικὸς εἴτε μιμήσει τοῦ κρείττονος τρίτῃ δ’ αἰτία τὸ «ἄφες καὶ ἀφ εθήσεται σοι», βιαζομένης ὥσπερ τῆς ἐντολῆς εἰς σωτηρίαν δι’ ὑπερβολὴν ἀγάθότητος. «ἀλλ’ ἡγιάσθητε » τῷ γὰρ εἰς τοῦτο ἥκοντι ἕξεως ἀγίῳ εἶναι συμβαίνει, μηδενὶ τῶν παθῶν κατὰ μηδὲνα τρόπον περιπίπτοντι. ἀλλ’ οἶον ἀσάρκῳ ἤδη καὶ ἄνω τῆσδε τῆς γῆς [ἀγίῳ] γεγονότι. (87) διόπερ «ἐδικαιώθητε» φησὶ «τῷ ὀνόματι τοῦ κυρίου» ἐποιήθητε ὡς εἰπεῖν ὑπ’ αὐτοῦ δίκαιοι [εῖναι] ὡς αὐ τός, καὶ «τῷ πνεύματι τῷ ἀγίῳ» ὡς ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκρόθητε. μὴ γὰρ οὐ «πάντα μοι ἐξεστιν, ἀλλ’ οὐκ ἐξουσιασθήσομαι», φησί, παρὰ τὸ εὐαγγέλιον τι ποιῆσαι ἢ νοῆσαι ἢ λαλῆσαι; «τὰ δὲ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν», ἀ «ὁ θεὸς καταργήσει», τουτέστιν τοὺς οὕτω λογιζομένους καὶ βιοῦντας ὡς διὰ τὸ ἐσθίειν γενομένους, μὴ οὐχὶ δὲ ἐσθίοντας ἵνα ζῶσι μὲν κατὰ τὸ ἀκόλουθον, κατὰ δὲ τὸ προηγούμενον τῇ γνώσει προσαν ἔχοντας. καὶ μὴ τι οἷον σάρκας εἶναι τοῦ ἁγίου σώματος τούτους φησί; σῶμα δὲ ἀλληγορεῖται ἡ ἐκκλησία κυρίου, ὁ πνευματικὸς καὶ ἅγιος χορός, ἐξ ων οἰ τὸ ὄνομα ἐπικεκλημένοι μόνον, βιοῦντες δὲ οὐ κατὰ λόγον, σάρκες εἰσί. «τὸ δὲ σώμα» τοῦτο πνευματικόν, τουτέστιν ἡ ἅγια ἐκκλησία, «οὐ τῇ πορνείμ» οὐδὲ τῇ ἀπὸ τοῦ εὐαγγελίου ἀποστασίᾳ πρὸς τὸν ἐθνικὸν βίον κατ' οὐδὲνα τρόπον οὐδι ὁπωστιοῦν οἴκειωτέον. (88) πορνεύει γὰρ εἰς τὴν ἐκκλησίαν καὶ «τὸ αὐτοῦ σώμα» ὁ ἐθνικώς ἐν ἐκκλησίᾳ πολιτευόμενος, εἴτ οὖν ἐν ἔργῳ, εἴτε καὶ ἐν λόγῳ, εἴτε καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ. «ὁ» ταύτῃ «κολλώμενος τῇ πόρνη», τῇ παρὰ τὴν διαθήκην ἐνεργείᾳ, ἄλλο σῶμα γίνεται οὐχ ἅγιον, «εἰς σάρκα μίαν» καὶ βίον ἐθνικὸν καὶ ἄλλην ἐλπίδα «ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἐν πνεῦμά τι», «πνευματικὸν σώμα», τὸ διάφορον τῆς συνόδου γένος, υἱὸς οὗτος ἅπας,

 

 

319

ἄνθρωπος ἄγιος, ἀπαθής, γνωστικός, τέλειος, μορφούμενος τῇ τοῦ κυρίου διδασκαλίᾳ , ἵνα δὴ καὶ ἔργῳ καὶ λόγῳ καὶ αὐτῷ τῷ πνεύματι προσεχὴς γενόμενος τῷ κυρίῳ τὴν μονήν ἐκείνην τὴν ὀφειλομένην τῷ οὕτως ἀπηνδρωμένῳ ἀπολάβη. ἀπόχρη τὸ δεῖγμα τοῖς ὦτα ἔχουσιν. οὐ γὰρ ἐκκυκλεῖν χρὴ τὸ μυστήριον, ἐμφαίνειν δὲ ὅσον εἰς ἀνάμνησιν τοῖς μετεσχηκόσι τῆς γνώσεως, οἴ καὶ συνήσουσιν ὅπως εἴρηται πρὸς τοῦ κυρίου «γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειοι», τελείως ἀφιέντες τὰς ἁμαρτίας καὶ ἀμνησικακοῦντες καὶ ἐν τῇ ἔξει τῆς ἀπαθείας καταβιοῦντες. ὡς γὰρ τέλειὸν φαμεν ἰατρὸν καὶ τέλειον φιλόσοφον, οὕτως, οἶμαι, καὶ τέλειον γνωστικὸν ἀλλ’ οὐδὲν τούτων, καίτοι μέγιστον ὄν, εἰς ὁμοιότητα θεοῦ παραλαμβάνεται. οὐ γὰρ, καθάπερ οἱ Στωϊκοί, ἀθέως πάνυ τὴν αὐτὴν ἀρετὴν ἀνθρώπου λέγομεν καὶ θεοῦ. μὴ τι οὖν τέλειοι γενέσθαι ὀφείλομεν ὡς ὁ πατὴρ βούλεται; ἀδύνατον γὰρ καὶ ἀμήχανον ὡς ὁ θεὸς ἐστι γενέσθαι τινὰ τέλειον βούλεται δὲ ὁ πατὴρ ζώντας ἡμᾶς κατὰ τὴν τοῦ εὐαγγελίου ὑπακοὴν ἀνεπιλήπτως τελείους γίγνεσθαι, ἣν οὖν, κατ ἐλλειψιν λεγομένου τοῦ ῥητοῦ, προσυπακούσωμεν τὸ ἐνδέον εἰς ἀναπλήρωσιν τῆς περικοπῆς, τοῖς συνιέναι δυναμένοις ἀπολελειμμένον ἐκλαβεῖν, καὶ τὸ θέλημα τοῦ θεοῦ γνωριοῦμεν καὶ κατ' ἀξίαν τῆς ἐντολῆς εὐσεβως ἅμα καὶ μεγαλοφρόνως πολιτευσόμεθα.

 

XV

(89) Ἐπειδή δὲ ἀχόλουθὸν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπ ιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι, συνεπιλαμβάνονται δὲ ἐν τισι τῶν ἀποριὼν ὁμοίως τοῖς προειρημένοις καὶ αἱ περὶ τὴν ἀληθῆ διδασκαλίαν αἱρέσεις, εὖ ἄν ἔχοι, πρότερον διακαθάραντας τὰ ἐμποδών, εὐτρεπεῖς ἐπὶ τὰς τῶν ἀπ οριὼν λύσεις, εἰς τὸν ἑξῆς προϊέναι Στρωματέα.

Πρῶτον μὲν οὖν αὐτὸ τοῦτο προσάγουσιν ἡμῖν λέγοντες, μὴ δεῖν πιστεύειν διὰ τὴν διαφωνίαν τῶν αἱρέσεων παρὰ τινι γὰρ καὶ ἡ ἀλήθεια ἄλλων ἀλλὰ δογματιζόντων; πρὸς οὐς φαμεν ὅτι καὶ παρ’ ὑμῖν τοῖς Ἰουδαῖοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ' Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις, καὶ οὐ δήπου φατέ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἡ ίουδαίζειν τῆς διαφωνίας ἕνεκα τῆς

 

 

320

πρὸς ἀλλήλας τῶν παρ' ὑμῖν αἱρέσεων, ἔπειτα δὲ ἐπισπαρήσεσθαι τὰς αἱρέσεις τῇ ἀληθείᾳ, καθάπερ τῷ πυρῷ «τὰ ζιζάνια», πρὸς τοῦ κυρίου προφητικῶς εἰρητο, καὶ ἀδὑνατον μὴ γενέσθαι τὸ προειρημένον ἔσεσθαι καὶ τοῦτου ἡ αἰ τία, ὅτι παντὶ τῷ καλῷ μῶμος ἕπεται.

