Поиск авторов по алфавиту

Автор:Климент Александрийский

Климент Александрийский Строматы. кн. 6. (Греческий текст).

92

ΚΛΗΜΕΝΤΟΣ
ΣΤΡΩΜΑΤΕΩΝ ΕΚΤΟΣ

Ι

(1) Ὁ δὲ δὴ ἔκτος καὶ ὁμοῦ ὁ ἔβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλιστα τὸν ἠθικὸν λόγον ἐν τούτοις περαιούμενον καὶ παραστήσας, ὅστις ἄν εἴη κατὰ τὸν βίον ὁ γνωστικὸς, πρόεισι δείξων τοῖς φιλοσόφοις οὐδαμῶς [ὡσ] ἄθεον τοῦτον, ὡς ὑπειλήφασιν, μόνον δὲ τῷ ὅντι θεοσεβῆ, τὸν τρόπον τῆς θρησκείας τοῦ γνωστικοῦ κεφαλαιωδῶς ἐκτιθέμενος, ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι ἐργάζεσθαι γὰρ «τὴν βρώσιν τὴν εἰς αἰῶνα παραμένουσαν» ὁ κύριος ἐνετείλατο, καὶ που ὁ προφήτης λέγει «μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὐ μόσχος καὶ ὄνος πατεῖ», ὁ ἐκ νόμου καὶ ἐξ ἐθνῶν εἰς τὴν μίαν πίστιν συναγόμενος λαός, «ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει» κατὰ τὸν γενναῖον ἀπόστολον. φθάσας δὲ ὁ Παιδαγωγὸς ἡμῖν ἐν τρισὶ διαιρούμενος βίβλοις τὴν ἐκ παίδων ἀγωγήν τε καὶ τροφὴν παρεστησεν, τουτέστιν ἐκ κατηχήσεως συναύξουσαν τῇ πίστει πολιτείαν καὶ προπαρασκευάζουσαν τοῖς εἰς ἄνδρας ἐγγραφομένοις ἐνάρετον τὴν ψυχὴν εἰς ἐπιστήμης γνωστικῆς παραδοχὴν, ἐναργῶς οὖν τῶν Ἑλλήνων μαθόντων ἐκ τῶν λεχθησομένων διὰ τῶνδε ἡμῖν, ὡς ἀνοσίως τὸν θεοφιλή διώκοντες ἀσεβουσιν αὐτοί, τότε ἡδῃ, προῖόντων τῶν ὑπομνημάτων κατὰ τὸν τῶν Στρωματέων χαρακτῆρα, ἐπιλυτέον τὰ τε ὑπὸ Ἑλλήνων τὰ τε ὑπὸ βαρβάρων προσαπορούμενα ἡμῖν περὶ τῆς τοῦ κυρίου παρουσίας.

(2) Ἐν μὲν οὖν τῷ λειμῶνι τὰ ἀνθῃ ποικίλως ἀνθοῦντα κἂν τῷ παραδείσῳ ἡ τῶν ἀκροδρύων φυτεία οὐ κατὰ εἶδος ἕκαστον κεχώρισται τῶν ἀλλογενὼν (ᾗ καὶ Λειμῶνάς τινες καὶ Ἐλικῶνας καὶ Κηρία καὶ Πέπλους συναγωγάς φιλομαθεῖς

 

 

93

ποικίλως ἐξανθισάμενοι συνεγράῴαντο) τοῖς δ’ ὡς ἔτυχεν ἐπὶ μνήμην ἐλθοῦσι καὶ μήτε τῇ τάξει μήτε τῇ φράσει διακεκαθαρμένοις, διεσπαρμένοις δὲ ἐπίτηδες ἀναμίξ, ἡ τῶν Στρωματέων ἡμῖν ὑποτύπωσις λειμῶνος δίκην πεποίκιλται. καὶ δὴ ὧδε ἔχοντες ἐμοὶ τε ὑπομνήματα εἶεν ἄν ζώπυρα, τῷ τε εἰς γνῶσιν ἐπιτηδείῳ, εἶ πῶς περιτύχοι τοῖσδε, πρὸς τὸ συμφέρον καὶ ὠφέλιμον μετὰ ἱδρώτος ἡ ζήτησις γενήσεται οὐ γὰρ μόνον τῶν σιτίων τὸν πόνον, πολὺ δὲ πλέον καὶ τῆς γνώσεως ἡγεῖσθαι δίκαιον, τοῖς διὰ στενῆς καὶ τεθλιμμένης τῆς κυριακῆς ὄντως ὁδοῦ εἰς τὴν ἀίδιον καὶ μακαρίαν παραπεμπομένοις σωτηρίαν ἡ γνῶσις δὲ ἡμῶν καὶ ὁ παράδεισος ὁ πνευματικὸς αὐτὸς ἡμῶν ὁ σωτὴρ ὑπάρχει, εἰς ὃν καταφυτευόμεθα, μετατεθέντες καὶ μεταμοσχευθέντες εἰς τὴν γῆν τὴν ἀγαθὴν ἐκ βίου τοῦ παλαιοῦ ἡ μεταβολὴ δὲ τῆς φυτείας εἰς εὐκαρπίαν συμβάλλεται, φῶς οὖν ὁ κύριος καὶ γνῶσις ἡ ἀληθής, εἰς ὃν μετετέθημεν.

(3) Λέγεται δὲ καὶ ἄλλως διττὴ ἡ γνῶσις, ἣ μὲν κοινῶς, ἡ ἐν πᾶσιν ἀνθρώποις ὁμοίως σύνεσις τε καὶ ἀντίληψις κατὰ τὸ γνωρίζειν ἕκαστον τῶν ὑποκειμένων πανδήμως ἐμφαινομένῃ, ἧς οὐ μόνον αἰ λογικαί <δυνάμεισ>, ἀλλ’ ἴσως καὶ αἱ ἀλογοι μεθέξουσιν, ἣν οὐκ ἂν ποτε ἔγωγε γνῶσιν γε ὀνομάσαιμι, τὴν καὶ δι’ αἰσθητηρίων ἀντιλαμβάνεσθαι πεφυκυῖαν ἡ δὲ ἐξαιρέτως ὀνομαζομένῃ γνῶσις ἀπὸ τῆς γνώμης καὶ τοῦ λόγου χαρακτηρίζεται, καθ’ ἤν μόναι αἱ λογικαὶ δυνάμεις γνώσεις γενήσονται, αἰ τοῖς νοητοῖς κατὰ ψιλὴν τὴν τῆς ψυχῆς ἐνέργειαν εἰλικρινώς ἐπιβάλλουσαι «χρηστὸς ἀνήρ», φησὶν ὁ Δαβὶδ, «ὁ οἰκτίρμων» τῶν παραπολλυμένων τῇ πλάνῃ «καὶ κιχρῶν» ἐκ μεταδόσεως τοῦ λόγου τῆς ἀληθείας, οὐχ ὡς ἑτυχεν, ἀλλὰ γὰρ «οἰκονομήσει τοὺς λόγους αὐτού ἐν κρίσει», ἐπιλογισμῷ βαθεῖ οὗτος «ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν».

 

II

(4) Πρὸ δὲ τῆς εἰς τὸ προκείμενον ἐγχειρήσεως ἐν προοιμίου εἴδει προσαποδοτέον τῷ πέρατι τοῦ πέμπτου Στρωματέως τὰ ἐνδέοντα.

Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβολικὸν εἶδος ἀρχαῖον εἶναι, κεχρῆσθαι δὲ αὐτῷ οὐ μόνον τοὺς προφήτας τοὺς παρ' ἡμῖν, ἀλλὰ καὶ τῶν Ἑλλήνων τῶν

 

 

94

παλαιῶν τοὺς πλείονας καὶ τῶν ἄλλων τῶν κατὰ τὰ ἔθνηβαρβάρων οὐκ ὀλίγους, ἐχρῆν δὲ καὶ τὰ μυστήρια ἐπελθεῖν τῶν τελουμένων ταῦτα μὲν ὑπερτίθεμαι διασάφησών, ὁπηνίκα ἂν τὰ περὶ ἀρχῶν τοῖς Ἐλλησιν εἰρημένα ἐπιόντες διελέγχωμεν τῆσδε γὰρ ἔχεσθαι τῆς θεωρίας ἐπιδείξομεν καὶ τὰ μυστήρια παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς διανοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ’ ο σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ’ ἑαυτῶν παραστήσωμεν τοὺς Ἕλληνας οἱ γὰρ τὰ οἴκεῖα οὕτως ἄντικρυς παρ’ ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ’ ὅμως καὶ ἄκοντες τὴν παρ' ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρᾳ διαδείκνυνται. οἱ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γ’ ἂν τῶν ἡμετέρων ἀφέξονται. (5) καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανεμόμενων, ὡς μὴ ἀχάριστοι ἑλεγχθεῖεν, παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων, ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἀδιαφόρως τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέφομαι.

Ὀρφέως τοίνυν ποιήσαντος

ὣς οὐ κύντερον ἤν καὶ ῥίγιον ἄλλο γυναικός,

Ὅμηρος ἄντικρυς λέγει

ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός.

Γράψαντὸς τε Μουσαίου

ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστὶν,

Ὅμηρος λέγει

μήτι τοι δρυτόμος περιγίνεται ἠέ βίηφι.

Πάλιν τοῦ Μουσαίου ποιήσαντος

ώς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα

ἀλλὰ μὲν ἐν μελίησιν ἀποφθίνει, ἀλλὰ δὲ φύειˑ

ὣς δὲ καὶ ἀνθρώπων γενεήν καὶ φῦλον ἑλίσσει.

 

 

95

Ὅμηρος μεταγράφει

φύλλα τὰ μὲν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δὲ θ ὕλῃ

τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη

ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἡ δ’ ἀπολήγει.

Πάλιν δ’ αὖ Ὁμήρου εἰπόντος

οὐχ ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι,

Ἀρχίλοχὸς τε καὶ Κρατῖνος γράφουσιν, ὃ μέν

οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ’ ἀνδράσιν,

Κρατῖνος δὲ ἐν τοῖς Λάκωσι

φοβερὸν ἀνθρώποις τόδ’ αὖ,

κταμένοις ἐπ' αἰζηοῖσι[ν] καυχᾶσθαι μέγα.

(6) Αὖθις τε ὁ Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων

ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι ἀντὶ νυ πολλῶν,

ὧδέ πῶς γράφει

ἤμβλακον, καὶ πού τίνα ἄλλον ἡδ’ ἄτη κιχήσατο

καθάπερ ἀμέλει κάκεῖνο τὸ ἔπος

ξυνὸς ἐνυάλιος, καὶ τε κτανέοντα κατέκτα,

μεταποιῶν αὐτὸς ὧδέ πῶς ἐξήνεγκεν

ἔρξω ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποισ[ιν] Ἄρης,

ἔτι κάκεῖνο μεταφράζων

νίκης ἀνθρώποισι[ν] θεῶν ἐν πείρᾳ κεῖται,

διὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι

καί νέους θάῤῥυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα.

(7) Πάλιν Ὁμήρου εἰπόντος

ἀνηπτόποδες, χαμαιεῦναι,

Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει

ἐν ἀστρώτῳ πέδῳ

εὕδουσι[ν], πηγαῖς δ’ οὐχ ὑγραίνουσι<ν> πόδας.

Ἀρχιλόχου τε ὁμοίως εἰρηκότος

 

 

96

άλλ’ ἄλλος ἄλλῳ κραδίην ἰαίνεται, παρὰ τὸ Ὁμηρικόν

ἄλλος γὰρ <τ'> ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις,

Εὐριπίδης ἐν τῷ Οἰνεῖ φησὶν

ἀλλὰ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις.

Ἀκήκοα δὲ Αἰσχύλου μὲν λέγοντος

οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα –

καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν,

Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοώντοςˑ

μακάριος ὅστις εὐτυχὼν οἴκοι μένει,

ἀλλὰ καὶ Μενάνδρου ὧδέ πῶς κωμῳδοῦντος

οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον,

ἢ μηκέτˑ εἶναι τὸν καλῶς εὐδαίμονα.

(8) Πάλιν Θεόγνιδος μὲν λέγοντος

ούκ ἔστι<ν> φεύγοντι φίλος καὶ πιστὸς ἐταῖρος,

Εὐριπίδης πεποίηκεν

πένητα [φεὐγοντα] φεύγει πᾶς τις ἐκποδὼν φίλος.

Ἐπιχάρμου τε εἰπόντος·

ὦ θύγατερ, αἰαῖ τύχας συνοικεῖς ὦν νέῳ γˑ ἔσσα παλαιτέρα,

καὶ ἐπάγοντος

ὃ μὲν γὰρ ἄλλην [δῆτα] λαμβάνει νεάνιδα,

<ἃ δ’> ἄλλον [δ’] ἄλλῃ <δῆτα> μαστεὐει τινά,

Εὐριπίδης γράφει

κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν

ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν,

ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά.

Ἔτι Εὐριπίδου μὲν ἐν τῇ Μηδείᾳ εἰπόντος

κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει,

Σοφοκλῆς ἐν τῷ Αἴαντι τῷ μαστιγοφόρῳ ἐκεῖνο φησι τὸ ἰαμβεῖον

 

 

97

ἐχθρῶν δ’ ἄδωρα δῶρα καὶ οὐκ όνήσιμα.

Σόλωνος δὲ ποιήσαντος·

τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται,

ἄντικρυς ὁ Θέογνις γράφει

τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται.

ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις «εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων» φησίν, «οἶς ἂν μάλιστα καὶ δὶ ἐλάχιστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι.» καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμείται ὧδε λέγων «[τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα <ἢ> παρὰ δόξαν καὶ κακοπραγίαν] εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.»

(9) Πάλιν Εὐριπίδου ποιήσαντος

ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονούμενων

σκληρὰς δίαιτας οἱ γόνοι βελτίονες,

Κριτίας γράφει «ἄρχομαι δὲ τοι ἀπὸ γενετῆς ἀνθρώπου πῶς ἄν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐῤῥωμένως. καὶ ταλαιπωροίῃ τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδιού τοῦ μέλλοντος ἔσεσθαι ἱσχυοι τὸ σῶμα καὶ γυμνάζοιτο.»

Αὖθις τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος

ἐν μὲν γαῖαν ἔτευξ, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν

ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο,

Φερεκύδης ὁ Σύριος λέγει «Ζᾶς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῷ ποικίλλει γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα.»

Ὁμήρου τε εἰπόντος

αἰδώς, ἥτˑ ἄνδρας μέγα σίνεται ἡδ’ ὀνίνησιν,

Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει

αἰδοῦς δὲ <κ>αὐτὸς δυσκρίτως ἔχω πέρι

καὶ δεῖ γὰρ αὐτῆς κάστιν αὖ κακὸν μέγα.

 

 

98

(10) Λάβοις δ’ ἄν ἐκ παραλλήλου τῆς κλοπῆς τὰ χωρία κάκ τῶν συνακμασάντων καὶ ανταγωνισαμένων σφίσι τὰ τοιαῦτα, Εὐριπίδου μὲν ἐκ τοῦ Ὀρέστου·

ὦ φίλον ὕπνου θέλγητρου, ἐπίκουρον νόσου,

Σοφοκλεους <δ’> ἐκ τῆς ριφύλης

ἄπελθε κινεῖς ὕπνον ἰητρὸν νόσου,

καὶ Εὐριπίδου μὲν ἐξ Αντιγόνης

ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση,

Σοφοκλέους δὲ ἐξ Ἀλεαδῶν

ἅπαν τὸ χρηστὸν τὴν ἴσην ἕχει φύσιν,

πάλιν Εὐριπίδου μὲν ἐκ Τημένου·

τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει,

Σοφοκλέους δὲ ἐν Μίνῳ

οὑκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη,

ναι μὴν Εὐριπίδου μὲν ἐξ Ἀλεξάνδρουˑ

χρόνος δὲ δείξει <σ’>· ᾧ τεκμηρίῳ μαθὼν

ἤ χρηστὸν ὅντα γνώσομαι σε ἤ<τοι> κακόν,

Σοφοκλέους δὲ ἐξ Ἱππόνουˑ

πρὸς ταῦτα κρύπτε μηδὲν, ὡς ὁ πάνθ ὁρῶν

καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος.