(90) Μή τι οὖν, εἰ καὶ παραβαίῃ τις συνθήκας καὶ τὴν ὁμολογίαν παρέλθοι τὴν πρὸς ἡμᾶς, διὰ τὸν ψευσάμενον τὴν ὁμολογίαν ἀφεξόμεθα τῆς ἀλήθειας καὶ ἡμεῖς; ἀλλ’ ὡς ἀψευδεῖν χρὴ τὸν ἐπιεικῆ καὶ μηδὲν ὧν ὑπέσχηται ἀκυροῦν, κἂν ἄλλοι τινὲς παραβαίνωσι συνθήκας, οὕτως καὶ ἡμᾶς κατὰ μηδὲνα τρόπον τὸν ἐκκλησιαστικὸν παραβαίνειν προσήκει κανόνα καὶ μάλιστα τὴν περὶ τῶν μεγίστων ὁμολογίαν ἡμεῖς μὲν φυλάττομεν, οἱ δὲ παραβαίνουσι. πιστευτέον οὖν τοῖς βεβαίως ἐχομένοις τῆς ἀληθείας. ἤδη δὲ καὶ ὡς ἐν πλάτει χρωμένοις τῇδε τῇ ἀπολογίᾳ ἔνεστι φάναι πρὸς αὐτοὺς, ὅτι καὶ οἱ ἰατροὶ ἐναντίας δόξας κεκτημένοι κατὰ τὰς οἰκείας αἱρέσεις ἐπ ἴσης ἐργω θεραπεύουσιν. μὴ τι οὖν κόψνων τις τὸ σῶμα καὶ θεραπείας δεόμενος οὐ προσίεται ἰατρὸν διὰ τὰς ἐν τῇ ἰατρικῇ αἱρέσεις; οὐκ ἄρα οὐδὲ ὁ τὴν ψυχὴν νοσῶν καὶ εἰδώλων ἐμπλεως, ἕνεκά γε τοῦ ὑγιάναι καὶ εἰς θεὸν ἐπιστρέψαι, προφασίσαιτο ποτε τὰς αἱρέσεις, ναὶ μὴν «διὰ τοὺς δοκίμους» φησὶν «αί αἱρέσεις», δοκίμους ἤτοι τοὺς εἰς πίστιν ἀφικνουμένους λέγει, ἐκλεκτικώτερον προσιόντας τῇ κυριακῇ διδασκαλίᾳ, καθάπερ τοὺς δοκίμους τραπεζίτας τὸ κίβδηλον νόμισμα τοῦ κυρίου ἀπὸ τοῦ παραχαράγματος διακρίνοντας, ἡ τοὺς ἐν αὐτῇ τῇ πίστει δοκίμους ἤδη γενομένους κατὰ τε τὸν βίον κατὰ τε τὴν γνῶσιν.

(91) Διὰ δὴ τοῦτο ἄρα πλέονος ἐπιμελείας καὶ προμήθειας δεόμεθα εἰς τὴν ἐξέτασιν τοῦ πῶς ἀκριβῶς βιωτέον καὶ τις ἡ ὄντως οὖσα θεοσέβεια, δῆλον γὰρ ὅτι δυσκόλου καὶ δυσεργοῦ τῆς ἀληθείας τυγχανούσης διὰ τοῦτο γεγόνασιν αἰ ζητήσεις ἀῳ ὧν αἰ φίλαυτοι καὶ φιλόδοξοι αἱρέσεις, μὴ μαθόντων μὲν μηδὲ παρειληφότων ἀληθῶς, οἴησιν δὲ γνώσεως εἰληφότων. διὰ πλείονος τοίνυν φροντίδος ἐρευνητέον τὴν τῷ ὄντι ἀλήθειαν, ἤ μόνη περὶ τὸν ὄντως ὄντα θεὸν καταγίνεται. πόνῳ δὲ ἕπεται γλυκεία εὐρεσίς τε καὶ μνήμῃ, ἐπαποδυτέον ἄρα τῷ πόνῳ τῆς εὐρέσεως διὰ τὰς αἱρέσεις, ἀλλ’ οὐ τέλεον ἀποστατέον. οὐδὲ γὰρ

 

 

321

ὀπώρας παρακείμενης, τῆς μὲν ἀληθοῦς καὶ ὡριμου, τῆς δὲ ἐκ κηροῦ ὡς ὅτι μάλιστα ἐμφεροῦς πεποιημένης, διὰ τὴν ὁμ οιότητα ἀμφοῖν ἀφεκτέον, διακριτέον δὲ ὁμου τε τῇ καταληπτική θεωρίᾳ καὶ τῷ κυριωτάτῳ λογισμῳ τὸ ἀληθὲς ἀπὸ τοῦ φαινομένου, καὶ ὥσπερ ὁδοῦ μιᾶς μὲν τῆς βασιλικής τυγχανούσης, πολλῶν δὲ καὶ ἄλλων τῶν μὲν ἐπὶ τίνα κρημνόν, τῶν δὲ ἐπι ποταμῶν ῥοώδη ἢ θάλασσαν ἀγχιβαθή φερουσών, οὐκ ἂν τις ὀκνήσαι διὰ τὴν διαφωνίαν ὀδεῦσαι, χρήσαιτο δ’ ἄν τῇ ἀκινδὑνῳ καὶ βασιλική καὶ λεωφόρψ, οὕτως ἀλλὰ ἄλλων περὶ ἀληθείας λεγόντων οὐκ ἀποστατέον, ἐπιμελέστερου δὲ θηρατέον τὴν ἀκριβεστάτην περὶ αὐτῆς γνῶσιν ἐπεὶ κἂν τοῖς κηπευομένοις λαχάνοις συναναφύονται καὶ πόαι μὴ τι οὖν ἀπέχονται οἱ γεωργοὶ τῆς κηπευτικής ἐπιμελείας; ἔχοντες οὖν πολλὰς ἐκ φύσεως ἀφορμὰς πρὸς τὸ ἐξετάζειν τὰ λεγόμενα καὶ τῆς ἀληθείας τὴν ἀκολουθίαν ἐξευρίσκειν ὀφείλομεν. διὸ καὶ εἰκότως κρινόμεθα, οἷς δέον πείθεσθαι μὴ συγκατατιθέμενοι, μὴ διαστέλλοντες τὸ μαχόμενον καὶ ἀπρεπές καὶ παρὰ φύσιν καὶ ψεῦδος ἀπὸ [τε] τάληθοῦς καὶ τοῦ ἀκολούθου καὶ τοῦ πρέποντος καὶ τοῦ κατὰ φύσιν, αἵς ἀφορμαῖς καταχρηστέον εἰς ἐπίγνωσιν τῆς ὄντως οὐσης ἀληθείας.

(92) Ματαία τοίνυν τοῖς Ἐλλησιν ἡ πρόφασις αὕτη τοῖς μὲν γὰρ βουλομένοις ἐξέσται καὶ τὸ εὑρεῖν τὴν ἀλήθειαν, τοῖς δὲ αἰτίας ἀλογους προβαλλομένοις ἀναπολόγητος ἡ κρίσις. πότερον γὰρ ἀναιροῦσιν ἢ συγκατατίθενται εἶναι ἀπ όδειξιν; οἶμαι πάντας ἂν ὁμολογήσειν ἄνευ τῶν τὰς αἰσθήσεις ἀναιρούντων. ἀποδείξεως δ’ οὐ σης ἀνάγκη συγκαταβαίνειν εἰς τὰς ζητήσεις καὶ δι’ αὐτῶν τῶν γραφῶν ἐκμανθάνειν ἀποδεικτικώς, ὅπως μὲν ἀπεσφάλησαν αἰ αἱρέσεις, ὅπως δὲ ἐν μόνη τῇ ἀληθείᾳ καὶ τῇ ἀρχαίᾳ ἐκκλησίᾳ ἡ τε ἀκριβεστάτῃ γνῶσις καὶ ἡ τῷ ὄντι ἀρίστῃ αἵρεσις. τῶν δὲ ἀπὸ τῆς ἀληθείας ἐκτρεπομένων οἴ μὲν σφᾶς αὐτοὺς μόνους, οἴ δὲ καὶ τοὺς πέλας ἐξαπατάν ἐπιχειροῦσιν. οἱ μὲν οὖν, δοξόσοφοι καλούμενοι, [οἱ] τὴν ἀλήθειαν εὐρηκέναι νομίζοντες, οὐκ ἔχοντες ἀπ όδειξιν οὐδεμίαν ἀληθή, ἑαυτοὺς οὗτοι ἀπατώσιν ἀναπεπαῦσθαι νομίζοντες ων πλῆθος οὐκ ὀλίγον τὰς τε ζητήσεις ἐκτρεπομενων διὰ τοὺς ἑλέγχους, ἀποφευγόντων δὲ καὶ τὰς διδασκαλίας διὰ τὴν κατάγνωσιν. οἴδέ, τοὺς προσιόντας ἐξαπατῶντες,

 

 

322

πανοῦργοι σφόδρα, οἴ καὶ παρακολουθοῦντες αὐτοῖς ὅτι μηδὲν ἐπίστανται, πιθανοῖς ὅμως ἐπιχειρήμασι σκοτίζουσι τὴν ἀλήθειαν. ἐτέρα δ’, οἶμαι, τῶν πιθανὼν ἐπιχειῥημάτων καὶ ἐτέρα τῶν ἀληθῶν ἡ φύσις. καὶ ὅτι τῶν αἱρέσεων ἀνάγκη τὴν ὀνομασίαν πρὸς ἀντιδιαστολὴν τῆς ἀληθείας λεγεσθαι γινώσκομεν ἀφ' ἧς τινὰ ἀποσπᾶσαντες ἐπὶ λύμῃ τῶν ἀνθρώπων οἰ σοφισταί, ταῖς ἐξευρημέναις σφίσιν ἀνθρωπικαῖς τέχναις ἐγκατορύξαντες, αὐχοῦσι προῖστασθαι διατριβῆς μᾶλλον ἡ ἐκκλησίας.

 

XVI

(93) Ἀλλ' οἱ πονεῖν ἕτοιμοι ἐπι τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονταί ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ’ αὐτῶν λάβωσι τῶν γραφῶν, ἔστι μὲν οὖν κοινά τίνα τῶν ἀνθρώπων κριτήρια καθάπερ τὰ αἰσθητήρια, τὰ δ’ ἀλλὰ τῶν βουληθέντων καὶ ἀσκησάντων τὰ ἀληθή, τὰ διὰ νοῦ καὶ λογισμοῦ τεχνικά λόγων ἀληθῶν τε καῖ ψευδών, μέγιστον δὲ τὸ καὶ τὴν οἴησιν ἀποθέσθαι, ἐν μέσῳ καταστάντας ἀκριβοῦς ἐπιστήμης καὶ προπετοῦς δοξοσοφίας, καὶ γνῶναι ὅτι ὁ τὴν αἰώνιον ἑλπίζων ἀνάπαυσιν γιγνώσκει καὶ τὴν εἴσοδον αὐτῆς ἐπίπονον ουσαν καὶ «τεθλιμμένην». ὁ δὲ ἅπαξ εὐαγγελισθείς καὶ «τὸ σωτὴριόν» φησὶν , ἐν ῆ ὥρᾳ ἐπιγνῷ, μὴ «ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Λὼτ γυνὴ» μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσαν ἔχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω ἐρίζουσι γὰρ ἁμῇ γέ πῃ, τὸν ὄντα μὴ γινώσκουσαι θεόν, «ὁ γὰρ φιλῶν πατέρα ἡ μητέρα ὑπὲρ ἐμέ», τὸν ὄντως πατέρα καὶ διδάσκαλον τῆς ἀληθείας, τὸν ἀναγεννώντα καὶ ἀναχτίζοντα καὶ τιθηνούμενον τὴν ψυχὴν τὴν ἐξειλεγμενην , «οὐκ ἔστι μου ἄξιος», λέγει τοῦ εἶναι υἱὸς θεοῦ καὶ μαθητής θεοῦ ὁμοῦ καὶ φίλος καὶ συγγενής, «οὐδεὶς γὰρ εἰς τὰ ὁπίσω βλεπων καὶ ἐπιβάλλων τὴν χεῖρα αὐτοῦ ἐπ' ἀ ροτρον εὐθετος τῇ βασιλείᾳ τοῦ θεοῦ.»

Ἀλλ, ὡς ἔοικεν, τοῖς πολλοῖς καὶ μέχρι νῦν δοκεῖ ἡ Μαριάμ λεχὼ εἶναι διὰ τὴν τοῦ παιδιού γέννησιν, οὐκ οὐσα λεχώ (καὶ γὰρ μετὰ τὸ τεκεῖν αὐτὴν μαιωθεῖσάν φασὶ τινες παρθένον εὐρεθήναι) τοιαῦται δ’ ἡμῖν αἰ κυριακαὶ

 

 

323

γραφαί, (94) τὴν ἀλήθειαν ἀποτίκτουσαι καὶ μένουσαι παρθένοι μετὰ τῆς ἐπικρύψεως τῶν τῆς ἀληθείας μυστηρίων, «τέτοκεν καὶ οὐ τέτοκεν», φησὶν ἡ γραφή, ὡς ἄν ἐξ αὐτῆς, οὐκ ἐκ συνδυασμοῦ συλλαβοῦσα. διόπερ τοῖς γνωστικοῖς κεκυήκασιν αἱ γραφαί, αἱ δὲ αἱρέσεις οὐκ ἐκμαθοῦσαι ὡς μὴ κεκυηκυίας παραπέμπονται. πάντων δὲ ἀνθρώπων τὴν αὐτὴν κρίσιν ἐχόντων οἰ μὲν ἀκολουθοῦντες τῷ αἱροῦντι λόγῳ ποιούνται τὰς πίστεις, οἰ δὲ ἡδοναῖς σφᾶς αὐτοὺς ἐκδεδωκότες βιάζονται πρὸς τοῦς ἐπιθυμίας τὴν γραφὴν, δεῖ δ’, οἶμαι, τῷ τῆς ἀληθείας ἐραστῇ ψυχικῆς εὐτονίας σφάλλεσθαι γὰρ ἀνάγκη μέγιστα τοὺς μεγίστοις ἐγχειροῦντας πράγμασιν, ἢν μὴ τὸν κανόνα τῆς ἀληθείας παρ' αὐτῆς λαβόντες ἐχωσι τῆς ἀληθείας. οἰ τοιοῦτοι δέ, ἅτε ἀποπεσόντες τῆς ὀρθῆς ὁδοῦ, κἂν τοῖς πλείστοις τῶν κατὰ μέρος σφάλλονται εἰκότως, διὰ τὸ μὴ ἔχειν ἀληθῶν καὶ ψευδῶν κριτήριον συγγεγυμνασμένον ἀκριβῶς τὰ δέοντα αἱρεῖσθαι. εἰ γὰρ ἐκέκτηντο, ταῖς θείαις ἐπείθοντο ἄν γραφαῖς.

(95) Καθάπερ οὖν εἶ τις ἐξ ἀν θρώπου θηρίον γένοιτο παραπλησίως τοῖς ὑπὸ τῆς Κίρκης φαρμαχθεῖσιν, οὕτως ἄνθρωπος εἶναι τοῦ θεοῦ καὶ πιστὸς τῷ κυρίῳ διαμένειν ἀπολώλεκεν ὁ ἀναλακτίσας τὴν ἐκκλησιαστικήν παράδοσιν καὶ ἀποσκιρτήσας εἰς δόξας αἱρέσεων ἀνθρωπίνων. ὁ δὲ ἐκ τῆσδε τῆς ἀπάτης παλινδρομήσας, κατακούσας τῶν γραφῶν καὶ τὸν ἑαυτοῦ βίον ἐπιτρέψας τῇ ἀληθείᾳ, οἷον ἐξ ἀνθρώπου θεὸς ἀποτελεῖται. ἔχομεν γὰρ τὴν ἀρχὴν τῆς διδασκαλίας, τὸν κύριον διὰ τε τῶν προφητῶν διὰ τε τοῦ εὐαγγελίου καὶ διὰ τῶν μακαρίων ἀποστόλων «πολυτρόπως καὶ πολυμερῶς» ἐξ ἀρχῆς εἰς τέλος ἡγούμενον τῆς γνώσεως. τὴν ἀρχὴν δ’ εἴ τις ἑτέρου δεῖσθαι ὑπολάβοι, οὐκέτ ἂν ὄντωςἀρχὴ φυλαχθείς, ὁ μὲν οὖν ἐξ ἑαυτοῦ πιστὸς τῇ κυριακῇ γραφὴ τε καὶ φωνῇ ἀξιόπιστος εἰκότως ἂν διὰ τοῦ κυρίου πρὸς τὴν τῶν ἀνθρώπων εὐεργεσίαν ἐνεργουμένῃ ἀμέλει πρὸς τὴν τῶν πραγμάτων εὕρεσιν αὐτῇ χρώμεθα κριτηρίῳ τὸ κρινόμενον δὲ πᾶν ἔτι ἄπιστον πρὶν κριθήναι, ὥστ’ οὐδ’ ἀρχὴ τὸ κρίσεως δεόμενον. εἰ κότως τοίνυν πίστει περιλαβόντες ἀναπόδεικτον τὴν ἀρχην, ἐκ περιουσίας καὶ τὰς ἀποδείξεις παρ' αὐτῆς τῆς ἀρχῆς περὶ τῆς ἀρχῆς λαβόντες, φωνῇ κυρίου παιδευόμεθα πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. οὐ γὰρ ἀπλῶς