(11) Ἀλλὰ κάκεῖνα ὁμοίως ἐπιδράμωμεν. Εὐμήλου γὰρ ποιήσαντος

Μνημοσύνης καὶ Ζηνὸς ’Ολυμπίου ἐννέα κοῦραι,

Σόλων τῆς ἑλεγείας ὧδε ἄρχεται

Μνημοσύνης καὶ Ζηνὸς ’Ολυμπίου ἀγλαὰ τέκνα.

Πάλιν αὖ τὸ Ὁμηρικὸν παραφράζων Εὐριπίδηςˑ

τις πόθεν εἰς ἀνδρῶν; πόθι τοι πτόλις ἡδέ τοκῆες;

τοῖσδε χρήται τοῖς ἰαμβείοις ἐν τῷ Αἰγεῖ

ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα

πόλει ξενοῦσθαι τῇδε; τις πάτρας [θ’] ὅρος;

τις ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;

 

 

99

Τί δ’; οὐ Θεόγνιδος εἰπόντος

οἶνος πινόμενος πουλὺς κακὸς ἤν δὲ τις αὐτῷ

χρῆται ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν,

Πανύασ<σ>ις γράφει

ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,

πινόμενος κατὰ μέτρον, ὑπέρμετρος δὲ χερείων.

(12) Ἀλλὰ καὶ Ἡσιόδου λέγοντος

σοι δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται,

Εὐριπίδης ποιεῖ

ἀντὶ πυρὸς [δὲ] γὰρ ἄλλο πῦρ

μεῖζον καὶ δυσμαχώτερον βλαστὸν γυναῖκες.

Πρὸς τούτοις Ὁμήρου λέγοντος

γαστέρα δ’ οὗ πῶς ἔστιν ἀποπλήσαι μεμαυῖαν,

οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν,

Εὐριπίδης ποιεῖ

νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τε ὀλουμένη

γαστηρ, ἀφ’ ἧς δὴ πάντα γίνεται κακά.

Ἔτι Καλλίᾳ τῷ κωμικῷ γράφοντι

μετὰ μαινομένων φασὶ<ν> χρῆναι μαίνεσθαι πάντας ὁμοίως,

Μένανδρος ἐν Πωλουμένοις παρισάζεται λέγωνˑ

οὐ πανταχοῦ τὸ φρόνιμον ἀρμόττει παρὸν

καὶ συμμανηναι δ’ ἔνια δεῖ.

Αντιμάχου τε τοῦ Τηίου εἰπόντος

ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται,

Ἀγιας ἐποίησεν

δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα.

(13) Ἡσιόδου δὲ εἰπόντος

 

 

100

οὐ μὲν γὰρ τι γυναικὸς ἀνὴρ ληίζετ' ἄμεινον

τῆς ἀγαθῆς τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,

Σιμωνίδης εἶπεν

γυναικὸς [δˑ] οὐδὲν χρῆμα ἀνὴρ ληίζεται

ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.

Πάλιν Επιχάρμου εἰπόντος

Εὐριπίδης γράφει

τί δήποτε ὄλβῳ [μὲν] μὴ σαφεῖ βεβηκότες

οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;

Ὁμοίως τοῦ κωμικοῦ Διφίλου εἰπόντος

εὐμετάβολός ἐστιν ἀνθρώπων βίος,

Ποσείδιππος

οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν

ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν

ἔμεινεν ἀτυχῶν.

καί κατάλληλά σοι φησιν ὁ Πλάτων γράφων περὶ ἀνθρώπου <ὡσ> εὐμεταβόλου ζῴου.

Αὖθις Εὐριπίδου εἰπόντος

πολύμοχθος βιοτὴ θνητοῖς,

ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι,

καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις,

καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς

εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς,

πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν

θανάτου πεμφθεῖσα τελευτή,

Δίφιλος γράφει

ούκ ἔστι βίος ὃς οὐ<χὶ> κέκτηται κακά,

λύπας, μέριμνας, ἀρπαγάς, στρέβλας, νόσους.

τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς

 

 

101

ἀνέπαυσε[ν] τοὺς ἔχοντας ἀναπαὐσας ὕπνῳ.

(14) Ἔτι τοῦ Εὐριπίδου εἰπόντος

πολλαὶ μορφαί τῶν δαιμόνιων,

πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί,

ό τραγικὸς ὁμοίως Θεοδέκτης γράφει

τό μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας.

Βακχυλίδου τε εἰρηκότος

παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν

πράσσοντα<σ> ἐν καιρῷ πολιοκρόταφον

γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ,

Μοοχίων ὁ κωμικὸς γράφει

κεῖνος δ’ ἁπάντων ἐστι μακαριώτατος,

ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησε<ν> βίον.

Εὕροις δ’ ἄν καὶ Θεόγνιδος εἰπόντος

οὔτοι χρήσιμὸν ἐστι νέα γυνὴ ἀνδρὶ γέροντι

οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,

Ἀριστοφάνη τὸν κωμικὸν γράφοντα

αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.

Ἀνακρέοντος γὰρ ποιήσαντος·

Ἔρωτα γὰρ τὸν ἀβρὸν

μέλ[π]ομαι βρύοντα μίτραις

πολυανθέμοις ἀείδεινˑ ὅδε καὶ θεῶν δυνάστης,

ὅδε καὶ βροτοὺς δαμάζει,

Εὐριπίδης γράφει

Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται

οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω

ψυχὰς ταράσσει κάπὶ πόντον ἔρχεται.

 

 

102

(15) Ἀλλ' ίνα μὴ ἐπὶ πλέον προΐῃ ὁ λόγος φιλοτιμουμένων ἡμῶν τὸ εὐεπίφορον εἰς κλοπὴν τῶν Ἑλλήνων κατὰ τοὺς λόγους τε καὶ τὰ δόγματα ἐπιδεικνύναι, φέρε ἄντικρυς μαρτυροῦντα ἡμῖν Ἱππίαν τὸν σοφιστήν τὸν Ἡλεῖον, ὃς <εἰσ> τὸν αὐτὸν περὶ τοῦ προκειμένου μοι σκέμματος ἥκει λόγον, παραστησώμεθα ὧδέ πῶς λέγοντα «τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίῳ, κατὰ βραχὺ ἄλλῳ ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδῳ, τὰ δὲ Ὁμήρῳ, τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶν, τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν Ἕλλησι, τὰ δὲ βαρβάροις ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μέγιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομαι.»

(16) Ὁς δὲ μὴ ἄμοιρον τὴν τε φιλοσοφίαν τὴν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοιου ἑλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εῦλογον.

Ἀλκμαίωνος γὰρ τοῦ Κροτωνιάτου λέγοντος «ἐχθρὸν ἄνδρα ῥᾷον φυλάξασθαι ἡ φίλον» ὁ μὲν Σοφοκλῆς ἐποίησεν ἐν τῇ Ἀντιγόνη

τί γάρ

γένοιτˑ <ἄν> ἕλκος μεῖζον ἢ φίλος κακός;

Ξενοφῶν δὲ εἴρηκεν «οὐκ ἄν ἐχθροὺς ἄλλως πῶς βλάψειεν ἂν τις ἢ φίλος δοκῶν εἶναι.»

Καὶ μὴν ἐν Τηλέφῳ εἰπόντος Εὐριπίδου

Ἕλληνες ὅντες βαρβάροις δουλεύσομεν;

Θρασὐμαχος ἐν τῷ ὑπὲρ Λαρισαίων λέγει «Ἀρχελάῳ δουλεὐσομεν Ἕλληνες ὅντες βαρβάρῳ;»

(17) Ὀρφέως δὲ ποιήσαντος

ἔστιν ὕδωρ ψυχῇ, θάνατος δ’ ὐδάτεσ<σ>ιν ἀμοιβή,

ἐκ δὲ ὕδατος <μὲν> γαῖα, τὸ δ’ ἐκ γαίας πάλιν ὕδωρ

ἐκ τοῦ δὴ ψυχὴ ὅλον αἰθέρα ἀλλάσσουσα

Ἡράκλειτος ἐκ τούτων συνιστάμενος τοὺς λόγους ὧδέ πῶς γράφει «ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.»

 

 

103

Ναὶ μὴν Ἀθάμαντος τοῦ Πυθαγορείου εἰπόντος «ὧδε ἀγέννατος παντὸς ἀρχὰ καὶ ῥιζώματα τέσσαρα τυγχάνοντι, πῦρ, ὕδωρ, ἀήρ, γῇ ἐκ τούτων γὰρ αἱ γενέσεις τῶν γινομένων« ὁ Ἀκραγαντῖνος ἐποίησεν Ἐμπεδοκλῆς

τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε

πῦρ καὶ ὕδωρ καὶ γαῖαν ιδ’ αἰθέρος ἄπλετον ὕψος

ἐκ γὰρ τῶν ὅσα τ’ ἦν ὅσα τ’ ἔσσεται ὅσσα τ’ ἔασιν.

Καὶ Πλάτωνος μὲν λέγοντος «διὰ τοῦτο καὶ <οἱ> θεοὶ τῶν ἀνθρωπείων ἐπιστήμονες, οὔς ἂν διὰ πλείστου ποιῶνται, θᾶττον ἀπαλλάττουσι τοῦ ζῆν» Μένανδρος πεποίηκεν

ὅν οἱ θεοὶ φιλοῦσιν, ἀποθνήσκει νέος.

(18) Εὐριπίδου δὲ ἐν μὲν τῷ Οἰνομάῳ γράφοντος·

τεκμαιρόμεσθα τοῖς παροῦσι τὰ ἀφανῆ,

ἐν δὲ τῷ Φοινίκι

τά ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται,

Ὑπερείδης λέγει «ἃ δ’ ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἴκοσι ζητεῖν.» Ἰσοκράτους τε αὖ εἰπόντος «δεῖ δὲ τὰ μέλλοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι» Ανδοκίδης οὐκ ὀκνεῖ λέγειν «χρῃ γὰρ τεκμηρίοις χρῆσθαι τοῖς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι.»

Ἐτι Θεόγνιδος ποιήσαντος·

χρυσοῦ κιβδήλοιο καὶ ἀργὐρου ἄ<ν>σχετος ἄτη,

Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ

εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσ<σ>ι λέληθεν

ψυδρὸς ἐών, δόλιον δ’ ἐν φρεσὶν ἦτορ ἔχει,

τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσι,

καὶ γνῶναι πάντων τοῦτ' ἀνιαρότερον,

Εὐριπίδης μὲν [γὰρ] γράφει

Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦν,

τεκμήρια ἀνθρώποισιν ὤπασας σαφῆ,

ἀνδρῶν δὲ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,

οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;

 

 

104

Ὑπερείδης δὲ καὶ αὐτὸς λέγει «χαρακτὴρ οὐδεὶς ἔπεστιν ἐπὶ τοῦ προσώπου διανοίας τοῖς ἀνθρώποις.»

(19) Πάλιν Στασίνου ποιήσαντος

νήπιος ὅς πατέρα κτείνων παῖδας καταλείπει,

Ξενοφῶν λέγει «ὁμοίως γὰρ μοι νῦν φαίνομαι πεποιηκέναι, ὡς εἴ τις πάτερα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσαιτο.»

Σοφοκλέους τε ἐν Αντιγόνῃ ποιήσαντος

μητρός τε ἐν Ἅιδου καὶ πατρὸς τετευχότων,

οὐκ ἔστ' ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ,

Ἡρόδοτος λέγει «μητρὸς καὶ πατρὸς οὐκ ἑτ' ὄντων, ἀδελφὸν ἄλλον οὐχ ἕξω.»

Πρὸς τούτοις Θεοπόμπου ποιήσαντος

δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ,

καὶ πρὸ γε τοῦτου Σοφοκλέους ἐν τῷ Πηλεῖ

Πηλέα τὸν Αἰάκειον οἴκουρὸς μόνη

γερονταγωγῶ καὶ ἀναπαιδεύω <πάλιν>

πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκων ἀνήρ,

Ἀντιφῶν ο ῥήτωρ λέγει «γηροτροφία γὰρ προσέοικεν παιδοτροφίᾳ», ἀλλὰ καὶ ὁ φιλόσοφος Πλάτων· «ἄρ', ὡς ἔοικεν, ο γέρων δίς παῖς γένοιτ' ἄν.»

(20) Ναὶ μὴν Θουκυδίδου λέγοντος «Μαραθῶνι τε μόνοι προκινδυνεῦσαι»

Δημοσθένης εἶπεν «μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας.»

Οὐδὲ ἐκεῖνα παραπέμψομαι Κρατίνου ἐν Πυτίνῃ εἰπόντος

τὴν μὲν παρασκευήν ἴσως γινώσκετε,

Ἀνδοκίδης ὁ ῥήτωρ λέγει «τὴν μὲν παρασκευήν, ὦ ἄνδρες δικασταί, καὶ τὴν προθυμίαν τῶν ἐχθρὼν τῶν ἐμῶν σχεδὸν τι πάντες εἴσεσθε.» ὁμοίως καὶ Νικίας ἐν τῷ πρὸς Λυσίαν ὑπὲρ <παρα>καταθήκης «τὴν μὲν παρασκευήν καὶ τὴν προθυμίαν τῶν ἀντιδίκων ὁρᾶτε, ὦ ἄνδρες δικασταί,» φησίν, καὶ μετὰ τοῦτον Αἰοτχίνης λέγει «τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν.»

 

 

105

Πάλιν Δημοσθένους εἰπόντος «ὅσῃ μέν, ῶ ἄνδρες Ἀθηναῖοι, σπουδῇ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονεν, σχεδὸν οἶμαι πάντας ὑμᾶς ήσθήσθαι» Φιλῖνος [τε] ὁμοίωςˑ «ὅση μεν, ὦ ἄνδρες δικασταί, σπουδὴ καὶ παράταξις γεγένηγαι περὶ τὸν ἀγῶνα τουτονί, οὐδ’ ἔνα ὑμῶν ἀγνοεῖν ἡγοῦμαι.»

(21) Ἰσοκράτους πάλιν εἰρηκότος «ὥσπερ τῶν χρημάτων, ἀλλ’ οὐκ ἐκείνου συγγενής οὖσα» Λυσίας ἐν τοῖς Ὀρφανικοῖς λέγει «καὶ φανερὸς γέγονεν οὐ τῶν σωμάτων συγγενής ών, ἀλλὰ τῶν χρημάτων.»

Ἐπεὶ καὶ Ὁμήρου ποιήσαντος

ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες

αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε

ἔσσεσθ, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην

οὔτε κε σέ στέλλοιμι μάχην ἐς κυδιάνειραν

νῦν δ’, ἔμπης γὰρ κῆρες ἐφεστάσι<ν> θανάτοιο

μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι,

ομεν, εἴ κε τῷ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν,

Θεόπομπος γράφει «εἰ μὲν γὰρ ἦν τὸν κίνδυνον τὸν παρόντα διαφυγόντας ἀδεῶς διάγειν τὸν ἐπίλοιπον χρόνον, οὐκ ἂν ἦν θαυμαστὸν φιλοψυχεῖν, νῦν δὲ τοσαῦται κῆρες τῷ βίῳ παραπεφύκασιν ὥστε τὸν ἐν ταῖς μάχαις θάνατον αἰρετώτερον εἶναι δοκεῖν.»

Τί δ’; οὐχὶ καὶ Χίλωνος τοῦ σοφιστοῦ ἀποφθεγξαμένου «ἐγγύα, πάρα δ’ ἄτα«

Ἐπίχαρμος τὴν αὐτὴν γνώμην ἑτέρῳ ὀνόματι προηνέγκατο εἰπὼν

ἐγγύας ἄτα <'στι> θυγάτηρ, ἐγγύα δὲ ζαμίας.