 

 

324

ἀποφαινομένοις ἀνθρώποις προσέχοιμεν, οἷς καὶ ἀνταποφαίνεσθαι ἐπ ἴσης ἐξεστιν. εἰ δ’ οὐκ ἀ ρκεῖ μόνον ἁπλῶς εἰπεῖν τὸ δόξαν, ἀλλὰ πιστώσασθαι δεῖ τὸ λεχθέν, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένομεν μαρτυρίαν, ἀλλὰ τῇ τοῦ κυρίου φωνῇ πιστούμεθα τὸ ζητούμενον, ἣ πασῶν ἀποδείξεων ἐχεγγυωτέρα, μᾶλλον δὲ ἣ μόνη ἀπόδειξις οὐσα τυγχάνει καθ' ἤν ἐπ ιστήμην οἱ μὲν ἀπογευσάμενοι μόνον τῶν γραφῶν πιστοί, οἱ δὲ καὶ προσωτέρω χωρήσαντες ἀκριβεῖς γνώμονες τῆς ἀληθείας ὑπάρχουσιν, οἰ γνωστικοί, ἐπεὶ κἂν τοῖς κατὰ τὸν βίον ἔχουσι τι πλέον οἱ τεχνῖται τῶν ἰδιωτὼν καὶ παρὰ τὰς κοινάς ἐννοιας ἐκτυποῦσι τὸ βέλτιον. (96) οὕτως οὖν καὶ ἡμεῖς, ἀπ’ αὐτῶν περὶ αὐτῶν τῶν γραφῶν τελείως ἀποδεικνύντες, ἐκ πίστεως πειθόμεθα ἀποδεικτικώς. κἂν τολμήσωσι προφητικαῖς χρήσασθαι γραφαῖς καὶ οἱ τὰς αἱρέσεις μετιόντες, πρῶτον μὲν οὐ πᾶσαις, ἔπειτα οὐ τελείαις, οὐδὲ ὡς τὸ σῶμα καὶ τὸ ὑφος τῆς προφητείας ὑπαγορεύει, ἀλλ’ ἐκ λεγόμενοι τὰ ἀμφιβόλως εἰρημένα εἰς τὰς ἰδίας μετάγουσι δόξας, ὀλίγας σποράδην ἀπανθιζόμενοι φωνὰς, οὐ τὸ σημω,ινόμωνον ἀπ' αὐτῶν σκοπουντες, ἀλλ' αὐτῇ ψιλῇ ἀποχρώμενοι τῇ λέξει. σχεδὸν γὰρ ἐν πᾶσιν οἷς προσφέρονται ῥητοῖς εὕροις ἂν αὐτοὺς ὡς τοῖς ὀνόμασι μόνοις προσανέχουσι, τὰ σημαινόμενα ὑπαλλάττοντες, οὔθ’ ὡς λέγονται γινώσκοντες οὔθ’ ὡς ἔχειν πεφύκασι χρώμενοι αἵς καὶ δὴ κομίζουσιν ἐκλογαῖς. ἡ ἀλήθεια δὲ οὐκ ἐν τῷ μετατιθέναι τὰ σημαινόμενα εὑρίσκεται (οὕτω μὲν γὰρ ἀνατρέψουσι πᾶσαν ἀληθῆ διδασκαλίαν), ἀλλ’ ἐν τῷ διασκέψασθαι τί τῷ κυρίῳ καὶ τῷ παντοκράτορι θεῷ τελέως οἴκεῖὸν τε καὶ πρέπον, κἂν τῷ βεβαιοῦν ἕκαστον τῶν ἀποδεικνυμένων κατὰ τὰς γραφὰς ἐξ αὐτῶν πάλιν τῶν ὁμοιων γραφῶν, οὔτ’ οὖν ἐπιστρέφειν ἐπὶ τὴν ἀλήθειαν ἐθέλουσιν, αἰδούμενοι καταθέσθαι τὸ τῆς φιλαυτίας πλεονέκτημα, οὔτ’ ἔχουσιν ὅπως διάθώνται τὰς αὐτῶν δόξας, βιαζόμενοι τὰς γραφὰς. φθάσαντες δὲ ἐξενεγκεῖν εἰς τοὺς ἀνθρώπους δόγματα ψευδῆ, σχεδὸν ἀπᾶσαις ταῖς γραφαῖς ἐναργῶς μαχόμενοι καὶ ἀεὶ ὑφ' ἡμῶν τῶν ἀντιλεγόντων αὐτοῖς ἑλεγχόμενοι, τὸ λοιπὸν ἔτι καὶ νῦν ὑπομένουσι τὰ μὲν μὴ προσίεσθαι τῶν προφητικών, τὰ δὲ ἡμᾶς αὐτοὺς ὡς ἄλλης γεγονότας φύσεως μὴ οἵους τε εἶναι συνεῖναι τὰ οἰκεία ἐκείνοις διαβάλλουσιν, ἐνίοτε δὲ καὶ τὰ ἑαυτῶν διελεγχόμενοι ὀρνοῦνται

 

 

325

δόγματα, ἄντικρυς ὁμολογεῖν αἰδούμενοι ἄ κατ' ἰδίαν αὐχοῦσι διδάσκοντες [οὕτως]. (97) οὔτω γὰρ κατὰ πάσας ἔστιν ἰδεῖν τὰς αἱρέσεις, ἐπιόντας αὐτῶν τὰς μοχθηρίας τῶν δογμάτων, ἐπειδὰν γὰρ ἀνατρέπωνται πρὁς ἡμῶν δεικνύντων αὐτοὺς σαφῶς ἐν αντιουμένους ταῖς γραφαῖς, δυοῖν θάτερον ὑπὸ τῶν προεστώτων τοῦ δόγματος ἐστι θεάσασθαι γινόμενον ἢ γὰρ τῆς ἀκολουθίας τῶν σφετέρων δογμάτων ἢ τῆς προφητείας αὐτῆς. μᾶλλον δὲ τῆς ἑαυτῶν ἑλ πίδος καταφρονοῦσιν, αἰροῦνται δὲ ἐκάστοτε τὸ δόξαν αὐτοῖς ὑπάρχειν ἐναργεστερον ἢ τὸ πρὸς τοῦ κυρίου διὰ τῶν προφητῶν εἰρημένον καὶ ὑπὸ τοῦ εὐαγγελίου, προσέτι δὲ καὶ τῶν ἀποστόλων, συμμαρτυρούμενὸν τε καὶ βεβαιούμενον. ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν, οὐ τὴν ἀλήθειαν ἐξ ευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσω καὶ προχείροις ἐντυχόντες παρ’ ἡμῖν ὡς εὐτελὼν κατεφρόνησαν), ὑπερβηναι δὲ σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν. μὴ γὰρ μαθόντες τὰ τῆς γνώσεως τῆς ἐκκλησιαστικής μυστήρια μηδὲ χωρήσαντες τὸ μεγαλεῖον τῆς ἀληθείας, μέχρι τοῦ βάθους τῶν πραγμάτων κατελθεῖν ἀποῤῥμθυμήσαντες, ἐξ ἐπιπολῆς ἀνα γνόντες παρεπέμψαντο τὰς γραφὰς. (98) ὑπὸ δοξοσοφίας τοίνυν ἐπηρμίνοι ἐρίζοντες διατελοῦσι, δήλοι γεγονότες ὡς τοῦ δοκεῖν μᾶλλον ἠπερ τοῦ φιλοσοφεῖν προνοοῦνται. αὐτίκα οὐκ ἀναγκαίας ἀρχάς πραγμάτων καταβαλλόμενοι δόξαις τε ἀνθρωπίναις κεκινημένοι, ἔπειτα ἀναγκαίως τέλος ἀκολουθοῦν αὐτοῖς ἐκποριζόμενοι, διαπληκτίζονται διὰ τοὺς ἑλέγχους πρὸς τοὺς τὴν ἀληθῆ φιλοσοφίαν μεταχειριζομένους, καὶ πάντα μᾶλλον ὑπομένουσι καὶ πάντα, φασί, κάλον κινοῦσι, κἂν ἀσεβεῖν διὰ τὸ ἀπιστεῖν ταῖς γραφαῖς μέλλωσιν, ἠπερ μετατίθενται, ὑπὁ φιλοτιμίας τῆς αἱρέσεως καὶ τῆς πολυθρυλήτου κατὰ τὰς ἐκκλησίας αὐτῶν πρωτοκαθεδρίας, δι’ ἣν κάκείνην τὴν συμποτικήν [διὰ] τῆς ψευδωνύμου ἀγάπης πρωτοκλισίαν ἀσπάζονται. ἡ παρ' ἡμῖν δὲ τῆς ἀληθείας ἐπίγνωσίς ἐκ τῶν ἤδη πιστὼν τοῖς οὔπω πιστοῖς ἐκπορίζεται τὴν πίστιν, ἥτις οὐσία ὡς εἰπεῖν ἀποδείξεως καθίσταται, ἀλλ’, ὡς ἔοικεν, πᾶσα αἵρεσίς ἀρχὴν ὦτα ἀκούοντα οὐκ ἔχει τὸ σύμφορον, μόνον δὲ τοῖς πρὸς ἡδονὴν ἀνεῳγότα, ἐπεὶ κἂν ἰάθη τις αὐτῶν, εἰ πείθεσθαι τῇ ἀληθείᾳ μόνον ήβουλήθη. τριττὴ δέ

 

 

326

θεραπεία οἰήσεως, καθάπερ καὶ παντὸς πάθους, μάθησις τε τοῦ αἰτίου καὶ τοῦ πῶς ἄν ἐξ αιρεθείῃ τοῦτο, καὶ τρίτον ἡ ἄσκησις τῆς ψυχῆς καὶ ὁ ἐθισμὸς πρὸς τοῖς κριθεῖσιν ὀρθῶς ἔχειν ἀκολουθεῖν δύνασθαι. (99) ὡς γὰρ ὀφ θαλμὸς τεταραγμένος, οὕτως καὶ ἡ ψυχὴ τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν οὐχ οἰά τε τὸ φῶς τῆς ἀληθείας διιδεῖν ἀκριβῶς, ἀλλὰ καὶ τὰ ἐν ποσὶ παρορὰ. ἐν οὖν θολερῷ ὕδατι καὶ τὰς ἐγ χέλεις ἀλίσκεσθαί φασιν ἀποτυφλουμένας. καὶ καθάπερ τὰ πονηρά παιδία τὸν παιδαγωγὸν ἀποκλείει, οὕτως οὗτοι τὰς προφητείας εἴργουσιν ἑαυτῶν τῆς ἐκκλησίας, ὑφορώμενοι δι’ ἔλεγχον καὶ νουθεσίαν, ἀμέλει πάμπολλα συγκαττύουσι ψεύσματα καὶ πλάσματα, ἵνα δὴ εὐλόγως δόξωσι μὴ προσίεσθαι τὰς γραφάρ. ταύτῃ οὖν οὐκ εὐσεβεῖς, δυσαρεστούμενοι ταῖς θείαις ἐντολαῖς, τουτέστι τῷ ἀγίῳ "πνεύματι. ὥσπερ δὲ αἰ ἀμυγδάλαι κεναὶ λέγονται οὐκ ἐν αἷς μηδὲν ἐστιν, ἀλλ’ ἐν αἶς ἄχρηστον τὸ ἐνόν, οὕτως τοὺς αἱρετικοὺς [τοὑς] κενοὺς τῶν τοῦ θεοῦ βουλημάτων καὶ τῶν τοῦ Χριστοῦ παραδόσεων εἶναι φαμεν, πικριζόντων ὡς ἀληθῶς κατὰ τὴν ἀγρίαν ἀμυγδαλῆν ἐξάρχοντας δογμάτων, πλὴν ὅσα δὶ ἐνάργειαν τῶν ἀληθῶν ἀποθέσθαι καὶ ἀπ οκρύψαι οὐκ ἴσχυσαν.

(100) Καθάπερ τοίνυν ἐν πολέμῳ οὐ λειπτέον τὴν τάξιν ἣν ὁ στρατηγὸς ἐταξεν τῷ στρατιώτῃ, οὕτως οὐδὲ ἣν ἔδωκεν ὁ λόγος, ἄρχοντα εἰλήφαμεν γνώσεώς τε καὶ βίου, λειπτέον τάξιν. οἱ πολλοὶ δὲ οὐδὲ τοῦτο ἐξητάκασιν, εἰ ἔστι τινι ἀκολουθητέον καὶ τινι τούτῳ καὶ ὅπως. οἶος γὰρ ὁ λόγος, τοιόσδε καὶ ὁ βίος εἶναι τῷ πιστῷ προσήκει, ὡς «ἔπεσθαι» δύνασθαι «τῷ θεῷ», ἐξ ἀρχῆς τὰ πάντα «εὑθεῖαν περαίνοντι». ἐπὰν δὲ παραβῆ τις τὸν λόγον καὶ διὰ τοῦτου τὸν θέον, εἰ μὲν διὰ τὸ αἰφνἴδιον προσπεσεῖν τίνα φαντασίαν ήσθένησεν, προχείρους [τοὺς] τὰς φαντασίας τὰς λογικάς ποιητέον εἰ δὲ τῷ ἔθει τῷ προκατεσχηκότι ἡττηθεὶς γέγονεν (ᾗ φησιν ἡ γραφή) «χυδαῖος», ἀποπαυστέον τὸ ἔθος εἰς τὸ παντελὲς καὶ πρὸς τὸ ἀντιλέγειν αὐτῷ τὴν ψυχὴν γυμναστέον εἰ δὲ καὶ μαχόμενα δόγματα ἐφέλκεσθαί τινας δοκεῖ, ὑπεξαιρετέον ταῦτα καὶ πρὸς τοὺς «εἰρηνοποιοὑς» τῶν [τῶν] δογμάτων πορευτέον, οἴ κατεπμδουσι ταῖς θείαις γραφαῖς τοὺς ψοφοδεεῖς τῶν ἀπειρων, τὴν ἀλήθειαν διὰ τῆς ἀκολουθίας τῶν διαθηκῶν σαφηνίζοντες.

 

 

327

ἀλλ', ὡς ἔοικεν, ῥέπομεν ἐπὶ τὰ ἔνδοξα μᾶλλον, κἂν ἐναντία τυγχάνῃ, ἤπερ ἐπὶ τὴν ἀλήθειαν αὐστηρά γὰρ ἐστι καὶ σεμνή.

Καὶ δὴ τριῶν οὐσῶν διαθέσεων τῆς ψυχῆς, ἀγνοίας, οἴήσεως, ἐπιστήμης, οἴ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἴδέ ἐν τῇ ἐπιστήμη ἡ ἐκ κλησία ἡ ἀληθής, (101) οἴ δὲ ἐν οἴήσει οἱ κατὰ τὰς αἱρέσεις, οὐδὲν γοῦν σαφέστερον ἰδεῖν ἐστι τοὺς ἐπισταμένους περὶ ων ἴσασι διαβεβαιουμένους [καὶ] περὶ ὧν οἴ ονται, ὅσον γε ἐπὶ τῷ διαβεβαιοῦσθαι ἄνευ τῆς ἀποδείξεως. καταφρονοῦσι γοῦν ἀλλήλων καὶ καταγελωσιν, καὶ συμβαίνει τὸν αὐτὸν νοῦν παρ' οἶς μὲν ἐν τιμότατον εἶναι, παρ' οἶς δὲ παρανοίας ήλωκἐναι. καίτοι μεμαθήκαμεν ἄλλο μὲν τι εἶναι ἡδονὴν, ἣν [ἐν] τοῖς ἔθνεσιν ἀπονεμητέον, ἄλλο δὲ τι ἐριν, ἣν [ἐν] ταῖς αἰ ρέσεσι προσκριτέον, ἄλλο χαρὰν, ἣν τῇ ἐκκλησίᾳ προσοικειωτέον, ἄλλο δὲ εὐφροσύνην, ἣν τῷ κατὰ ἀλήθειαν ἀποδοτέον γνωστικῷ. ὡς δὲ ἐὰν πρόσσχῃ τις Ἰσχομάχψ, γεωργὸν αὐτὸν ποιήσει, καὶ Αάμπιδι ναύκληρον, καὶ Χαριδήμῳ στρατηγόν, καὶ Σιμωνι ιππικόν, καὶ Πέρδικι κάπηλον, καὶ Κρωβὐλῳ ὀψ οποιόν, καὶ Ἀρχελάῳ ὁρχηστήν, καὶ Ὀμήρῳ ποιητὴν, καὶ Πύῤῥωνι ἐριστικόν, καὶ Δημοσθένει ῥήτορα, καὶ Χρυσίππῳ διαλεκτικόν, καὶ Ἀριστοτελει φυσικόν, καὶ φιλόσοφον Πλάτωνι, οὔτως ὁ τῷ κυρίῳ πειθόμενος καὶ τῇ δοθείσῃ δι’ αὐτοῦ κατακολουθήσας προφητείᾳ τελέως ἐκ τελεῖται κατ εἰκόνα τοῦ διδασκάλου ἐν σαρκὶ περιπόλων θεὸς, ἀποπίπτουσιν ἄρα τοῦδε τοῦ υψους οἱ μὴ ἐπόμενοι θεῷ ἡ ἂν ἡγῆται, ἡγεῖται δὲ κατὰ τοὺς «θεοπνεύστους γραφὰς». μυρίων γοῦν ὄντων κατ ἀριθμὸν ἀ πράσσουσιν ἄνθρωποι, σχεδὸν δύο εἰσὶν ἀρχαὶ πάσης ἁμαρτίας, ἄγνοια καὶ ἀσθένεια (ἄμφω δὲ ἐφ’ ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν), τούτων δὲ δι’ ἣν μὲν οὐ καλῶς κρινοῦσι, δι’ ἣν δὲ οὐκ ἱσχύουσι τοῖς ὀρθῶς κριθεῖσιν οὔτε γὰρ ἀπατηθείς τις τὴν γνώμην δύναιτ ἂν εὐ πράττειν. κἂν πάνυ δυνατὸς ἡ τὰ γνωσθέντα ποιεῖν, οὔτε καὶ κρίνειν τὸ δέον ἰσχύων ἄμεμπτον ἑαυτόν παράσχοιτ ἂν ἐν τοῖς ἔργοις ἐξασθενών. (102) ἀκ ολούθως τοίνυν δύο τῷ γένει καὶ παιδεῖαι παραδίδονται πρόσφοροι ἐκατέρᾳ τῶν ἁμαρτιών, τῇ μὲν ἡ γνῶσις τε καὶ ἡ τῆς ἐκ τῶν γραφῶν μαρτυρίας ἐναργῆς ἀπόδειξις, τῇ δὲ ἡ κατὰ λόγον ἄσκησις ἐκ πίστεώς τε καὶ φόβου