(22) Ἀλλὰ καὶ τοῦ ίατροῦ Ἰπποκράτους «ἐπιβλέπειν οὖν δεῖ καὶ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νόσουσ» γράφοντος Εὐριπίδης ἐν ἑξαμέτρῳ τινι ῥήσει φησὶν

ὃς oἶδ’ ἰατρεύειν καλῶς,

πρὸς τὰς δίαιτας τῶν ἐνοικούντων πόλιν

τὴν γῆν <τ'> ἰδόντα τὰς νόσους σκοπεῖν χρεών.

 

 

106

Ὁμήρου πάλιν ποιήσαντος

μοῖραν δ’ οὔ τινὰ φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν.

ὅ τε Ἀρχῖνος λέγει· «πᾶσι μὲν ἀνθρώποις ὀφείλεται ἀποθανεῖν ἢ πρότερον ἢ εἰς ὕστερον«, ὅ τε Δημοσθένης «πᾶσι μὲν γὰρ ἀνθρώποις τέλος τοῦ βίου θάνατος, κἂν ἐν οἴκίσκῳ τις αὐτὸν καθείρξας τηρῇ.»

(23) Ἡροδότου τε αὖ ἐν τῷ περὶ Γλαύκου τοῦ Σπαρτιάτου λόγῳ φήσαντος τὴν Πυθίαν εἰπεῖν τὸ πειρηθήναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον γενέσθαι, Αριστοφάνης ἐφη

δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν,

καὶ πρὸ τοῦτου ὁ Ἐλεἀτης Παρμενίδης

τὸ γὰρ αὐτὸ νοεῖν ἐστί<ν> τε καὶ εἶναι.

Ἡ οὐχὶ καὶ Πλάτωνος εἰπόντος «ἡμεῖς δὲ τοῦτο λέξοιμεν ἂν ἴσως οὐκ ἀτόπως, ὅτι ἀρχὴ μὲν ἔρωτος ὅρασις, μειοῖ δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμῃ, τηρεῖ δὲ συνήθεια», Φιλήμων ὁ κωμικὸς γράφει

ὁρῶσι πάντες πρῶτον, εἶτ’ ἐθαύμασαν,

ἔπειτ' ἐπεθεώρησαν, εἶτ' ἐς ἐλπίδα.

ἐνέπεσοι οὕτω γίνεται ἐκ τούτων ἔρως.

Ἀλλὰ καὶ Δημοσθένους εἰπόντος «πᾶσι γὰρ ἡμῖν ὁ θάνατος ὀφείλεται» καὶ τὰ ἐξῆς, ὁ Φανοκλῆς ἐν Ἔρωσιν ἢ Καλοῖς γράφει

ἀλλὰ τὸ Μοιράων νῆμ' ἄλλυτον, οὐδέ ποτ’ ἔστιν

ἐκφυγέειν, ὁπόσοι γῆν ἐπιφερβόμεθα.

(24) Εὕροις δ’ ἂν καὶ Πλάτωνος εἰπόντος «παντὸς γὰρ φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὁρμηθεῖσα πρὸς ἀρετήν, τῆς ἑαυτοῦ φύσεως κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον» <Ἔφορον> τὸν ἱστορικὸν γράφοντα «ἀλλὰ καὶ τῶν ἀγριων φυτῶν οὐθέν ἡμεροῦσθαι πέφυκεν, ὅταν παραλλάξωσιν τὴν νεωτέραν ἡλικίαν.»

Κάκεῖνο τὸ Ἐμπεδοκλέους

ἤδη γὰρ ποτ' ἐγὼ γενόμην κοῦρὸς τε κόρη τε

θάμνος τ’ οἰωνός τε καὶ εἰν ἀλὶ ἔλλοπος ἰχθύς,

 

 

107

Εὐριπίδης ἐν Χρυσίππῳ μεταγράφει

θνήσκει δὲ οὐδὲν τῶν γινομένων,

διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο

μορφὴν ἑτέραν ἐπέδειξεν.

Πλάτωνὸς τε ἐν Πολιτείᾳ εἰπόντος κοινὰς εἶναι τὰς γυναῖκας Εὐριπίδης ἐν Πρωτεσιλάῳ γράφει·

κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος.

Ἀλλ' Εὐριπίδου γράφοντος

ἐπεὶ τὰ γˑ ἀρκοῦντα ἱκανὰ τοῖς γε σώφροσιν,

Ἐπίκουρος ἄντικρύς φησι «πλουσιώτατον αὐτάρκεια πάντων.»

Αὖθις τε Ἀριστοφάνους γράφοντος

βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,

χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς,

Ἐπίκουρος λέγει «δικαιοσύνης καρπὸς μέγιστος ἀταραξία.»

(25) Αἱ μὲν οὖν ίδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμαἐναργές τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσαν. ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς ἐδείχθη, ἀλλὰ γὰρ καὶ τὰ φώρια ἄντικρυς ὀλόκληρα ἔχοντες διελεγχθησονται· αὐτοτελῶς γὰρ τὰ ἐτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν, καθάπερ Εὐγάμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον καὶ Πείσανδρος <ὁ> Καμιρεὐς Πεισίνου τοῦ Λινδίου τὴν Ἡράκλειαν, Πανύασ<σ>ίς τε ὁ Ἁλικαρνασσεὺς παρὰ Κρεωφύλου τοῦ Σαμίου τὴν Οἰχαλίας ἅλωσιν.

(26) Εὕροις δ’ ἄν καὶ Ὅμηρον τὸν μέγαν ποιητὴν ἐκεῖνα τὰ ἔπη

οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλές ἑλαίης

καὶ τὰ ἑξῆς κατὰ λέξιν μετενηνοχότα παρ' Ὀρφέως ἐκ τοῦ Διονύσου ἀφανισμοῦ.

Ἔν τε τῇ Θεογονίᾳ ἐπὶ τοῦ Κρόνου Ὀρφεῖ πεποίηται

κεῖτ’ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δὲ μιν ὕπνος

ουρει πανδαμάτωρ,

ταῦτα δὲ Ὅμηρος ἐπὶ τοῦ Κύκλωπος μετέθηκεν.

 

 

108

Ἡσίοδος τε ἐπὶ τοῦ Μελάμποδος ποιεῖ

ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔδειμαν

ἀθάνατοι, δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές,

καὶ τὰ ἑξῆς παρὰ Μουσαίου λαβὼν τοῦ ποιητοῦ κατὰ λέξιν.

Ἀριστοφάνης δὲ ο κωμικὸς ἐν ταῖς πρώταις Θεσμοφοριαζούσαις τὰ ἐκ τῶνΚρατίνου Ἐμπιπραμένων μετήνεγκεν ἔπη. Πλάτων δὲ ὁ κωμικὸς καὶ Ἀριστοφάνης ἐν τῷ Δαιδάλῳ τὰ ἀλλήλων ὑφαιροῦνται. τὸν μέντοι Κώκαλον τὸν ποιηθέντα Ἀραρότι τῷ Ἀριστοφάνους υἱεῖ Φιλἡμῶν ὁ κωμικὸς ὑπαλλάξας ἐν Ὑποβολιμαίῳ ἐκωμῴδησεν. τὰ δὲ Ἡσιόδου μετήλλαξαν εἰς πεζὸν λόγον καὶ ὡς ἴδια ἐξήνεγκαν Εὔμηλὸς τε καὶ Ἀκουσίλαος οἱ ἱστοριογράφοι. Μελησαγόρου γὰρ ἔκλεψεν Γοργίας ὁ Λεοντῖνος καὶ Εὔδημος ὁ Νάξιος οἱ ἱστορικοὶ καὶ ἐπὶ τούτοις ὁ Προκοννήσιος Βίων, ὃς καὶ τὰ Κάδμου τοῦ παλαιοῦ μετέγραψεν κεφαλαιούμενος, Ἀμφίλοχος τε καὶ Ἀριστοκλῆς καὶ Λεάνδριος καὶ Ἀναξιμένης καὶ Ἑλλάνικος καὶ Ἐκαταῖος καὶ Ἀνδροτίων καὶ Φιλόχορος Διευχίδας τε ὁ Μεγαρικὸς τὴν ἀρχὴν τοῦ λόγου ἐκ τῆς Ἐλλανίκου Δευκαλιωνείας μετέβαλεν. (27) σιωπῶ δὲ Ἡράκλειτον τὸν Ἐφέσιον, ὃς παρ' Ὀρφέως τὰ πλεῖστα εἴληφεν. παρὰ Πυθαγόρου δὲ καὶ τὴν ψυχὴν ἀθάνατον εἶναι Πλάτων ἔσπακεν, ὃ δὲ παρ' Αἰγυπτίων, πολλοί τε τῶν ἀπὸ Πλάτωνος συγγραφὰς πεποίηνται, καθ’ ἃς ἀποδεικνύουσι τοὺς τε Στωϊκούς, ὡς ἐν ἀρχῇ εἰρηκαμεν, τὸν τε Ἀριστοτέλη τὰ πλεῖστα καὶ κυριώτατα τῶν δογμάτων παρὰ Πλάτωνος εἰληφέναι. ἀλλὰ καὶ Ἐπίκουρος παρὰ Δημοκρίτου τὰ προηγούμενα ἐσκευώρηται δόγματα.

Ταυτὶ μὲν οὖν ταύτῃ ἐπιλείψει γὰρ με ὁ βίος, εἰ καθ’ ἕκαστον ἐπεξιέναι αἱροίμην τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπήν, καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ' αὐτοῖς καλλίστων δογμάτων, ἣν παρ' ἡμῶν εἰλήφασιν.

 

III

(28) Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἀγίως βεβιωκότων εἰς τὴν ἡμετέραν ἐπιστροφὴν παραδόξως

 

 

109

ἐνεργούμενα, Ἑλληνικῆ μυθολογίᾳ τερατευόμενοι. καὶ δὴ πευσόμεθα παρ' αὐτῶν ἤτοι ἀληθῆ ταῦτα εἶναι ἃ ἱστοροῦσιν ἢ ψευδῆ. ἀλλὰ ψευδῆ μὲν οὐκ ἂν φήσαιεν (οὐ γὰρ ἂν καταψηφίσαιντο ἑαυτῶν, οὔκουν ἑκόντες, τὴν μεγίστην εὐήθειαν, τὸ ψευδῆ συγγράφειν) ἀληθῆ δ’ εἶναι ἐξ ἀνάγκης ὁμολογήσαιεν. καὶ πῶς ἔτι ἀπιστα αὐτοῖς καταφαίνεται τὰ διὰ Μωσέως καὶ τῶν ἄλλων προφητῶν τεραστίως ἐπιδεδειγμένα; πάντων γὰρ ἀνθρώπων ο παντοκράτωρ κηδόμενος θεὸς τοὺς μὲν ἐντολαῖς. τοὺς δὲ ἀπειλαῖς, ἔστιν δ’ οὓς σημείοις τεραστίοις, ἐνίους δὲ ἠπίοις ἐπαγγελίαις ἐπιστρέφει πρὸς σωτηρίαν, πλὴν ἀλλ’ οἱ Ἕλληνες, αὐχμοῦ ποτε τὴν Ἑλλάδα πολυχρονίως φθείροντος καὶ ἐπεχούσης ἀγονίας καρπῶν, οἱ καταλειφθέντες, φασί, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς Δελφοὺς ἤροντο τὴν Πυθίαν πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. μίαν δ’ αὐτοῖς ἔχρησεν ἀρωγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ, πεισθεὶς οὖν αὐτοῖς Αἰακὸς ἀνελθὼν ἐπὶ τὸ Ἑλληνικὸν ὄρος, τὰς καθαράς χεῖρας ἐκτείνας εἰς οὐρανόν, κοινὸν ἀποκαλέσας <πατέρα> τὸν θεόν, ηὔξατο οἴκτεῖραι αὐτὸν τετρυμένην τὴν Ἑλλάδα. ἅμα δὲ εὐχομένου βροντὴ ἐξαίσιος ἐπεκτύπει καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο, λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι καταῤῥαγέντες ὅλην ἐπλήρωσαν τὴν χώραν ἐντεῦθεν ἄφθονος καὶ πλούσια τελεσφορεῖται εὐκαρπία, ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς. (29) «καὶ ἐπεκαλέσατο«, φησί, «Σαμουὴλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ.» ὁρᾷς ὅτι «ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκουσ» διὰ τῶν ὑποτεταγμένων δυνάμεων εἷς ἐστι θεός; πλήρης δὲ ἡ γραφὴ πᾶσα ἡ καθ’ ἡμᾶς κατὰ τὰς τῶν δικαίων εὐχὰς ἐπακούοντός τε καὶ ἐπιτελοῦντος τοῦ θεοῦ ἕκαστον τῶν αἰτημάτων.

Πάλιν ἱστοροῦσιν Ἕλληνες ἐκλειπόντων ποτε τῶν ἐτησίων ἀνέμων Ἀρισταῖον ἐν Κέῳ θῦσαι Ἰκμαίῳ Διί πολλῇ γὰρ ἦν φθορά, φλογμῷ διαπιμπραμένων πάντων καὶ δὴ καὶ τῶν ἀναψύχειν τοὺς καρποὺς εἰωθότων ἀνέμων μὴ πνεόντων <ὃ δὲ> ῥᾳδίως αὐτοὺς ἀνεκαλέσατο.

Δελφοί δὲ Ξέρξου ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντος, ἀνειπούσης τῆς Πυθίας

ὦ Δελφοί, λίσσεσθ’ ἀνέμους καὶ λώιον ἔσται,

 

 

110

βωμὸν καὶ θυσίαν ποιήσαντες τοῖς ἀνέμοις, ἀρωγοὺς αὐτοὺς ἔσχον πνεύσαντες γὰρ ἐῤῥωμένως περὶ τὴν Σηπιάδα ἄκραν συνέτριψαν πᾶσαν τὴν παρασκευὴν τοῦ Περσικοῦ στόλου.

(30) Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος Κωλυσανέμας ἐπεκλήθη. λέγεται οὖν ἀπὸ τοῦ Ἀκράγαντος ὄρους πνέοντὸς ποτε ἀνέμου βαρὺ καὶ νοσῶδες τοῖς ἐγχωρίοις, ἀλλὰ καὶ ταῖς γυναιξῖν αὐτῶν ἀγονίας αἰτίου γινομένου, παῦσαι τὸν ἄνεμον διὸ καὶ αὐτὸς ἐν τοῖς ἐπεσι γράφειˑ

παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος οἵ τ’ ἐπὶ γαῖαν

ὀρνύμενοι θνητοῖσι καταφθινύθουσιν ἀρουρας

καί πάλιν, εὖτ' ἐθέλῃσθα, παλίντιτα πνεύματα θήσεις.

παρακολουθεῖν τε αὐτῷ ἔλεγεν «τοὺς μὲν μαντοσυνῶν κεχρημένους, τοὺς δ’ ἐπὶ νούσοισι δηρὸν δὴ χαλεπῇσι πεπαρμένους». ἄντικρυς γοῦν ἰάσεις τε καὶ σημεῖα καὶ τέρατα ἐπιτελεῖν τοὺς δικαίους ἐκ τῶν ἡμετέρων πεπιστεύκασι γραφῶνˑ εἰ γὰρ καὶ δυνάμεις τινὲς τοὺς τε ἀνέμους κινοῦσι καὶ τοὺς ὄμβρους διανέμουσιν, ἀλλ’ ἀκουσάτωσαν τοῦ ψαλμῳδοῦ «ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων.» οὗτὸς ἐστιν ὁ τῶν δυνάμεων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν κύριος, περὶ οὐ ὁ Μωυσῆς λέγει, ἵνα αὐτῷ συνῶμεν «καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι ὁ γὰρ κύριος <ὁ θεὸς ὑμῶν οὗτος κύριοσ> τῶν κυρίων καὶ θεὸς τῶν θεῶν ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρόσ» καὶ τὰ ἐπὶ τούτοις. ὅ τε Ἡσαΐας «ἄρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν» λέγει «καὶ ἴδετε τις κατέδειξεν ταῦτα πάντα;»

(31) Λέγουσι δ’ οὖν τινες λοιμούς τε καὶ χαλάζας καὶ θυέλλας καὶ τὰ παραπλήσια οὐκ ἀπὸ τῆς ἀταξίας τῆς ὑλικῆς μόνης, ἀλλὰ καὶ κατὰ τίνα δαιμόνων ἢ καὶ ἀγγέλων οὐκ ἀγαθῶν ὀργὴν φιλεῖν γίνεσθαι. αὐτίκα φασὶ τοὺς ἐν Κλεωναῖς μάγους φυλάττοντας τὰ μετέωρα τῶν χαλαζοβολήσειν μελλόντων νεφῶν παράγειν ᾠδαῖς τε καὶ θύμασι τῆς ὁργῆς τὴν ἀπειλήν. ἀμέλει καὶ εἴ ποτε ἀπορία ζῴου καταλάβοι, τὸν σφέτερον αἱμάξαντες δάκτυλον ἀρκοῦνται τῷ θύματι. ἥ τε Μαντινικὴ Διοτίμα θυσαμένοις Ἀθηναίοις πρὸ τοῦ λοιμοῦ δεκαετῆ ἀναβολὴν ἐποιήσατο τῆς νόσου, καθάπερ καὶ τοῦ Κρητὸς Ἐπιμενίδου αἱ θυσίαι

 

 

111

αὑτοῖς [Ἀθηναίοισ] τὸν Περσικὸν πόλεμον εἰς τὸν ἴσον ὑπερέθεντο χρόνον, διαφέρειν δ’ οὐδὲν νομίζουσιν, εἴτ’ οὖν θεοὺς εἴτε καὶ ἀγγέλους τὰς ψυχὰς ταύτας λέγομεν. αὐτίκα οἱ ἐμπειροι τοῦ λόγου κατὰ τὰς ἱδρύσεις ἐν πολλοῖς τῶν ἱερῶν καὶ σχεδὸν πᾶσι τὰς θήκας τῶν κατοιχομένων ἐνιδρύσαντο, δαίμονας μὲν τὰς τούτων ψυχὰς καλοῦντες, θρησκεύεσθαι δὲ πρὸς ἀνθρώπων διδάσκοντες ὡς ἂν ἐξουσίαν λαβούσας διὰ καθαρότητα τοῦ βίου τῇ θείᾳ προνοίᾳ εἰς τὴν ἀνθρώπων λειτουργίαν τὸν περίγειον περιπολεῖν τόπον ἠπίσταντο γὰρ ψυχὰς τινας κρατουμένας φύσει τῷ σώματι. ἀλλὰ περὶ μὲν τούτων ἐν τῷ περὶ ἀγγέλων λόγῳ προϊούσης τῆς γραφῆς κατὰ καιρὸν διαλεξόμεθα.

(32) Δημόκριτος δὲ ἐκ τῆς τῶν μεταρσίων παρατηρήσεως πολλὰ προλέγων Σοφία ἐπωνομάσθη. ὑποδεξαμένου γοῦν αὐτὸν φιλοφρόνως Δαμάσου τοῦ ἀδελφοῦ τεκμηράμενος ἐκ τινῶν ἀστέρων πολὺν ἐσόμενον προεῖπεν ὄμβρον. οἱ μὲν οὖν πεισθέντες αὐτῷ συνεῖλον τοὺς καρποὺς (καὶ γὰρ ὥρᾳ θέρους ἐν ταῖς ἀλωσιν ἔτι ἦσαν), οἱ δὲ ἄλλοι πάντα ἀπώλεσαν ἀδοκήτου καὶ πολλοῦ καταῤῥήξαντος ὄμβρου.

Πῶς δὲ ἔτι ἀπιστήσουσιν Ἕλληνες τῇ θείᾳ ἐπιφανείᾳ περὶ τὸ ὄρος τὸ Σινᾶ, ὁπηνίκα πῦρ μὲν ἐφλέγετο, μηδὲν καταναλίσκον τῶν φυομένων κατὰ τὸ ὄρος, σαλπίγγων τε ἦχος ἐφέρετο ἄνευ ὀργάνων ἐμπνεόμενος; ἐκείνη γὰρ ἡ λεγομένῃ κατάβασις ἐπὶ τὸ ὄρος θεοῦ ἐπίφασίς ἐστι θείας δυνάμεως ἐπὶ πάντα τὸν κόσμον διηκούσης καὶ κηρυττούσης τὸ φῶς τὸ ἀπρόσιτον. τοιαύτη γὰρ ἡ κατὰ τὴν γραφὴν ἀλληγορία, πλὴν «ἑωράθη τὸ πῦρ«, ὥ φησιν Ἀριστόβουλος, «παντὸς τοῦ πλήθους μυριάδων οὐκ ἔλασσον ἐκατόν, χωρὶς τῶν ἀφηλίκων, ἐκκλησιαζόντων κύκλῳ τοῦ ὄρους, οὐχ ἧττον ἡμερῶν πέντε τῆς περιόδου τυγχανούσης περὶ τὸ ὄρος. (33) κατὰ πάντα τοίνυν τόπον τῆς ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἂν παρεμβεβληκόσι, τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο, ὥστε τὴν κατάβασιν μὴ τοπικήν γεγονέναι πάντῃ γὰρ ὁ θεός ἐστιν.»

Λέγουσι δὲ καὶ οἱ τὰς ἱστορίας συνταξάμενοι ἀμφὶ τὴν Βρεττανικήν νήσον ἄντρον τι ὑποκείμενον ὄρει, ἐπὶ δὲ τῆς κορυφῆς χάσμα ἐμπίπτοντος οὖν τοῦ ἀνέμου εἰς τὸ ἄντρον καὶ προσρηγνυμένου τοῖς κόλποις τοῦ ὀρύγματος κυμβάλων

 

 

112

εὐρύθμως χρουομένων ἦχον ἐξακούεσθαι. πολλάκις δὲ καὶ ἀνὰ τὰς ὕλας κινουμένων τῶν φύλλων ἀθρόᾳ πνεύματος προσβολῇ ὀρνίθων ᾠδῇ παραπλήσιος προσπίπτει ἠχή. ἀλλὰ οἱ τὰ Περσικὰ συνταξάμενοι ἐν τοῖς ὑπερκειμένοις τόποις κατὰ τὴν τῶν Μάγων χώραν τρία κεῖσθαι ὄρη ἐφεξῆς ἱστοροῦσιν ἐν πεδιῴ μακρῷ· τοὺς δὴ διοδεύοντας τὸν τόπον κατὰ μὲν τὸ πρῶτον γενομένους ὄρος φωνῆς ἐξακούειν σύγκλυδος, οἷον βοώντων οὐκ ὀλίγων τινῶν μυριάδων, καθάπερ ἐν παρατάξειˑ κατὰ μέσον δὲ ἥκοντας ἤδη πλείονος ὁμοῦ καὶ ἐναργεστέρου ἀντιλαμβάνεσθαι θορύβου ἐπὶ τέλει δὲ παιωνιζόντων ἀκούειν ὡς νενικηκότων. αἰτία δ’, οἶμαι, πάσης ἠχοῦς ἥ τε λειότης τῶν τόπων καὶ τὸ ἀντρῶδες. ἀποβαλλόμενον γοῦν τὸ εἰσφοιτήσαν πνεῦμα πάλιν εἰς τὸ αὐτὸ χωροῦν βιαιότερου ἠχεῖ.

(34) Καὶ ταῦτα μὲν ταύτῃ θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννήσαι ἀκοῇ δυνατόν, ἐνδεικνυμένῳ τὴν ἑαυτοῦ μεγαλειότητα παρὰ τὰ εἰωθότα φυσικὴν ἔχειν τὴν ἀκολουθίαν, εἰς ἐπιστροφὴν τῆς μηδέπω πιστευούσης ψυχῆς καὶ παραδοχὴν τῆς διδομένης ἐντολῆς. νεφέλης δ’ οὔσης καὶ ὄρους ὑψηλοῦ πῶς οὐ δυνατὸν διάφορον ἦχον ἐξακούεσθαι, πνεύματος κινουμένου διὰ τῆς ἐνεργούσης αἰτίας; διὸ καὶ φησὶν ὁ προφήτης «φωνὴν ῥημάτων ὑμεῖς ἠκούετε, καὶ ὁμοίωμα οὐκ εἰδετε.» ὁρᾷς, ὅπως ἡ κυριακὴ φωνῇ λόγος ἀσχημάτιστος ἡ <γὰρ> τοῦ λόγου δύναμις, ῥῆμα κυρίου φωτεινόν, ἀλήθεια οὐρανόθεν ἄνωθεν ἐπὶ τὴν συναγωγὴν τῆς ἐκκλησίας ἀφιγμένη, διὰ φωτεινῆς τῆς προσεχοῦς διακονίας ἐνήργει.

 

IV

(35) Εὕροιμεν δ’ ἄν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ' ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν τὸ καὶ παρὰ τῶν ἄλλων βαρβάρων ἀπηνθίσθαι τῶν εἰς ἐκάστην αἵρεσιν συντεινόντων τινά, μάλιστα δὲ Αἰγυπτίων τὰ τε ἀλλὰ καὶ τὸ περὶ τὴν μετενσωμάτωσιν τῆς ψυχῆς δόγμα, μετίασι γὰρ οἰκείαν τινὰ φιλοσοφίαν Αἰγύπτιοι αὐτίκα τοῦτο ἐμφαίνει μάλιστα ἡ ἱεροπρεπής αὐτῶν θρησκεία.

 

 

113

Πρῶτος μὲν γὰρ προέρχεται ὁ ᾠδόσ, ἔν τι τῶν τῆς μουσικῆς ἐπιφερόμενος συμβόλων, τοῦτὸν φασι δύο βίβλους ἀνειληφέναι δεῖν ἐκ τῶν Ἐρμοῦ, ὧν θάτερον μὲν ὕμνους περιέχει θεῶν, ἐκλογισμὸν δὲ βασιλικού βίου τὸ δεύτερον.

Μετὰ δὲ τὸν ῴδὸν ὁ ὡροσκόποσ, ὡρολόγιὸν τε μετὰ χεῖρα καὶ φοίνικα ἀστρολογίας ἔχων σύμβολα, πρόεισιν. τοῦτον τὰ ἀστρολογούμενα τῶν Ἐρμοῦ βιβλίων τέσσαρα ὄντα τὸν ἀριθμὸν ἀεὶ διὰ στόματος ἔχειν χρή, ὧν τὸ μὲν ἐστι περὶ τοῦ διακόσμου τῶν ἀπλανῶν φαινομένων ἄστρων, <τὸ δὲ περὶ τῆς τάξεως τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ περὶ τῶν πέντε πλανωμένων,> τὸ δὲ περὶ τῶν συνόδων καὶ φωτισμῶν ἡλίου καὶ σελήνης, τὸ δὲ λοιπὸν περὶ τῶν ἀνατολῶν.

(36) Ἑξῆς δὲ ὁ ἱερογραμματεὐσ προέρχεται, ἔχων πτερὰ ἐπὶ τῆς κεφαλῆς βιβλίον τε ἐν χερσὶ καὶ κανοῦν, ἐν ᾧ τὸ τε γραφικὸν μέλαν καὶ σχοῖνος ᾗ γράφουσι. τοῦτον τὰ [τε] ἱερογλυφικὰ καλούμενα περὶ τε τῆς κοσμογραφίας καὶ γεωγραφίας [τῆς τάξεως τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ περὶ τῶν πέντε πλανωμένων,] χωρογραφίας τε τῆς Αἰγύπτου καὶ τῆς τοῦ Νείλου διαγραφῆς περὶ τε τῆς [καταγραφῆσ] <κατα>σκευῆς τῶν ἱερῶν καὶ τῶν ἀφιερωμένων αὐτοῖς χωρίων περὶ τε μέτρων καὶ τῶν ἐν τοῖς ἱεροῖς χρησίμων εἰδέναι χρή.

Ἔπειτα ὁ στολιστὴς τοῖς προειρημένοις ἕπεται, ἔχων τὸν τε τῆς δικαιοσύνης πῆχυν καὶ τὸ σπονδείον, οὗτος <οἶδε> τὰ παιδευτικὰ πάντα καὶ <τὰ> μοσχοσφραγιστικὰ καλούμενα δέκα δὲ ἐστι τὰ εἰς τὴν τιμὴν ἀνήκοντα τῶν παρ' αὐτοῖς θεῶν καὶ τὴν Αἰγυπτίαν εὐσέβειαν περιέχοντα, οἷον περὶ θυμάτων, ἀπαρχῶν, ὕμνων, εὐχῶν, πομπῶν ἑορτῶν καὶ τῶν τούτοις ὁμοίων.

(37) Ἐπὶ πᾶσι δὲ ὁ <προφήτησ> ἔξεισι, προφανὲς τὸ ὑδρεῖον ἐγκεκολπισμένος, ᾧ ἕπονται οἱ τὴν ἐκπεμψιν τῶν ἄρτων βαστάζοντες. οὗτος, ὡς ἂν προστάτης τοῦ ἱεροῦ, τὰ ἱερατικὰ καλούμενα δέκα βιβλία ἐκμανθάνει (περιέχει δὲ περὶ τε νόμων καὶ θεῶν καὶ τῆς ὅλης παιδείας τῶν ἱερέων) ὁ γὰρ τοι προφήτης παρὰ τοῖς Αἰγυπτίοις καὶ τῆς διανομῆς τῶν προσόδων ἐπιστάτης ἐστίν.

Δύο μὲν οὖν καὶ τεσσαράκοντα αἱ πάνυ ἀναγκαῖαι τῷ Ἑρμῇ γεγόνασι βίβλοι ὧν τὰς μὲν τριάκοντα ἐξ τὴν πᾶσαν Αἰγυπτίων περιεχούσας φιλοσοφίαν οἱ προειρημένοι ἐκμανθάνουσι, τὰς δὲ λοιπὰς ἐξ οἱ παστοφόροι ἰατρικὰς οὔσας περὶ

 

 

114

τε τῆς τοῦ σώματος κατασκευῆς καὶ περὶ νόσων καὶ περὶ ὀργάνων καὶ φαρμάκων καὶ περὶ ὀφθαλμ<ι>ῶν καὶ τὸ τελευταῖον περὶ τῶν γυναικείων.

(38) Καὶ τὰ μὲν Αἰγυπτίων ὡς ἐν βραχεῖ φάναι τοιαῦτα Ἰνδῶν δὲ ἡ φιλοσοφία καὶ αὐτῶν διαβεβόηται.