 

 

328

παιδαγωγουμένη ἄμφω δ’ εἰς τὴν τελείαν ἀγάπ ην συναύξουσιν. τέλος γὰρ οἶμαι τοῦ γνωστικοῦ τὸ γε ἐνταῦθα διττόν, ἐφ' ὧν μὲν ἡ θεωρία ἡ ἐπιστημονική, ἐφ’ ὧν δὲ ἡ πρᾶξις.

Εἴη μὲν οὖν καὶ τούσδε τοὺς αἱρετικ οὺς καταμάθόντας ἐκ τῶνδε τῶν ὑπομνημάτων σωφρονισθήναί τε καὶ ἐπιστρέψαι ἐπὶ τὸν παντοκράτορα θεόν, εἰ δὲ καθάπερ «οἱ κωφοὶ τῶν δφεων» τοῦ καινῶς μὲν λεγομένου, ἀρχαιοτάτου δὲ «μὴ ἐπαίοιεν μσματος», παιδευθεῖεν γοῦν πρὸς τοῦ θεοῦ, τὰς πρὸ τῆς κρίσεως πατρῴας νουθεσίας ὑπομένοντες, ἐστ ἂν καταισχυνθέντες μετανοήσωσιν, ἀλλὰ μὴ εἰς τὴν παντελή φέροντες ἑαυτοὺς διὰ τῆς ἀπηνοῦς ἀπειθείας ἐμβάλοιεν κρίσιν. γίνονται γὰρ καὶ μερικαὶ τινες παιδεῖαι, ἀς κολάσεις ὀνομάζουσιν, εἰς ἃς ἡμῶν οἱ πολλοὶ τῶν ἐν παραπτώματι γενομένων ἐκ τοῦ λαοῦ τοῦ κυριακοῦ κατολισθαίνοντες περιπίπτουσιν. ἀλλ’ ὡς πρὸς τοῦ διδασκάλου ἡ τοῦ πατρὸς οἱ παῖδές, οὕτως ἡμεῖς πρὸς τῆς προνοίας κολαζόμεθα. θεὸς δὲ οὐ τιμωρείται (έστι γὰρ ἡ τιμωρία κακοῦ ἀνταπόδοσις), κολάζει μέντοι πρὸς τὸ χρήσιμων καὶ κοινὴ καὶ ἰδίᾳ τοῖς κολαζομένοις.

Ταυτὶ μέν, ἀπ οτρέψαι βουλόμενος τῆς εἰς του; αἱρέσεις εὐεμπτωσίας τοὺς φιλομαθοῦντας, παρεθέμην τοὺς δὲ τῆς ἐπιπολαζούσης εἴτε ἀμαθίας εἴτε ἀβελτερίας εἴτε καχεξίας εἰθ', οτιδήποτε χρὴ καλεῖν αὐτὴν, ἀποπαῦσαι γλιχόμενος, μεταπεῖσαι δὲ καὶ προσαγαγεῖν τῇ ἀλ ηθείᾳ τοὺς γε μὴ παντάπασιν ἀνιάτους ἐπιχειρών, τοῖσδε συνεχρησάμην τοῖς λόγοις. (103) εἰσὶ γὰρ οἴ οὐδὲ ἀνέχονται τὴν ἀρχὴν ἐπακοῦσαι τῶν πρὸς τὴν ἀλήθειαν προτρεπόντων καὶ δὴ φλυαρεῖν ἐπιχειροῦσι, βλασφήμους τῆς ἀληθείας καταχέοντες λόγους, σφίσιν αὐτοῖς τὰ μέγιστα τῶν ὄντων ἐγνωκέναι συγχωροῦντες, οὐ μαθόντες, οὐ ζητήσαντες, οὐ πονέσαντες, οὐχ εὐρόντες τὴν ἀκολουθίαν οὖς ἑλεήσειεν ἂν τις ἡ μισήσειεν τῆς τοιαύτης διαστροφῆς, εἰ δὲ τις ιάσιμος τυγχάνει, φέρειν δυνάμενος, ὡς πῦρ ἡ σίδηρον, τῆς ἀληθείας τὴν παῤῥησίαν ἀποτέμνουσαν καίουσαν τὰς ψευδεῖς δόξας αὐτῶν, ὑπεχέτω τὰ ὦτα τῆς ψυχῆς, ἔσται δὲ τοῦτο, ἐὰν μὴ ῥμθυμεῖν ἐπειγόμενοι ἀποδιωθώνται τὴν ἀλήθειαν ἡ δόξης ὀριγνώμενοι καινοτομεῖν βιάζωνται. ῥμθυμοῦσι μὲν γὰρ οἱ παρὸν τὰς οἰ κείας ταῖς θείαις

 

 

329

γραφαῖς ἐξ αὐτῶν τῶν γραφῶν πορίζεσθαι ἀποδείξεις τὸ παραστάν καὶ ταῖς ἡδοναῖς αὐτῶν σνναιρόμενον ἐκλεγόμενοι δόξης δὲ ἐπιθυμοῦσιν ὅσοι τὰ προσφυή τοῖς θεοπνεύστοις λόγοις ὑπὸ τῶν μακαρίων ἀποστόλων τε καὶ διδασκάλων παραδιδόμενα ἑκόντες εἶναι σοφίζονται δὶ ἑτέρων παρεγχειρήσεων, ἀνθρωπείαις διδασκαλίαις ἐνιστάμενοι θείᾳ παραδόσει ὑπὲρ τοῦ τὴν αἵρεσιν συστήσασθαι. τις γὰρ ὡς ἀληθῶς ἐν τηλικούτοις ἀνδράσιν, κατὰ τὴν ἐκκλησιαστικήν λέγω γνῶσιν, ὑπελείπετο λόγος Μαρκίωνος, φέρε εἰπεῖν, ἡ Προδίκου καὶ τῶν ὁμοιων τὴν ὁρθήν οὐ βαδισάντων ὁδόν; οὐ γὰρ ἄν ὑπερέβαλον σοφίᾳ τοὺς ἔμπροσθεν ἄνδρας, ὡς προσεξευρεῖν τι τοῖς ὑπ’ ἐκείνων ἀληθῶς ῥηθεῖσιν, ἀλλ’ ἀγαπητὸν ὴν αὐτοῖς, εἰ τὰ προπαραδεδομένα μαθεῖν ἡδυνήθησαν.

(104) Ὁ γνωστικὸς ἄρα ἡμῖν μόνος ἐν αὐταῖς καταγηράσας ταῖς γραφαῖς, τὴν ἀποστολικήν καὶ ἐκκλησιαστικήν σῴζων ὀρθοτομίαν τῶν δογμάτων, κατὰ τὸ εὐαγγέλιον ὁρθότατα βιοῖ, τὰς ἀποδείξεις ἀρ ἂν ἐπιζητήσῃ ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου ἀπὸ τε νόμωυ καὶ προφητῶν, ὁ βίος γὰρ, οἴμω,ι, τοῦ γνωστικοῦ οὐδὲν ἄλλο ἐστὶν ἡ ἔργα καὶ λόγοι τῇ τοῦ κυρίου ἀκόλουθοι παραδόσει.