Ἀλέξανδρος γοῦν ὁ Μακεδὼν δέκα λαβὼν Ἰνδῶν γυμνοσοφιστὰς τοὺς δοκοῦντας ἀρίστους εἶναι καὶ βραχυλογωτάτους προβλήματα αὐτοῖς προῦθηκε, τὸν μὴ ἀποκρινόμενον εὐστόχως ἀνελεῖν ἀπειλήσας, ἕνα <δὲ> τὸν πρεσβύτατον αὐτῶν ἐπικρίνειν κελεύσας. ὁ μὲν οὖν πρῶτος ἐξετασθείς, πότερον οἴεται τοὺς ζῶντας εἶναι πλείονας ἤ τοὺς τεθνεῶτας, τοὺς ζῶντας ἔφῃ οὐ γὰρ εἶναι τοὺς τεθνεώτας. ὁ δεύτερος δέ, πότερον τὴν γῆν ἡ τὴν θάλασσαν μείζονα θηρία τρέφειν, τὴν γῆν ἔφη ταύτης γὰρ μέρος εἶναι τὴν θάλασσαν. ὁ δὲ τρίτος, ποῖον ἐστι τῶν ζῴων πανουργότατον, ο μέχρι νῦν οὐκ ἐγνώσθη, εἶπεν, ἄνθρωπος, ὁ δὲ τέταρτος ἀνακρινόμενος, τινι λογισμῳ τὸν Σάββαν ἀπέστησαν ἄρχοντα αὐτῶν ὄντα, ἀπεκρίθη καλῶς ζῆν βουλόμενοι αὐτὸν ἡ καλῶς ἀποθανεῖν. ὁ δὲ πέμπτος ἐρωτηθείς, πότερον οἴεται τὴν ἡμέραν πρότερον ἡ τὴν νύκτα γεγονέναι, εἶπεν <ἡ νὺξ> ἡμέρᾳ μιᾷ τῶν γὰρ ἀπορων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι. ὁ δὲ ἐκτος ἐρωτηθείς, πῶς ἂν τις φιληθείη μάλιστα, ἂν κράτιστος ὤν, ἔφη, μὴ φοβερὸς ᾖ. ὁ δὲ ἐβδομος ἐρωτηθείς, πῶς ἂν τις ἐξ ἀνθρώπων γένοιτο θεὸς, εἰ πράξειεν, εἶπεν, ἃ πρᾷξαι ἄνθρωπον μὴ δυνατὸν ἐστιν. ὁ δὲ ὄγδοος ἐρωτηθείς, τί ἱσχυρότερον, ζωῇ ἡ θάνατος, ζωή, ἔφη, τοσαῦτα κακὰ φέρουσα. ὁ δὲ ἐνατος ἐξετασθείς, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχει ζῆν, μέχρι ου, ἔφη, μὴ νομίζῃ τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον. κελεύσαντος δὲ τοῦ Ἀλεξάνδρου καὶ τὸν δέκατον. εἰπεῖν τι (δικαστὴς γὰρ ἠν), ἐτερος, ἔφη, ἑτέρου χεῖρον εἶπεν. τοῦ δὲ Ἀλεξάνδρου φήσαντος οὐκοῦν καὶ σὺ πρῶτος ἀποθανή τοιαῦτα κρίνων; καὶ πῶς, εἶπεν, βασιλεῦ, ἀληθὴς εἴης, φήσας πρῶτον ἀποκτεῖναι τὸν [πρῶτον] ἀποκρινάμενον κάκιστα;

 

V

(39) Καὶ ὡς μὲν κλέπται πάσης γραφῆς Ἕλληνες ¿ρηνται, ἱκανῶς, οἶμαι, διὰ πλειόνων δέδεικται τεκμηρίων ὅτι δὲ οὐ κατ' ἐπίγνωσιν ἴσασι τὸν θεόν, ἀλλά

 

 

115

κατὰ περὶφρασιν Ἑλλήνων οἱ δοκιμώτατοι, Πέτρος ἐν τῷ Κηρύγματι λέγει «γινώσκετε οὖν ὅτι εἶς θεὸς ἐστιν, ὅς ἀρχὴν πάντων ἐποίησεν, καὶ τέλους ἐξουσίαν ἔχων « καί· «ὁ ἀόρατος, ὃς τὰ πάντα ὁρᾷ, ἀχώρητος, ὅς τὰ πάντα χωρεῖ, ἀνεπιδεής, οὗ τὰ πάντα ἐπιδέεται καὶ δὶ ὅν ἐστιν, ἀκατάληπτος, ἀέναος, ἄφθαρτος, ἀποίητος, ὃς τὰ πάντα ἐποίησεν λόγῳ δυνάμεως αὐτοῦ,» [τῆς γνωστικῆς γραφῆσ] τουτέστι τοῦ υἱοῦ. εἶτα ἐπιφέρειˑ «τοῦτον τὸν θεὸν σέβεσθε μὴ κατὰ τοὺς Ἕλληνας» ὡς δηλονότι τὸν αὐτὸν ἡμῖν σεβόντων θεὸν καὶ τῶν παρ' Ἕλλησι δοκίμων ἀλλ’ οὐ κατ' ἐπίγνωσιν παντελῆ, τὴν δὶ υἱοῦ παράδοσιν <μὴ> μεμαθηκότων. «μή«, τοίνυν φησί, «σέβεσθε»ˑοὐκ εἶπεν «θεὸν ὅν οἱ Ἕλληνεσ», ἀλλὰ «μὴ κατὰ τοὺς Ἕλληνασ», τὸν τρόπον τὸν τῆς σεβάσεως ἐναλλάττων τοῦ θεοῦ, οὐχὶ δὲ ἄλλον καταγγέλλων. (40) τί οὖν ἐστι τὸ «μὴ κατὰ τοὺς Ἕλληνασ», αὐτὸς διασαφήσει Πέτρος ἐπιφέρων «ὅτι ἀγνοίᾳ φερόμενοι καὶ μὴ ἐπιστάμενοι τὸν θεὸν ὡς ἡμεῖς κατὰ τὴν γνῶσιν τὴν τελείαν, ὧν ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν, μορφώσαντες, ξύλα καὶ λίθους, χαλκὸν καὶ σίδηρον, χρυσὸν καὶ ἄργυρον, τῆς ὕλης αὐτῶν καὶ χρήσεως <ἐπιλαθόμενοι>, τὰ δοῦλα τῆς ὑπάρξεως ἀναστήσαντες, σέβονται, καὶ δέδωκεν αὐτοῖς εἰς βρῶσιν ὁ θεὸς, <τὰ> πετεινὰ τοῦ ἀέρος καὶ τῆς θαλάσσης τὰ νηκτά καὶ τῆς γῆς τὰ ἑρπετὰ [καὶ τὰ] θηρία σὺν κτήνεσι τετραπόδοις τοῦ ἀγροῦ, γαλᾶς τε καὶ μῦς αἰλούρους τε καὶ κύνας καὶ πιθήκους· καὶ τὰ ἴδια βρώματα βρωτοῖς θύματα θύουσιν καὶ νεκρὰ νεκροῖς προσφέροντες ὡς θεοῖς ἀχαριστοῦσι τῷ θεῷ, διὰ τούτων ἀρνούμενοι αὐτὸν εἶναι.» (41) καὶ ὅτι γε ὡς τὸν αὐτὸν θεὸν ἡμῶν τε αὐτῶν καὶ Ἑλλήνων ἐγνωκότων φέρεται, πλὴν οὐχ ὁμοίως, ἐποίσει πάλιν ὧδέ πῶς «μηδὲ κατὰ Ἱουδαίους σέβεσθε καὶ γὰρ ἐκεῖνοι μόνοι οἰόμενοι τὸν θεὸν γινώσκειν οὐκ ἐπίστανται, λατρεύοντες ἀγγέλοις καὶ ὀρχαγγέλοις, μηνί καὶ σελήνῃ, καὶ ἐὰν μὴ σελήνῃ φανῆ, σάββατον οὐκ ἀγουσι τὸ λεγόμενον πρῶτον, οὐδὲ νεομηνίαν ἄγουσιν οὔτε ἀζυμα οὔτε ἑορτήν οὔτε μεγάλην ἡμέραν.» εἶτα τὸν κολοφώνα τοῦ ζητουμένου προσεπιφέρει «ὥστε καὶ ὑμεῖς ὁσίως καὶ δικαίως μανθάνοντες ἃ παραδίδομεν ὑμῖν, φυλάσσεσθε, καινῶς τὸν θεὸν διὰ τοῦ Χρίστοῦ σεβόμενοι εὐρομεν γὰρ ἐν ταῖς γραφαῖς καθὼς ὁ κύριος λέγει ἰδοὺ διατίθεμαι ὑμῖν καινὴν

 

 

116

διαθήκην, οὐχ ὡς διεθέμην τοῖς πατράσιν ὑμῶν ἐν ὄρει Χωρήβ. νέαν ἡμῖν διέθετο τὰ γὰρ Ἑλλήνων καὶ Ἰουδαίων παλαιά, ἡμεῖς δὲ οἱ καινῶς αὐτὸν τρίτῳ γένει σεβόμενοι Χριστιανοί.» σαφῶς γὰρ, οἶμαι, ἐδήλωσεν τὸν ἕνα καὶ μόνον θεὸν ὑπὸ μὲν Ἑλλήνων ἐθνικῶς, ὑπὸ δὲ Ἰουδαίων Ἰουδαϊκῶς, καινῶς δὲ ὑφ’ ἡμῶν καὶ πνευματικῶς γινωσκόμενον. (42) πρὸς δὲ καὶ ὅτι ὁ αὐτὸς θεὸς ἀμφοῖν ταῖν διαθήκαιν χορηγός, ὁ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας δοτὴρ τοῖς Ἐλλησιν, δὶ ἧς ὁ παντοκράτωρ παρ' Ἕλλησι δοξάζεται, παρέστησεν. δῆλον δὲ κάνθένδε. ἐκ γοῦν τῆς Ἑλληνικῆς παιδείας, ἀλλὰ καὶ ἐκ τῆς νομικής εἰς τὸ ἐν γένος τοῦ σῳζομένου συνάγονται λαοῦ οἱ τὴν πίστιν προσιέμενοι, οὐ χρόνῳ διαιρουμένων τῶν τριῶν λαών, ἵνα τις φύσεις ὑπολάβοι τριττάς, διαφόροις δὲ παιδευομένων διαθήκαις τοῦ ἑνὸς κυρίου, ὄντας ἑνὸς κυρίου ῥήματι ἐπεί, ὅτι καθάπερ Ἱουδαίους σῴζεσθαι ἠβούλετο ὁ θεὸς τοὺς προφήτας διδούς, οὕτως καὶ Ἑλλήνων τοὺς δοκιμωτάτους οἰκείους αὐτῶν τῇ διαλέκτῳ προφήτας ἀναστήσας, ὡς οἷοί τε ἦσαν δέχεσθαι τὴν παρὰ τοῦ θεοῦ εὐεργεσίαν, τῶν χυδαίων ἀνθρώπων διέκρινεν, δηλώσει πρὸς τῷ Πέτρου Κηρύγματι ὁ ἀπόστολος λέγων Παῦλος (43) «λάβετε καὶ τὰς Ἐλληνικάς βίβλους, ἐπίγνωτε Σίβυλλαν, ὡς δηλοῖ ἔνα θεὸν καὶ τὰ μέλλοντα ἐσεσθαι, καὶ τὸν Ὑστάσπην λαβόντες ἀνάγνωτε, καὶ εὐρήσετε πολλῷ τηλαυγέστερον καὶ σαφέστερον γεγραμμένον τὸν υἱὸν τοῦ θεοῦ, καὶ καθὼς παράταξιν ποιήσουσι τῷ Χριστῷ πολλοὶ βασιλεῖς, μισοῦντες αὐτὸν καὶ τοὺς φοροῦντας τὸ ὄνομα αὐτοῦ καὶ τοὺς πιστοὺς αὐτοῦ, καὶ τὴν ὑπομονήν καὶ τὴν παρουσίαν αὐτοῦ.» εἶτα ἐνὶ λόγῳ πυνθάνεται ἡμῶν «ὅλος δὲ ὁ κόσμος καὶ τὰ ἐν τῷ κόσμῳ τίνος; οὐχὶ τοῦ θεοῦ;« διὰ τοῦτό φησὶν ὁ Πέτρος εἰρηκέναι τὸν κύριον τοῖς ἀποστόλοις «ἐὰν μὲν οὖν τις θελήσῃ τοῦ Ἰσραὴλ μετανοήσας διὰ τοῦ ὀνόματός μου πιστεύειν ἐπὶ τὸν θεόν, ἀφεθήσονται αὐτῷ αἰ ἁμαρτίαι. μετὰ <δὲ> δώδεκα ἔτη ἐξέλθετε εἰς τὸν κόσμον, μὴ τις εἴπῃ οὐκ ἠκούσαμεν.»

 

VI

(44) Ἀλλ' ὡς κατὰ καιρὸν ἥκει τὸ κήρυγμα νῦν, οὕτως κατὰ καιρὸν ἐδόθη νόμος μὲν καὶ προφῆται βαρβάροις, φιλοσοφία δὲ Ἕλλησι, τὰς ἀκοὰς ἐθίζουσα πρὸς τὸ

 

 

117

κήρυγμα, «λέγει γοῦν κύριος ὁ ῥυσάμενος Ἰσραήλ καιρῷ δεκτῷ ἐπήκουσα σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ κατασκηνῶσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομιάν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι.» εἰ γὰρ δέσμιοι μὲν Ἰουδαῖοι, ἐφ' ὧν καὶ ὁ κύριος «ἐξέλθετε» εἶπεν «ἐκ τῶν δεσμῶν οἱ θέλοντεσ», τοὺς ἐκουσίως δεδεμένους καὶ «τὰ δυσβάστακτα φορτία» (φησὶν) αὐτοῖς διὰ τῆς ἀνθρωπίνης παρεγχειρήσεως ἐπαναθεμένους λέγων, δῆλον ὡς οἱ «ἐν σκότει» οὗτοι ἂν εἶεν οἱ ἐν τῇ εἰδωλολατρείᾳ κατορωρυγμένον ἔχοντες τὸ ἡγεμονικόν. τοῖς μὲν γὰρ κατὰ νόμον δικαίοις ἔλειπεν ἡ πίστις, διὸ καὶ τούτους ἰώμενος ὁ κύριος ἔλεγενˑ «ἡ πίστις σου σέσωκέν σε» τοῖς δὲ κατὰ φιλοσοφίαν δικαίοις οὐχ ἡ πίστις μόνον ἡ εἰς τὸν κύριον, ἀλλὰ καὶ τὸ ἀποστῆναι τῆς εἰδωλολατρείας ἔδει. αὐτίκα ἀποκαλυφθείσης τῆς ἀληθείας καὶ αὐτοὶ ἐπὶ τοῖς προπεπραγμένοις μεταμέλονται διόπερ ὁ κύριος εὐηγγελίσατο καὶ τοῖς ἐν Ἅιδου. (45) φησὶ γοῦν ἡ γραφή «λέγει ὁ Ἅιδης τῇ ἀπωλείᾳ εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνὴν δὲ αὐτοῦ ἠκούσαμεν.» οὐχ ὁ τόπος δὴ που φωνὴν λαβὼν εἶπεν τὰ προειρημένα, ἀλλ’ οἱ ἐν Ἅιδου καταταγέντες καὶ εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδωκότες καθάπερ ἐκ τινὸς νεὼς εἰς θάλασσαν ἐκόντες ἀποῤῥίψαντες, οὗτοι τοίνυν εἰσὶν οἱ ἐπακούσαντες τῆς θείας δυνάμεώς τε καὶ φωνῆς ἐπεὶ τις ἂν εὖ φρονῶν ἐν μιᾷ καταδίκῃ καὶ τὰς τῶν δικαίων καὶ τὰς τῶν ἁμαρτωλῶν ὑπολάβοι εἶναι ψυχάς, ἀδικίαν τῆς προνοίας καταχέων; τί δ’; οὐχὶ δηλοῦσιν εὐηγγελίσθαι τὸν κύριον τοῖς τε ἀπολωλόσιν ἐν τῷ κατακλυσμῷ, μᾶλλον δὲ πεπεδημένοις, καὶ τοῖς ἐν φυλακῇ τε καὶ φρουρᾷ συνεχομένοις; δέδεικται δὲ κἂν τῷ δευτέρῳ Στρωματεῖ τοῦς ἀποστόλους ἀκολούθως τῷ κυρίῳ καὶ τοὺς ἐν Ἅιδου εὐηγγελισμένους ἐχρῆν γὰρ, οἶμαι, ὥσπερ κάνταῦθα, οὕτως δὲ κάκεῖσε τοὺς ἀρίστους τῶν μαθητῶν μιμητὰς γενέσθαι τοῦ διδασκάλου, ἵν' ὃ μὲν τοὺς ἐξ Ἑβραίων, οἳ δέ τὰ ἔθνη εἰς ἐπιστροφὴν ἀγάγωσι, τουτέστιν τοὺς ἐν δικαιοσύνῃ τῇ κατὰ νόμον καὶ κατὰ φιλοσοφίαν βεβιωκότας μέν, οὐ τελείως δέ, ἀλλ’ ἁμαρτητικῶς διαπεραναμένους τὸν βίον τουτὶ γὰρ ἔπρεπεν τῇ θείᾳ οἰκονομίᾳ τοὺς ἀξίαν μᾶλλον ἐσχηκότας ἐν δικαιοσύνῃ καὶ προηγουμένως βεβιωκότας ἐπὶ τε τοῖς πλημμεληθεῖσι

 

 

118

μετανενοηκότας, κἂν ἐν ἄλλῳ τόπῳ τύχωσιν ἐξομολογούμενοι, ἐν τοῖς τοῦ θεοῦ ὄντας τοῦ παντοκράτορος κατὰ τὴν οἰκείαν ἐκάστου γνῶσιν σωθῆναι.