Ἀλλ' «οὐ πάντων ἡ γνῶσις». «οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί,» φησὶν ὁ ἀπόστολος, «ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματὸς τε καὶ πόματος μετέλαβον», κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος τῆς γνώσεως ἔργῳ τε καὶ λόγω, διὸ καὶ ἐπήγαγεν «ἀλλˑ οὐκ ἐν πᾶσιν αὐτοῖς ηὐδόκησεν.» τις οὗτος; ὁ εἰπὼν «τί με λέγετε κύριε καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρὸς μου;» τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστι βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν οὐκ ἐπιστάψενον, «ῦδωρ ζωῆς» γνωστικῆς, ναι, φασιν, ἡ γνῶσις εἴρηται φυσιούν. πρὸς οὖς φαμεν τάχα μίν ἡ δοκοῦσα γνῶσις φυσιοῦν λέγεται, εἴτις τετυφώσθαι τὴν λέξιν ἐρμηνεύειν ὑπολάβοι εἰ δέ, ὅπερ καὶ μᾶλλον, τὸ μεγαλείως τε καὶ ἀληθῶς φρονεῖν μηνύει ἡ τοῦ ἀποστόλου φωνή, λέλυται μὲν τὸ ἠπορημένον ἐπόμενοι δ’ οὖν ταῖς γραφαῖς κυρώσωμεν τὸ εἰ ρημένον.

 

 

330

(105) «Ἡ σοφία», φησὶν ὁ Σολομών, «ένεφυσίωσεν τὰ ἑαυτῆς τέκνα.» οὐ δήπου γὰρ τῦφον ἐνεποίησεν ὁ κύριος τοῖς μειρακίοις κατὰ τὴν διδασκαλίαν, ἀλλὰ τὸ ἐπὶ τῇ ἀληθείᾳ πεποιθέναι, καὶ εἶναι μεγαλόφρονα ἐν γνώσει τῇ διὰ τῶν γραφῶν παραδιδομένῃ ὑπεροπτικὸν τῶν εἰς ἁμαρτίαν ὑποσυρόντων παρασκευάζει, ο σημαίνει ἡ «ένεφυσίωσε» λέξις, μεγαλοπρέπειαν τῆς σοφίους τοῖς κατὰ τὴν μάθησιν τέκνοις ἐμφυτευσάσης δι’ δάσκει. αὐτίκα φησὶν ὁ ἀπόστολος «καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἄλλου τὴν δύναμιν», εἰ μεγαλοφρόνως (ὅπερ ἐστὶν ἀληθῶς· ἀληθείας δὲ μεῖζον οὐδὲν) τοῦς γραφὰς συνίετε. ἐνταῦθα γὰρ ἡ δύναμις τῶν πεφυσιωμένων τέκνων τῆς σοφίας, οἴον, εἴσομαι, φησὶν, εἰ δικαίως ἐπὶ τῇ γνώσει μέγα φρονείτε, «γνωστός» γὰρ κατὰ τὸν Δαβὶδ «ἐν τῇ Ἰουδαίςυ ὁ θεὸς», τουτέστι τοῖς κατ ἐπίγνωσιν Ἰσραηλίταις. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται , εἰκότως ἄρα εἴρηται πρὸς τοῦ ἀπ οστόλου «τὸ οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἐτέρα ἐντολή, ἐν τούτω τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ à /γαπήσεις τὸν πλησίον σου ὡς σεαυτὸν.» οὐ γὰρ χρὴ ποτέ, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὖς παντὸς μᾶλλον ἀγαπώντας τῆς ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει. εἴρηται γοῦν ἄντικρυς· «ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ», ἵνα μὴ κριθῶσιν, ἀλλὰ ἐπιστραφώσιν οἱ προακηκοότες. ὅσοι δὲ «ταῖς γλῶσσαις αὐτῶν δολιοῦσιν», ἐγγραφα ἔχουσι τὰ ἐπιτίμια.

 

XVII

(106) «Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὐ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώμενοι», οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὖς ἐξηπάτησαν έώσιν τυγχάνειν τῆς ἀληθείας. ἀλλ’ οὐδὲ τὴν κλεῖν ἔχοντες αὐτοὶ τῆς εἰ σόδου, ψευδῆ δὲ τίνα καὶ, ὡς φησὶν ἡ συνήθεια, ἀντικλεῖδα, δι’ ἧς οὐ τὴν αὐλείαν ἀναπετάσαντες, ὥσπερ ἡμ&ῖς διὰ τῆς

 

 

331

τοῦ κυρίου παραδόσεως εἰσιμεν, παράθυρον δὲ ἀνατεμόντες καὶ διορὑξαντες λάθρᾳ τὸ τειχίον τῆς ἐκ κλησίας, ὑπερβαίνοντες τὴν ἀλήθειαν, μυσταγωγοί τῆς τῶν ἀσεβῶν ψυχῆς καθίστανται, ὅτι γὰρ μεταγενεστερας τῆς καθολικής ἐκκλησίας τὰς ἀνθρωπίνας συνηλύσεις πεποιήκασιν, οὐ πολλῶν δεῖ λόγων, ἡ μὲν γὰρ τοῦ κυρίου κατὰ τὴν παρουσίαν διδασκαλία ἀπὸ Αὐγούστου καὶ Τιβερίου Καίσαρος ἀρξαμένῃ μεσοὑντων τῶν Αὐγούστου χρόνων τελειοῦται, ἡ δὲ τῶν ἀπ οστόλων αὐτοῦ μέχρι γε τῆς Παύλου λειτουργίας ἐπὶ Νέρωνος τελειοῦται, κάτω δὲ περὶ τοὺς Ἀδριανοῦ τοῦ βασιλέως χρόνους οἱ τὰς αἱρέσεις ἐπινοήσαντες γεγόνασι, καὶ μέχρι γε τῆς Ἀντωνίνου τοῦ πρεσβυτέρου διέτειναν ἡλικίας, καθάπερ ὁ Βασιλείδης, κἂν Γλαυκίαν ἐπιγράφηται διδάσκαλον, ὡς αὐχοῦσιν αὐτοί, τὸν Πέτρου ἐρμηνέα. ὡσαύτως δὲ καὶ Οὐαλεντῖνον Θεοδὰ διακηκοέναι φέρουσιν γνώριμος δ’ οὗτος γεγόνει Παύλου. (107) Μαρκίων γὰρ κατὰ τὴν αὐτὴν αὐτοῖς ἡλικίαν γενόμενος ὡς πρεσβύτης νεωτέροις συνεγένετο. μεθ’ ὃν Σιμὼν ἐπ ὀλίγον κηρύσσοντος τοῦ Πέτρου ὑπ ἤκουσεν. ὧν οὕτως ἐχόντων συμφανές ἐκ τῆς προγενεστάτης καὶ ἀληθεστάτης ἐκκλησίας τὰς μεταγενεστέρους ταύτας καὶ τὰς ἔτι τούτων ὑποβεβηκυίας τῷ χρόνῳ κεκαινοτομήσθαι παραχαραχθείσας αἱρέσεις, ἐκ τῶν εἰρημένων ἄρα φανερὸν οἶμαι γεγενήσθαι μίαν εἶναι τὴν ἀληθῆ ἐκκλησίαν τὴν τῷ ὄντι ἀρχαίαν, εἰς ἣν οἱ κατὰ πρόθεσιν δίκαιοι ἐγκαταλέγονται. ἑνὸς γὰρ ὅντος τοῦ θεοῦ καὶ ἑνὸς τοῦ κυρίου, διὰ τοῦτο καὶ τὸ ἀκρως τίμιον κατὰ τὴν μόνωσιν ἐπαινεῖται, μίμημα ὃν ἀρχῆς τῆς μιᾶς. τῇ γοῦν τοῦ ἑνὸς φύσει συγκληροῦται ἐκκλησία ἡ μία, ἣν εἰς πολλὰς κατατέμνειν βιάζονται αἱρέσεις, κατὰ τε οὖν ὑπόστασιν κατὰ τε ἐπίνοιαν κατὰ τε ἀρχὴν κατὰ τε ἐξοχήν μόνην εἶναι φαμεν τὴν ἀρχαίαν καὶ καθολικήν ἐκκλησίαν, «εἰς ἐνότητα πίστεως» μιᾶς, τῆς κατὰ τοῦς οἰκείας διαθήκας, μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις, ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι’ ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους οὖς προώρισεν ὁ θεὸς, δικαίους ἐσομένους πρὸ καταβολῆς κόσμου ἐγνωκώς. ἀλλὰ καὶ ἡ ἐξοχὴ τῆς

 

 

332

ἐκκλησίας, καθάπερ ἡ ἀρχὴ τῆς συστάσεως, κατὰ τὴν μονάδα ἐστιν, πάντα τὰ ἄλλα ὑπερβάλλουσα καὶ μηδὲν ἔχουσα ὅμοιον ἢ ἴσον ἑαυτῇ.