(46) Ἐνεργεῖ δέ, οἶμαι, καὶ ὁ σωτήρ, ἐπεὶ τὸ σῴζειν ἔργον αὐτοῦ ὅπερ οὖν καὶ πεποίηκεν, τοῦς εἰς αὐτὸν πιστεῦσαί βεβουλημένους διὰ τοῦ κηρύγματος, ὅποι ποτ’ ἕτυχον γεγονότες, ἑλκύσας εἰς σωτηρίαν, εἰ γοῦν ὁ κύριος δι’ οὐδὲν ἕτερον εἰς Ἅιδου κατῆλθεν ἢ διὰ τὸ εὐαγγελίσασθαι, ὥσπερ κατῆλθεν, ἤτοι πάντας εὐηγγελίσατο ἡ μόνους Ἑβραίους, εἰ μὲν οὖν πάντας, σωθήσονται πάντες οἱ πιστεύσαντες, κἂν ἐξ ἐθνῶν ὄντες τύχωσιν, ἐξομολογησάμενοι ἤδη ἐκεῖ, ἐπεὶ σωτὴριοι καὶ παιδευτικαί αἰ κολάσεις τοῦ θεοῦ εἰς ἐπιστροφὴν ἄγουσαι καὶ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἡ τὸν θάνατον αἰρούμεναι, καὶ ταῦτα καθαρώτερον διορᾶν δυναμένων τῶν σωμάτων ἀπηλλαγμένων ψυχῶν, κἂν πάθεσιν ἐπισκοτῶνται, διὰ τὸ μηκέτι ἐπιπροσθεῖσθαι σαρκίῳ εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὅντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κάκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι «κατέβησαν οὖν <μετ’> αὐτῶν εἰς τὸ ὕδωρ, ἀλλ’ οὗτοι μὲν ζῶντες κατέβησαν καὶ ζῶντες ἀνέβησαν ἐκεῖνοι δὲ οἱ προκεκοιμημένοι νεκροὶ κατέβησαν, ζῶντες δὲ ἀνέβησαν.»

(47) Ναὶ μὴν καὶ σώματά φησι τὸ εὐαγγέλιον πολλὰ τῶν κεκοιμημένων ἀνεστάσθαι, εἰς ἀμείνω δηλονότι μετατεθειμένων τάξιν. γέγονεν ἄρα τις καθολική κίνησις καὶ μετάθεσις κατὰ τὴν οἰκονομίαν τοῦ σωτῆρος. δίκαιος τοίνυν δικαίου καθὸ δίκαιὸς ἐστιν οὐ διαφέρει, ἐὰν τε νομικὸς ἡ ἐὰν τε Ἕλλην οὐ γὰρ Ἰουδαίων μόνων, πάντων δὲ ἀνθρώπων ὁ θεὸς κύριος, προσεχέστερον δὲ τῶν ἐγνωκότων πατὴρ, εἰ γὰρ τὸ καλῶς βιοῦν καὶ νομίμως ἐστι βιοῦν καὶ τὸ εὐλόγως βιοῦν κατὰ νόμον ἐστι βιοῦν, ὀρθῶς δὲ βεβιωκότες οἱ πρὸ νόμου εἰς πίστιν ἑλογίσθησαν καὶ δίκαιοι εἶναι ἐκρίθησαν, δῆλόν που καὶ τοὺς ἐκτος νόμου γενομένους διὰ τὴν τῆς ψυχῆς ἰδιότητα, ὀρθῶς βεβιωκότας, εἰ καὶ ἐν Ἅιδου ἕτυχον ὄντες καὶ ἐν φρουρᾷ, ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς, εἴτε τῆς αὐθεντικής εἴτε καὶ τῆς διὰ τῶν ἀποστόλων ἐνεργούσης, ᾗ τάχος ἐπιστραφῆναί τε καὶ πιστεῦσαί.

 

 

119

μεμνήμεθα γὰρ ὅτι δύναμις τοῦ θεοῦ ἐστιν ὁ κύριος καὶ οὐκ ἄν πότε ἀσθενήσαι δύναμις. οὕτως οἶμαι δείκνυσθαι ἀγαθὸν μὲν τὸν θεόν, δυνατὸν δὲ τὸν κύριον σῴζειν μετὰ δικαιοσύνης καὶ ἰσότητος τῆς πρὸς τοὺς ἐπιστρεφοντας εἴτε ἐνταῦθα εἴτε καὶ ἀλλαχόθι. οὐ γὰρ ἐνταῦθα μόνον ἡ δύναμις ἡ ἐνεργητικὴ φθάνει, πάντῃ δὲ ἐστι καὶ ἀεὶ ἐργάζεται.

(48) Αὐτίκα ἐν τῷ Πέτρου Κηρύγματι ὁ κύριὸς φησι πρὸς τοὺς μαθητὰς μετὰ τὴν ἀνάστασιν «ἐξελεξάμην ὑμᾶς δώδεκα, μαθητὰς κρίνας ἄξιους ἐμοῦ, οὐς ὁ κύριος ἠθέλησεν, καὶ ἀποστόλους πιστοὺς ἡγησάμενος εἶναι, πέμπων ἐπὶ τὸν κόσμον εὐαγγελίσασθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, γινώσκειν ὅτι εἷς θεὸς ἐστιν, διὰ τῆς τοῦ Χριστοῦ πίστεως ἐμῆς δηλοῦντας τὰ μέλλοντα, ὅπως οἱ ἀκούσαντες καὶ πιστεύσαντες σωθῶσιν, οἱ δὲ μὴ πιστεύσαντες ἀκούσαντες μαρτυρήσωσιν, οὐκ ἔχοντες ἀπολογίαν εἰπεῖν οὐκ ἠκούσαμεν.» τί οῦν; οὐχὶ καὶ ἐν Ἅιδου ἡ αὐτὴ γέγονεν οἰκονομία; ἵνα κάκεῖ πᾶσαι αἰ ψυχαὶ ἀκούσασαι τοῦ κηρύγματος ἡ τὴν μετάνοιαν ἐνδείξωνται ἡ τὴν κόλασιν δικαίαν εἶναι, δι’ ὧν οὐκ ἐπίστευσαν, ὁμολογήσωσιν. ἦν δ’ ἄν πλεονεξίας οὐ τῆς τυχούσης ἔργον τοὺς προεξεληλυθότας τῆς παρουσίας τοῦ κυρίου, μὴ εὐηγγελισμένους μηδὲ ἐξ αὐτῶν τὴν αἰτίαν παρασχομένους κατὰ τὸ πιστεῦσαί ἢ μή, ἤτοι τῆς σωτηρίας ἢ τῆς κολάσεως μετασχεῖν. οὐ γὰρ που θέμις τοὺς μὲν ἀκρίτως καταδεδικάσθαι, μόνους δὲ τοὺς μετὰ τὴν παρουσίαν τῆς θείας ἀπολελαυκέναι δικαιοσύνης, πάσαις δ’ ἄνωθεν ταῖς ψυχαῖς εἴρηται ταῖς λογικαῖς «ὅσα ἐν ἀγνοίᾳ τις ὑμῶν ἐποίησεν μὴ εἰδὼς σαφῶς τὸν θεόν, ἐὰν ἐπιγνοὺς μετανοήσῃ, πάντα αὐτῷ ἀφεθήσεται τὰ ἁμαρτήματα.» «ἰδοὺ γὰρ» φησί, «τέθεικα πρὸ προσώπου ὑμῶν τὸν θάνατον καὶ τὴν ζωὴν, ἐκλέξασθαι τὴν ζωὴν», πρὸς σύγκρισιν ἐκλογῆς τεθεῖσθαι λέγων ὁ θεὸς, οὐ πεποιηκέναι ἄμφω. (49) καὶ ἐν ἐτέρᾳ γραφῇ λέγει «ἐὰν ἀκούσητέ μου καὶ θελήσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε ἐὰν δὲ μὴ ἀκούσητέ μου μηδὲ θελήσητε, μάχαιρα ὑμᾶς κατέδεται τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.» πάλιν δὲ ἄντικρυς ὁ Δαβὶδ, μᾶλλον δὲ ὁ κύριος ἐκ προσώπου τοῦ ὁσίου (εἷς δὲ οὗτος ἐκ καταβολῆς κόσμου, πᾶς ὁ διαφόροις χρόνοις διὰ πίστεως σωθείς τε καὶ σωθησόμενοσ) «ηὺφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. ἔτι δὲ

 

 

120

καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἑλπίδι,» φησὶν, «ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχὴν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιὸν σου ἰδεῖν διαφθοράν, ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.»

(50) Ὥσπερ οὖν τίμιος ὁ λαὸς τῷ κυρίῳ, οὕτως ὁ λαὸς ἅγιος ἅπας ἐστὶν σὺν τῷ Ἰουδαίῳ καὶ ὁ ἐξ ἐθνῶν ἐπιστρέφων, ὃς ὁ προσήλυτος προεφητεύετο. εἰκότως ἄρα βοῦν φησι καὶ ἄρκτον ἐπὶ τὸ αὐτὸ ἔσεσθαι ἡ γραφή βοῦς μὲν γὰρ εἴρηται ὁ Ἰουδαῖος ἐκ τοῦ κατὰ νόμον ὑπὸ ζυγὸν καθαροῦ κριθέντος ζῴου, ἐπεὶ καὶ διχηλεῖ καὶ μηρυκάται ὁ βοῦς ὁ ἐθνικὸς δὲ διὰ τῆς ἄρκτου ἐμφαίνεται, ἀκαθάρτου καὶ ἀγριου θηρίου τίκτει δὲ τὸ ζῷον σάρκα ἀτύπωτον, ἣν σχηματίζει εἰς τὴν τοῦ θηρίου ὁμοιότητα τῇ γλώττῃ μόνον λόγῳ γὰρ τυποῦται εἰς τὸ ἡμερώσθαι ἐκ τοῦ θηριώδους βίου ὁ ἐξ ἐθνῶν ἐπιστρέφων, τιθασευθείς τε ἤδη καὶ αὐτὸς ὡς βοῦς ἁγνίζεται. αὐτίκα φησὶν ὁ προφήτης «σειρήνες εὐλογήσουσίν με καὶ θυγατέρες στρουθὼν καὶ τὰ θηρία πάντα τοῦ ἀγροῦ.» τῶν ἀκαθάρτων ζῴων τὰ θηρία τοῦ ἀγροῦ γιγνώσκεται, τουτέστι τοῦ κόσμου, ἐπεὶ τοὺς εἰς πίστιν ἀγριους καὶ ῥυπαροὺς τὸν βίον μηδὲ τῇ κατὰ νόμον δικαιοσύνη κεκαθαρμένους θηρία προσαγορεύει, μεταβαλόντες μέντοι ἐκ τοῦ εἶναι θηρία διὰ τῆς κυριακῆς πίστεως ἄνθρωποι γίνονται θεοῦ, ἐκ τοῦ τὴν ἀρχὴν θελήσαι μεταβάλλεσθαι εἰς τὸ γενέσθαι προκόπτοντες. τοῦς μὲν γὰρ προτρέπει ὁ κύριος, τοῖς δὲ ἤδη ἐγχειρήσασι καὶ χεῖρα ὀρέγει καὶ ἀνέλκει «οὐ γὰρ ὑποστέλλεται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος, ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ πάντων.» (51) καὶ ὁ Δαβὶδ φησὶν εἰ [δὲ] καὶ «ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ἡ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθῃ ὁ ποὺς αὐτῶν», ἀλλὰ «ἐγένετο κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίᾳ καὶ ἐν θλίψει.» εὐκαίρως ἄρα εὐηγγελίσθησαν οἱ ἐν θλίψει ὄντες. καὶ διὰ τοῦτό φησιν «ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ», ἵνα μὴ ἀδίκως κριθῶσιν. εἰ τοίνυν τοὺς ἐν σαρκὶ διὰ τοῦτο εὐηγγελίσατο, ἵνα μὴ καταδικασθῶσιν ἀδίκως, πῶς οὐ καὶ τοὺς προεξεληλυθότας τῆς παρουσίας αὐτοῦ διὰ τὴν αὐτὴν εὐηγγελίσατο αἰτίαν; «δίκαιος γὰρ ὁ κύριος καὶ δικαιοσύνην ἡγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.» «ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.»

 

 

121

(52) Εἰ γοῦν ἐν τῷ κατακλυσμῷ ἀπώλετο πᾶσα ἁμαρτωλὸς σάρξ, εἰς παιδείαν γενομένης αὐτοῖς τῆς κολάσεως, πρῶτον μὲν τὸ θέλημα τοῦ θεοῦ παιδευτικὸν καὶ ἐνεργητικὸν τυγχάνον σῴζειν τοὺς ἐπιστρέφοντας πιστευτέον, ἔπειτα δὲ καὶ τὸ λεπτομερέστερον, ἡ ψυχή, οὐκ ἂν ποτε πρὸς τοῦ παχυμερεστέρου ὕδατος πίθοι τι δεινόν, διὰ λεπτότητα καὶ ἀπλότητα μὴ κρατουμένῃ, ᾗ καὶ ἀσώματος προσαγορεύεται, ὃ δ’ ἄν παχυμερὲς ἐκ τῆς ἁμαρτίας πεπαχυμμένον τύχῃ, τοῦτο ἀποῤῥίπτεται σὺν τῷ σαρκικῷ πνεύματι τῷ κατὰ τῆς ψυχῆς ἐπιθυμοῦντι. ἤδη δὲ καὶ τῶν τὴν κοινότητα πρεσβευόντων ὁ κορυφαῖος Οῷαλεντῖνος ἐν τῇ Περὶ φίλων ὁμιλίᾳ κατὰ λέξιν γράφει «πολλὰ τῶν γεγραμμένων ἐν ταῖς δημοσίαις βίβλοις εὑρίσκεται γεγραμμένα ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τὰ γὰρ κοινὰ ταῦτα ἔστι τὰ ἀπὸ καρδίας ῥήματα, νόμος ὁ γραπτὸς ἐν καρδίᾳ· οὗτὸς ἐστιν ὁ λαὸς ὁ τοῦ ἠγαπημένου, ὁ φιλούμενος καὶ φιλῶν αὐτόν.» (53) δημοσίας γὰρ βίβλους εἴτε τὰς Ἰουδαϊκὰς λέγει γραφὰς εἴτε τὰς τῶν φιλοσόφων, κοινοποιεῖ τὴν ἀλήθειαν.

Ἰσίδωρός τε ὁ Βασιλείδου υἱὸς ἅμα καὶ μαθητὴς ἐν τῷ πρώτῳ τῶν τοῦ προφήτου Παρχὡρ Ἐξηγητικῶν καὶ αὐτὸς κατὰ λέξιν γράφει «φασί δὲ οἱ Ἀττικοὶ μεμηνῦσθαί τίνα Σωκράτει παρεπομένου δαίμονος αὐτῷ, καὶ Ἀριστοτέλης δαίμοσι κεχρῆσθαι πάντας ἀνθρώπους λέγει συνομαρτοῦσιν αὐτοῖς παρὰ τὸν χρόνον τῆς ἐνσωματώσεως, προφητικὸν τοῦτο μάθημα λαβὼν καὶ καταθέμενος εἰς τὰ ἑαυτοῦ βιβλία, μὴ ὁμολογήσας ὅθεν ὑφείλετο τὸν λόγον τοῦτον.» καὶ πάλιν ἐν τῷ δευτέρῳ τῆς αὐτῆς συντάξεως ὧδέ πῶς γράφει «καὶ μὴ τις οἰέσθω, ὅ φαμεν ἴδιον εἶναι τῶν ἐκλεκτῶν, τοῦτο προειρημένον ὑπάρχειν ὑπὸ τινῶν φιλοσόφων οὐ γὰρ ἐστιν αὐτῶν εὕρεμα, τῶν δὲ προφητῶν σφετερισάμενοι προσέθηκαν τῷ [μὴ] ὑπάρχοντι κατ' αὐτοὺς σοφῷ.» αὖθις τε ἐν τῷ αὐτῷ «καὶ γὰρ μοι δοκεῖ τοὺς προσποιουμένους φιλοσοφεῖν, ἵνα μάθωσι τί ἐστιν ἡ ὑπόπτερος δρῦς καὶ τὸ ἐπ’ αὐτῇ πεποικιλμένον φᾶρος, πάντα ὅσα Φερεκύδης ἀλληγορήσας ἐθεολόγησεν, λαβὼν ἀπὸ τῆς τοῦ Χὰμ προφητείας τὴν ὑπόθεσιν»

 

 

122

VII

(54) ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ’, ὅπερ ὄντως ἐστι φιλοσοφία, ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψιν τίνα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τὰ τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διὰ τε τῆς παρουσίας διὰ τε τῶν προφητῶν ὁ κύριος, καὶ ἔστιν ἀμετάπτωτος ὑπὸ λόγου, παραδοθεῖσα τῇ αὐτῇ; <ᾗ> καὶ πάντως ἀληθὴς ὑπάρχει, βουλήσει, ὡς διὰ τοῦ υἱοῦ ἐγνωσμένη. καὶ ἣ μὲν αἰώνιὸς ἐστιν, ἣ δὲ χρόνῳ λυσιτελής, καὶ ἣ μὲν μία καὶ ἡ αὐτή, αἵ δὲ πολλαὶ καὶ [ἀ]διἀφοροι, καὶ ἣ μὲν ἄνευ παθητικῆς τινὸς κινήσεως, ἣ δὲ μετὰ παθητικῆς ὀρέξεως, καὶ ἣ μὲν τέλειος, ἣ δὲ ἐνδεής.