(108) Ταυτὶ μὲν οὖν καὶ εἰς ὕστερον. τῶν δ’ αἱρέσεων αἵ μὲν ἀπὸ ὀνόματος προσαγορεύονται, ὡς ἡ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Βασιλείδου, κἂν τὴν Ματθίου αὐ χώσι προσάγεσθαι δόξαν μία γὰρ ἡ πάντων γέγονε τῶν ἀποστόλων ὥσπερ διδασκαλία, οὕτως δὲ καὶ ἡ παράδοσις αἵ δέ ἀπὸ τόπου, ὡς οἱ Περατικοί, αἵ δὲ ἀπὸ ἐθνους, ὡς ἡ τῶν Φρυγῶν, αἵ δὲ ἀπὸ ἐνεργείας, ὡς ἡ τῶν Ἐγκρατητών, αἵ δὲ ἀπὸ δογμάτων ἰδιαζόντων, ὡς ἡ τῶν Δοκητῶν καὶ ἡ τῶν Αἱματιτῶν, αἵ δὲ ἀπὸ ὑποθέσεων καὶ ων τετιμήκασιν, ὡς Καῖανισταί τε καὶ οἱ Ὀφιανοὶ προσαγορευόμενοι, αἵ δὲ ἀῳ ὧν παρανόμως ἐπετήδευσάν τε καὶ ἐτόλμησαν, ὡς τῶν Σιμωνιανῶν οἱ Ἐντυχῖται καλούμενοι.

 

XVIII

(109) Ὀπὴν οὖν τίνα ὀλίγην ὑποδείξαντες «τοῖς φιλοθεάμοσι τῆς ἀληθείας» ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περὶ τε Ἰουδαίων τῶν χυδαίων περὶ τε τῶν αἱρέσεων μυστικῶς διακρινομένων , ὡς ἀκαθάρτων, ἀπὸ τῆς [περὶ καθαρῶν καὶ ἀκαθάρτων ζῴων] θείας ἐκ κλησίας, καταπαύσωμεν τὸν λόγον, τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτά τῷ θεῷ παραδίδωσιν ἡ γραφῇ, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων (αυτή γὰρ ἡ τῶν διχηλούντων ἐδραιότης) τῶν «τὰ λόγια τοῦ θεοῦ» «νύκτωρ καὶ μεθ’ ἡμέραν μελετώντων» καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ, ἤν καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ. ὅσα δὲ μήτε ἑκάτερον μήτε τὸ ἕτερον τούτων ἔχει, ὡς ἀχάθαρτα ἀφορίζει. αὐτίκα τὰ ἀνάγοντα μηρυκισμόν, μὴ διχηλοῦντα δέ, τοὺς Ἱουδαίους αἰ νίσσεται τοὺς πολλοὺς, οἴτά μὲν λόγια τοῦ θεοῦ ἀνὰ στόμα ἔχουσιν, τὴν δὲ πίστιν καὶ τὴν βάσιν δὶ υἱοῦ πρὸς τὸν πατέρα παραπέμπουσαν οὐκ ἔχουσιν ἐπερειδομένην τῇ ἀλ ηθείᾳ. ὅθεν καὶ ὀλισθηρὸν τὸ γένος τῶν τοιούτων θρεμμάτων, ὡς ἂν μὴ σχιδανοπόδων ὄντων μηδὲ τῇ διπλόῃ

 

 

333

τῆς πίστεως ἐπερειδομένων «οὑδεὶς γὰρ», φησί, «γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἄν ὁ υἱὸς ἀποκαλύψῃ.» ἔμπαλιν τε αὖ ἀκάθαρτα ὁμοίως κάκεῖνά, ὅσα διχηλεῖ μεν, μηρυκισμὸν δὲ οὐκ ἀνάγει. ταυτί γὰρ τοὺς αἱρετικοὺς ἐνδείκνυται ὀνόματι μὲν πατρὸς καὶ υἱοῦ ἐπιβεβηκότας, τὴν δὲ τῶν λογιὼν ἀκριβῆ σαφήνειαν λεπτουργεῖν καὶ καταλεαίνειν ἐξασθενοῦντας, πρὸς δὲ καὶ τὰ ἔργα τῆς δικαιοσύνης ὀλοσχερέστερον, οὐχὶ δὲ ἀκριβέστερον μετερχομένους, εἴ γε καὶ μετέλθοιεν. (110) τοιούτοις τισιν ὁ κύριος λέγει «τί με λέγετε κύριε κύριε καὶ οὐ ποιεῖτε ἀ λέγω;» ἀκάθαρτοι δὲ πάμπαν οἱ μὴ διχηλοῦντες μηδὲ ἀνάγοντες μηρυκισμόν.

ὑμεῖς δ’, ὦ Μεγαρεῖς,

φησὶν ὁ Θέογνις,

οὔτε τρίτοι οὔτε τέταρτοι

οὔτε δυωδέκατοι οὔτ' ἐν λόγῳ οὔτ’ ἐν ὀριθμῷ.

«ἀλλ' ἤ ὡς ὁ χνοῦς, ὅν ἐκ ρίπτει ὁ ἀνεμος ἀπὸ προσώπου τῆς γης» καὶ «ὡς σταγὼν ἀπὸ κάδου».

Τούτων ἡμῖν προδιηνυσμένων καὶ τοῦ ἠθικοῦ τόπου ὡς ἐν κεφαλαίῳ ὑπογραφέντος, σποράδην, ὡς ὑπεσχήμεθα, καὶ διεῤῥιμμένως τὰ ζώπυρα τῶν τῆς ἀληθοῦς γνώσεως ἐγκατασπείραντες δογμάτων, ὡς μὴ ῥμδίαν εἶναι τῷ περιτυχόντι τῶν ἀμυητων τὴν τῶν ἁγίων παραδόσεων εὕρεσιν, μετίωμεν ἐπὶ τὴν ὑπόσχεσιν. (111) ἐοίκασι δὲ πῶς οἱ Στρωμυατεῖς οὐ παραδείσοις ἐξησκημένοις ἐκείνοις τοῖς ἐν στοίχῳ καταπεφυτευμένοις εἰς ἡδονὴν ὅψεως, ὄρει δὲ μᾶλλον συσκίῳ τινι καὶ δασεῖ κυπαρίσσοις καὶ πλατάνοις δάφνῃ τε καὶ κισσῷ, μηλίαις τε ὁμοῦ καὶ ἑλαίαις καὶ συκαῖς καταπεφυτευμένψ, ἐξεπίτηδες ἀναμεμιγμένης τῆς φυτείας καρποφόρων τε ὁμοῦ καὶ ἀκαρπων δένδρων διὰ τοὺς ὑφαιρεῖσθαι καὶ κλέπτειν τολμώντας τὰ ὥρια, ἐθελούσης λανθάνειν τῆς γραφῆς, ἐξ ὧν δὴ μεταμυοσχεύσας καὶ μεταφυτεύσας ὁ γεωργὸς ὡραῖον κατακοσμήσει παράδεισον καὶ ἀλσος ἐπιτερπές. οὔτ’ οὖν τῆς τάξεως οὔτε τῆς φράσεως στοχάζονται οἱ Στρωματεῖς, ὅπου γε ἐπίτηδες καὶ τὴν λίξιν οὐχ Ἕλληνες εἶναι βούλονται καὶ

 

 

334

τήν τῶν δογμάτων ἐγκατασπορὰν λεληθότως καὶ οὐ κατὰ τὴν ἀλήθειαν πεποίηνται, φιλοπόνους καὶ εὐρετικοὺς εἶναι τοὺς εἴ τινες τύχοιεν παρασκευάζοντες. πολλὰ γὰρ τὰ δελέατα καὶ ποικίλα διὰ τὰς τῶν ἰχθύων διαφορᾶς.

Καὶ δὴ μετὰ τὸν ἔβδομον τοῦτον ἡμῖν Στρωματέα τῶν ἑξῆς ἀπ' ἄλλης ἀρχῆς ποιησόμεθα τὸν λόγον.


Страница сгенерирована за 0.22 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.