(55) Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς. φιλόσοφοι δὲ λέγονται παρ' ἡμῖν μὲν οἱ σοφίας ἐρῶντες τῆς πάντων δημιουργοῦ καὶ διδασκάλου, τουτέστι γνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, παρ’ Ἕλλησι δὲ οἱ τῶν περὶ ἀρετῆς λόγων ἀντιλαμβανόμενοι. εἴη δ’ ἄν φιλοσοφία τὰ παρ' ἐκάστῃ τῶν αἱρέσεων (τῶν κατὰ φιλοσοφίαν λέγω) ἀδιάβλητα δόγματα μετὰ τοῦ ὁμολογουμένου βίου εἰς μίαν ἀθροισθέντα ἐκλογήν. ἃ καὶ αὐτά, ἐκ τῆς βαρβάρου κλαπέντα θεοδώρητου χάριτος, Ἐλληνικῷ κεκόσμηται λόγῳ τῶν μὲν γὰρ κλέπται, ὧν δὲ καὶ παρηκουσανˑ ἐν δὲ τοῖς ἄλλοις ἃ μὲν κινούμενοι εἰρήκασιν, ἀλλ’ οὐ τελείως ἐξειργάσαντο, τὰ δὲ ἀνθρωπίνῳ στοχασμῷ τε καὶ ἐπιλογισμῷ, ἐν οἶς καὶ παραπίπτουσιν ἐπιβάλλειν δ’ οἴονται τῇ ἀληθείᾳ οὗτοι μὲν τελείως. (56) ὡς δ’ ἡμεῖς αὐτοὺς καταλαμβανόμεθα, μερικῶς, πλέον γοῦν τοῦ κόσμου τούτου οὐκ ἴσασιν οὐδέν. καὶ μὴν ὡς ἡ γεωμετρία περὶ μέτρα καὶ μεγέθη καὶ σχήματα πραγματευομένη διὰ τῆς ἐν τοῖς ἐπιπέδοις καταγραφῆς ἥ τε ζωγραφία τὸν ὀπτικὸν ὅλον τόπον ἐπὶ τῶν σκηνογραφουμένων φαίνεται παραλαμβάνουσα, ταύτῃ δὲ ψευδογραφεῖ τὴν ὄψιν, τοῖς κατὰ προσβολήν τῶν ὀπτικῶν γραμμῶν

 

 

123

σημείοις χρωμένη κατὰ τὸ τεχνικόν (ἐντεῦθεν ἐπιφάσεις καὶ ὑποφάσεις καὶ φάσεις σῴζονται, καὶ τὰ μὲν δοκεῖ προὔχειν, τὰ δὲ εἰσέχειν, τὰ δ’ ἄλλως πῶς φαντάζεσθαι ἐν τῷ ὁμαλῷ καὶ λείῳ), οὕτω δὲ καὶ οἱ φιλόσοφοι ζωγραφιάς δίκην ἀπομιμοῦνται τὴν ἀλήθειαν. φιλαυτία δὲ πάντων ἁμαρτημάτων αἰτία ἐκάστοις ἐκάστοτε. διόπερ οὐ χρὴ τὴν εἰς ἀνθρώπους δόξαν αἰρούμενον φίλαυτον εἶναι, ἀλλὰ τὸν θεὸν ἀγαπῶντα τῷ ὅντι «ὅσιον μετὰ φρονήσεωσ« γίνεσθαι. (57) ἄν οὖν τις τοῖς μερικοῖς ὡς τοῖς καθολικοῖς χρώμενος τύχῃ καὶ τὸ δοῦλον ὡς κύριον καὶ ἡγεμόνα τιμᾷ, σφάλλεται τῆς ἀληθείας οὐ συνιεὶς τὸ τῷ Δαβὶδ κατ' ἐξομολόγησιν εἰρημένον «γῆν <καὶ> σποδὸν ὡσεὶ ἄρτον ἔφαγον.» ἡ φιλαυτία δὲ καὶ ἡ οἴησις αὐτῷ γῆ ἐστι καὶ πλάνη, εἰ δὲ τοῦτο, ἐκ μαθήσεως ἡ γνῶσις καὶ ἡ ἐπιστήμη. μαθήσεως δ’ οὔσης ζητεῖν ἀνάγκη τὸν διδάσκαλον. Κλεάνθης μὲν γὰρ Ζήνωνα ἐπιγράφεται καὶ Θεόφραστος Ἀριστοτέλη Μητρόδωρος τε Ἐπίκουρον καὶ Πλάτων Σωκράτην ἀλλὰ κἂν ἐπὶ Πυθαγόραν ἔλθω καὶ Φερεκύδην καὶ Θάλητα καὶ τοῦς πρώτους σοφούς, ἵσταμαι τὸν τούτων διδάσκαλον ζητῶν κἂν Αἰγυπτίους εἴπης κἂν Ἰνδοὺς κἂν Βαβυλωνίους κἂν τοὺς Μάγους αὐτοὺς, οὐ παύσομαι τὸν τούτων διδάσκαλον ἀπαιτών, ἀνάγω δὲ σε καὶ ἐπὶ τὴν πρώτην γένεσιν ἀνθρώπων, κάκεῖθεν ἄρχομαι ζητεῖν, τις ὁ διδάσκαλος; ἀνθρώπων μὲν οὐδεὶς, οὐδέπω γὰρ μεμαθήκεσαν, ἀλλ’ οὐδὲ ἀγγέλων τις, οὔτε γὰρ, ὡς μηνύουσιν οἱ ἄγγελοι καθὸ ἄγγελοι, οὕτως ἀκούουσιν ἄνθρωποι, οῦθˑ, ὡς ἡμῖν τὰ ὦτα, οὕτως ἐκείνοις ἡ γλῶττα. οὐδ’ ἂν ὄργανά τις δῴη φωνῆς ἀγγέλοις, χείλη λέγω καὶ τὰ τούτοις παρακείμενα καὶ φάρυγγα καὶ ἀρτηρίαν καὶ σπλάγχνα καὶ πνεῦμα καὶ πλησσόμενον ἀέρα. πολλοῦ γε δεῖ τὸν θεὸν ἐμβοᾶν, ἀπροσίτῳ ἁγιότητι καὶ ἀρχαγγέλων αὐτῶν κεχωρισμένον. ἤδη δὲ καὶ τοὺς ἀγγέλους μεμαθηκέναι παρειλήφαμεν τὴν ἀλήθειαν καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας γενητοὶ γὰρ. (58) λείπεται τοίνυν ὑπεξαναβάντας ἡμᾶς καὶ τὸν τούτων διδάσκαλον ποθεῖν. ἐπεὶ δὲ ἐν μὲν τὸ ἀγέννητον ὁ παντοκράτωρ θεός, ἐν δὲ καὶ τὸ προγεννηθέν, δι’ οὐ τὰ «πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» («εἷς γὰρ τῷ ὄντι ἐστὶν ὁ θεός, ὅς ἀρχὴν τῶν ἁπάντων ἐποίησεν», μηνύων τὸν πρωτόγονον υἱὸν ὁ Πέτρος γράφει, συνεὶς ἀκριβῶς τόˑ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γην»),

 

 

124

σοφία δὲ οὗτος εἴρηται πρὸς ἁπάντων τῶν προφητῶν, οὗτὸς ἔστιν ὁ τῶν γενητῶν ἁπάντων διδάσκαλος, ὁ σύμβουλος τοῦ θεοῦ τοῦ τὰ πάντα προεγνωκότος. ὅ δὲ ἄνωθεν ἐκ πρώτης καταβολῆς κόσμου «πολυτρόπως καὶ πολυμερῶσ» πεπαίδευκέν τε καὶ τελειοῖ. ὅθεν εἰκότως εἴρηται «μὴ εἴπητε ἑαυτοῖς διδάσκαλον ἐπὶ τῆς γῆς.» ὁρᾷς ὁπόθεν ἔχει τὰς λαβὰς ἡ φιλοσοφία ἡ ἀληθής. κἂν ὁ νόμος εἰκὼν καὶ σκιὰ τῆς ἀληθείας τυγχάνῃ, σκιά γε ὁ νόμος τῆς ἀληθείας, ἀλλ’ ἡ φιλαυτία τῶν Ἑλλήνων διδασκάλους τινὰς ἀνθρώπους ἀνακηρύττει.

(59) Ὡς οὖν ἐπὶ τὸν ποιητὴν τὸν θεὸν πᾶσα ἀνατρέχει πάτριά, ὕτως καὶ ἐπὶ τὸν κύριον ἡ τῶν καλῶν διδασκαλία [καὶ] ἡ δικαιοῦσα καὶ εἰς τοῦτο χειραγωγοῦσά τε καὶ συλλαμβάνουσα. εἰ δ’ ἐκ τινὸς ποιήσεως τὰ τῆς ἀληθείας ὁτῳδήποτε τρόπῳ λαβόντες σπέρματα οὐκ ἐξέθρεψάν τινες, γῇ δὲ ἀγόνῳ καὶ ἀνομβρίᾳ παραδεδωκότες ἀγρίαις συνεπνίξαντο βοτάναις, καθάπερ οἱ Φαρισαίοι ἐξετράπησαν τοῦ νόμου ἀνθρωπίνας παρεισάγοντες διδασκαλίας, τούτων οὐχ ὁ διδάσκαλος αἴτιος, ἀλλ’ οἱ παρακούειν προηρημένοι. οἱ πεισθέντες δὲ αὐτῶν τῇ τε τοῦ κυρίου παρουσίᾳ καὶ τῇ τῶν γραφῶν σαφηνείᾳ ἐν ἐπιγνώσει γίνονται τοῦ νόμου, καθάπερ καὶ οἱ ἀπὸ φιλοσοφίας διὰ τῆς τοῦ κυρίου διδασκαλίας ἐν ἐπιγνώσει τῆς ἀληθοῦς φιλοσοφίας καθίστανται, «τὰ λόγια γὰρ κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον, τῇ γῇ κεκαθαρισμένον ἐπταπλασίως.» (60) ἤτοι ὡς ἀργυρος πολλάκις ἀποκαθαρθεὶς εἰς δοκίμιον καθίσταται ὁ δίκαιος, νόμισμα κυρίου γενόμενος καὶ χάραγμα βασιλικὸν ἀναδεξάμενος, ἤ, ἐπεὶ καὶ Σολομὼν λέγει «γλῶσσαν δικαίου ἄργυρον πεπυρωμένον», τὴν δεδοκιμασμένην καὶ σοφὴν διδασκαλίαν ἐπαινετὴν καὶ ἀποδεκτὴν τυγχάνει μηνύων, ὅταν ἐκκεκαθαρμένη πλουσίως τυγχάνῃ τῇ γῇ, τουτέστιν ὅταν πολυτρόπως ἡ γνωστικὴ ψυχὴ ἅγιάζηται κατὰ τὴν ἀποχὴν τῶν γεωδῶν πυρώσεων, ἁγνίζεται δὲ καὶ τὸ σῶμα, ἐν ᾧ οἰκεῖ, ἐξιδιοποιοὑμενον εἰς εἰλικρίνειαν ἁγιου νεώ ὁ δὲ ἐν τῷ σώματι καθαρισμὸς τῆς ψυχῆς [πρώτησ] πρῶτος οὗτός ἐστιν, ἡ ἀποχὴ κοινοῦ πιστοῦ, Ἰουδαίου τε καὶ Ἕλληνος, ἡ τελείωσις αὕτη τοῦ δὲ γνωστικοῦ μετὰ τὴν ἄλλοις νομιζομένην τελείωσιν ἡ δικαιοσύνη εἰς ἐνέργειαν εὐποιίας προβαίνει καὶ ὅτῳ δὴ ἡ ἐπίτασις τῆς δικαιοσύνης εἰς ἀγαθοποιίαν ἐπιδέδωκεν, τούτω ἡ τελείωσις ἐν ἀμεταβόλῳ

 

 

125

ἔξει εὐποιίας καθ’ ὁμοίωσιν τοῦ θεοῦ διαμένει οἱ μὲν γὰρ σπέρμα Ἀβραὰμ, δοῦλοι ἔτι τοῦ θεοῦ, οὗτοι εἰσιν οἱ κλητοίυιοί δὲ Ἰακώβ οἱ ἐκλεκτοί αὐτοῦ, οἱ τῆς κακίας πτερνίσαντες τὴν ἐνέργειαν.

(61) Εἰ τοίνυν αὐτὸν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι’ ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγιους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ ἀποκαλυφθεῖσα. καὶ δὴ καὶ εἰ ἔστι τέλος τοῦ σοφοῦ ἡ θεωρία, ὀρέγεται μὲν ὁ [μέν] ἔτι φιλοσοφῶν τῆς θείας ἐπιστήμης, οὐδέπω δὲ τυγχάνει, ἣν μὴ μαθήσει ποραλάβῃ σαφηνισθεῖσαν αὐτῷ τὴν προφητικὴν φωνήν, δι’ ἧς τὰ τ' ἐόντα τὰ τ’ ἐσόμενα πρὸ τ' ἐόντα, ὅπως ἔχει τε καὶ ἔσχεν καὶ ἔξει, παραλαμβάνει. ἡ γνῶσις δὲ αὕτη [ἡ] κατὰ διαδοχὰς εἰς ὀλίγους ἐκ τῶν ἀποστόλων ἀγράφως παραδοθεῖσα κατελήλυθεν. Ἐντεῦθεν δὲ ἄρα γνῶσιν εἴτε σοφίαν συνασκηθῆναι χρὴ εἰς ἕξιν θεωρίας ἀίδιον καὶ ἀναλλοίωτον

 

VIII

(62) ἐπεὶ καὶ Παῦλος ἐν ταῖς ἐπιστολαῖς οὐ φιλοσοφίαν διαβάλλων φαίνεται, τὸν δὲ τοῦ γνωστικοῦ μεταλαμβάνοντα ὕψους οὐκέτι παλινδρομεῖν ἀξιοῖ ἐπὶ τὴν Ἑλληνικὴν φιλοσοφίαν, «στοιχεῖα τοῦ κόσμου» ταύτην ἀλληγορῶν, στοιχειωτικήν τίνα οὖσαν καὶ προπαιδείαν τῆς ἀληθείας. διὸ καὶ τοῖς Ἑβραίοις γράφων τοῖς ἐπανακάμπτουσιν εἰς νόμον ἐκ πίστεως «[ἢ] πάλιν» φησὶ «χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς.» ὡσαύτως ἄρα καὶ τοῖς ἐξ Ἑλλήνων ἐπιστρέφουσι Κολοσσαεῦσι «βλέπετε μὴ τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου τοῦτου καὶ οὐ κατὰ Χριστόν,» δελεάζων αὖθις εἰς φιλοσοφίαν ἀναδραμεῖν, τὴν στοιχειώδη διδασκαλίαν, κἂν λέγῃ τις κατὰ σύνεσιν ἀνθρώπων φιλοσοφίαν ηὑρῆσθαι πρὸς Ἑλλήνων, ἀλλὰ τὰς γραφὰς εὐρίσκω τὴν

 

 

126

σύνεσιν θεόπεμπτον εἶναι λεγούσας. (63) ὁ γοῦν ψαλμῳδὸς μεγίστην ἡγεῖται δωρεὰν τὴν σύνεσιν καὶ αἰτεῖ λέγων «δοῦλος σὸς εἰμι ἐγὼ συνέτισὸν με.» καὶ μὴ τι τὸ πολύπειρον τῆς γνώσεως αἰτούμενος ὁ Δαβὶδ γράφει «χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξὸν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.» κυρίας <δ’> εἶναι τὰς διαθήκας ὡμολόγηται καὶ τοῖς τιμιωτέροις δίδοσθαι. λέγει γοῦν ὁ ψαλμὸς πάλιν ἐπὶ τοῦ θεοῦ «οὐκ ἐποίησεν οὕτως οὐδενὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.» τὸ δὲ «οὐκ ἐποίησεν οὕτωσ» πεποιηκέναι μὲν δηλοῖ, ἀλλ’ οὐχ οὕτως. ἐν συγκρίσει γοῦν τὸ «οὕτωσ» πρὸς τὴν ὑπεροχήν τὴν καθ’ ἡμᾶς γινομενην ἐξῆν δὲ δήπου τῷ προφήτῃ εἰπεῖν ἁπλῶς τὸ «οὐκ ἐποίησεν» ἄνευ τῆς προσθήκης τοῦ «οὕτωσ». ναὶ μὴν καὶ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν «ἐπ’ ἀληθείας καταλαμβάνομαι» φησὶν, «ὅτι προσωπολήπτης οὐκ ἔστιν ὁ θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.» (64) οὐ χρόνῳ τοίνυν τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ, ἀλλ’ ἐξ αἰῶνος, οὐδὲ μὴν ἤρξατο ποτε ἡ εὐεργεσία αὐτοῦ, ἀλλ’ οὐδὲ περιορίζεται τόποις ἢ ἀνθρώποις τισιν, οὐδὲ γὰρ μερικὴ ἡ εὐποιία αὐτοῦ. «ἀνοίξατε μοι πύλας δικαιοσύνησ» φησίν «ἐν αὐταῖς εἰσελθὼν ἐξομολογήσομαι τῷ κυρίῳ. αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» ἐξηγούμενος δὲ τὸ ῥητὸν τοῦ προφήτου Βαρνάβας ἐπιφέρειˑ «πολλῶν πυλῶν ἀνεφγυιῶν ἡ ἐν δικαιοσύνη αὕτη ἐστὶν ἡ ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες.» τῆς αὐτῆς ἔχεται ἐννοιας κάκεῖνο τὸ προφητικόν «κύριος ἐπὶ ὑδάτων πολλῶν», οὐ τῶν διαθηκῶν τῶν διαφόρων μόνων, ἀλλὰ καὶ τῶν τῆς διδασκαλίας τρόπων τῶν τε ἐν Ἕλλησιν εἰς δικαιοσύνην ἀγόντων τῶν τε ἐν βαρβάροις. σαφῶς δὲ ἤδη καὶ ὁ Δαβὶδ μαρτυρῶν τῇ ἀληθείᾳ ψάλλει «ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν Ἅιδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ.» ἐπιλανθάνονται δὲ δηλονότι οὗ πρότερον ἐμέμνηντο, καὶ ὃν πρὶν ἢ ἐκλαθέσθαι ἐγίνωσκον, τοῦτον παραπεμπονται. ἦν ἄρα εἴδησις τις ἀμαυρὰ τοῦ θεοῦ καὶ παρὰ τοῖς ἔθνεσι.

(65) Καὶ ταυτὶ μὲν τῇδε ἐχέτῳ πολυμαθῆ δὲ εἶναι χρὴ τὸν γνωστικὸν καὶ, ἐπειδὴ Ἕλληνές φασι Πρωταγόρου προκατάρξαντος παντὶ λόγῳ λόγον ἀντικεῖσθαι, παρεσκευάσθαι καὶ πρὸς τοὺς τοιούτους τῶν λόγων <ἃ> ἁρμόζει

 

 

127

λέγεσθαι. λέγει γὰρ ἡ γραφή «ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται.» «παραβολὴν δὲ κυρίου τις νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;» «ἔστω» τοίνυν «πιστὸσ» ὁ τοιοῦτος, «ἔστω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις, ἤτω ἀγνός. τοσούτῳ γὰρ μᾶλλον ταπεινοφρονεῖν ὀφείλει, ὅσῳ δοκεῖ μᾶλλον μείζων εἶναι», ὁ Κλήμης ἐν τῇ πρὸς Κορινθίους φησί. τοιοῦτος οἶός τε ἐκείνῳ πείθεσθαι τῷ παραγγέλματι «καὶ οὓς μὲν ἐκ πυρὸς ἀρπάζετε, διακρινομένους δὲ ἐλεᾶτε.» ἀμέλει τὸ δρέπανον ἕνεκεν τοῦ κλαδεύειν προηγουμένως γέγονεν, ἀλλὰ καὶ πεπλεγμένα τὰ κλήματα διαστέλλομεν <ἐν> αὐτῷ καὶ ἀκάνθας κόπτομεν τῶν συμπεφυκυιῶν ταῖς ἀμπέλοις, αἷς οὐ ῥᾴδιὸν ἐστι προσελθεῖν. ταῦτα δὲ πάντα τὴν ἀναφορὰν ἕχει ἐπὶ τὸ κλαδεῦσαι. πάλιν ἄνθρωπος προηγουμένως γέγονεν εἰς ἐπίγνωσιν θεοῦ, ἀλλὰ καὶ γεωργεῖ καὶ γεωμετρεῖ καὶ φιλοσοφεῖ, ὧν τὸ μὲν ἐπὶ τὸ ζῆν, τὸ δὲ ἐπὶ τὸ εὐ ζῆν, τὸ δὲ ἐπὶ τὸ μελετᾶν τὰ ἀποδεικτικά γεγένηται.

(66) Ναὶ μὴν οἱ λέγοντες τὴν φιλοσοφίαν ἐκ τοῦ διαβόλου ὁρμᾶσθαι κάκεῖνο ἐπιστησάτωσαν, ὅτι φησὶν ἡ γραφὴ μετασχηματίζεσθαι τὸν διάβολον «εἰς ἀγγελον φωτόσ», τί ποιήσοντα; εὔδηλον, ὅτι προφητεύσοντα. εἰ δὲ ὡς ἄγγελος φωτὸς προφητεύει, ἀληθῆ ἄρα ἐρεῖ. εἰ ἀγγελικὰ καὶ φωτεινά, προφητεύσει καὶ ὠφέλιμα τότε, ὅτε καὶ μετασχηματίζεται καθ’ ὁμοιότητα ἐνεργείας, κἂν ἄλλος ᾖ κατὰ τὸ ὑποκείμενον τῆς ἀποστασίας. ἐπεὶ πῶς ἂν ἀπατήσειέν τινα, μὴ διὰ τῶν ἀληθῶν ὑπαγόμενος τὸν φιλομαθῆ εἰς οἰκειότητα καὶ οὕτως ὕστερον εἰς ψεῦδος ὑποσύρων; ἄλλως τε καὶ ἐπιστάμενος τὴν ἀλήθειαν εὐρεθήσεται, καὶ εἰ μὴ καταληπτικῶς, ἀλλ’ οὖν οὐκ ἄπειρός γε αὐτῆς. οὐ τοίνυν ψευδὴς ἡ φιλοσοφία, κἂν ὁ κλέπτης καὶ ὁ ψεύστης κατὰ μετασχήματισμὸν ἐνεργείας τὰ ἀληθῆ λέγῃ, οὐδὲ μὴν διὰ τὸν λέγοντα προκαταγνωστέον ἀμαθῶς καὶ τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν προφητεύειν νῦν δὴ λεγομένων παρατηρητέον, ἀλλὰ τὰ λεγόμενα σκοπητέον, εἰ τῆς ἀληθείας ἔχεται.

(67) Ἤδη δὲ καὶ καθολικῷ λόγῳ πάντα <τὰ> ἀναγκαῖα καὶ λυσιτελῆ τῷ βίῳ θεόθεν ἥκειν εἰς ἡμᾶς λέγοντες οὐκ ἂν ἁμάρτοιμεν, τὴν δὲ φιλοσοφίαν καὶ μᾶλλον Ἕλλησιν, οἷον διαθήκην οἰκείαν αὐτοῖς, δεδόσθαι, ὑποβάθραν οὖσαν τῆς

 

 

128

κατὰ Χριστὸν φιλοσοφίας, κἂν οἱ φιλοσοφοῦντες τὰ Ἑλλήνων ἐθελοκωφῶσι <πρὸσ> τὴν ἀλήθειαν, ἐξευτελίζοντες τὴν φωνὴν τὴν βαρβάρων ἤ καὶ ὑφορώμενοι τὸν ἐπηρτημένον τῷ πιστῷ κατὰ τοὺς πολιτικοὺς νόμους τοῦ θανάτου κίνδυνον, ὥσπερ δὲ ἐν τῇ βαρβάρῳ φιλοσοφίᾳ, οὕτως καὶ ἐν τῇ Ἑλληνικὴ ἐπεσπάρη τὰ ζιζάνια πρὸς τοῦ τῶν ζιζανίων οἰκείου γεωργοῦ. ὅθεν αἵ τε αἱρέσεις παρ' ἡμῖν συνανεφύησαν τῷ γονίμῳ πυρῷ οἵ τε τὴν Ἐπικούρου ἀθεότητα καὶ τὴν ἡδονὴν καὶ ὅσα ἀλλὰ παρὰ τὸν ὀρθὸν λόγον ἐπέσπαρται τῇ Ἑλληνικῇ φιλοσοφίᾳ κηρύσσοντες νόθοι τῆς θεόθεν δωρηθείσης γεωργίας Ἐλλησιν ὑπάρχουσι καρποί. (68) ταύτην «σοφίαν τοῦ αἰῶνος τοῦτου» τὴν φιλήδονον καὶ φίλαυτον ὁ ἀπόστολος λέγει, ὡς ἂν τὰ τοῦ κόσμου τοῦδε καὶ τὰ περὶ αὐτὸν μόνον διδάσκουσαν ὑποκειμένην τε ἀκολούθως κατὰ προστασίαν τοῖς τῇδε ἄρχουσι διὸ καὶ στοιχειωτική τις ἐστιν ἡ μερικὴ αὕτη φιλοσοφία, τῆς τελείας ὄντως ἐπιστήμης ἐπέκεινα κόσμου περὶ τὰ νοητὰ καὶ ἑτι τούτων τὰ πνευματικώτερα ἀναστρεφομένης, «ἅ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὐς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνέβη ἀνθρώπων», πρὶν ἢ διασαφῆσαι τὸν περὶ τούτων λόγον ἡμῖν τὸν διδάσκαλον, ἅγια ἁγίων καὶ ἑτι τούτων κατ' ἐπανάβασιν τὰ ἁγιώτερα ἀποκαλύψαντος τοῖς γνησίως καὶ μὴ νόθως τῆς κυριακῆς υἱοθεσίας κληρονόμοις. αὐτίκα γὰρ τολμῶμεν φάναι (ἐνταῦθα γὰρ ἡ πίστις ἡ γνωστική) πάντων ἐπιστήμονα εἶναι καὶ πάντων περιληπτικόν, βεβαίᾳ καταλήψει κεχρημένον καὶ ἐπὶ τῶν ἡμῖν ἀπορων, τὸν τῷ ὄντι γνωστικόν, ὁποῖος ἤν Ἰάκωβος, Πέτρος, Ἰωάννης, Παῦλος καὶ οἱ λοιποὶ ἀπόστολοι. γνώσεως γὰρ πλήρης ἡ προφητεία, ὡς ἂν παρὰ κυρίου δοθεῖσα καὶ διὰ κυρίου πάλιν τοῖς ἀποστόλοις σαφηνισθεῖσαˑ καὶ μὴ τι ἡ γνῶσις ἰδίωμα ψυχῆς τυγχάνει λογικῆς εἰς τοῦτο ἀσκουμένης, ἵνα διὰ τῆς γνώσεως εἰς ἀθανασίαν ἐπιγραφῇ. (69) ἄμφῳ γὰρ δυνάμεις τῆς ψυχῆς, γνῶσις τε καὶ ὀρμή. εὑρίσκεται δ’ ἡ ὀρμὴ μετὰ τίνα συγκατάθεσιν κίνησις οὖσα ὁ γὰρ ὁρμήσας εἴς τίνα πρᾶξιν πρότερον τὴν γνῶσιν τῆς πράξεως λαμβάνει, δεύτερον δὲ τὴν ὁρμήν. ἑτι κάπὶ τοῦδε κατανοήσωμεν ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερον ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὃ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι [κάκ τοῦ μανθάνειν ἡ

 

 

129

γνῶσισ], ἕπεται δὲ τῇ ἐπιστήμη <ἡ> ὁρμὴ μεθ’ ἤν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ’ ἂν εἰκότως ταὑτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς τῷ ὄντι γὰρ ἡ μὲν ὁρμὴ καθάπερ γνῶσις ἐστιν ἐπὶ τῶν ὄντων κινουμένη, γνῶσις δὲ αὐτὸ τοῦτο, θέα τις ἐστι τῆς ψυχῆς τῶν ὄντων ἤτοι τινὸς ἢ τινῶν, τελειωθεῖσα δὲ τῶν συμπάντων. (70) καίτοι φασὶ τινες τὸν σοφὸν ἄνθρωπον πεπεῖσθαι εἶναι τίνα ἀκατάληπτα, ὡς καὶ περὶ τούτων ἔχειν τινὰ κατάληψιν, καταλαμβάνοντος, ὅτι ἀκατάληπτα ἔσται τὰ ἀκατάληπτα. ὅπερ ἐστι κοινὸν καὶ τῶν ὀλίγον προορᾶσθαι δυναμένων βεβαιοῖ γὰρ ὁ τοιοῦτος εἶναι τίνα ἀκατάληπτα. ὁ γνωστικὸς δὲ ἐκεῖνος, περὶ οὗ λέγω, τὰ δοκοῦντα ἀκατάληπτα εἶναι τοῖς ἄλλοις αὐτὸς καταλαμβάνει, πιστεύσας ὅτι οὐδὲν ἀκατάληπτον τῷ υἱῷ τοῦ θεοῦ, ὅθεν οὐδὲ ἀδίδακτον ὁ γὰρ δι’ ἀγάπην τὴν πρὸς ἡμᾶς παθῶν οὐδὲν ἂν ὑποστείλαιτο εἰς διδασκαλίαν τῆς γνώσεως. γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βέβαια, ἐπεὶ τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται. «εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται ἀτροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάχτεις καιρῶν καὶ χρόνων» ὁ τῆς σοφίας μαθητής.

 

IX

(71) Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν <δια>μονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπιπτειν, οἷον πείνῃ, δίψει καὶ τοῖς ὁμοίοις. ἀλλ’ ἐπὶ μὲν τοῦ σωτῆρος τὸ σῶμα ἀπαιτεῖν ὡς σῶμα τὰς ἀναγκαίας ὑπηρεσίας εἰς διαμονήν, γέλως ἂν εἴη ἔφαγεν γὰρ οὐ διὰ τὸ σῶμα, δυνάμει συνεχόμενον ἀγίᾳ, ἀλλ’ ὡς μὴ τοὺς συνόντας ἄλλως περὶ αὐτοῦ φρονεῖν ὑπεισέλθοι, ὥσπερ ἀμέλει ὕστερον δοκήσει τινὲς αὐτὸν πεφανερῶσθαι ὑπέλαβον αὐτὸς δὲ ἀπαξαπλῶς ἀπαθὴς ἦν, εἰς ὃν οὐδὲν παρεισδύεται κίνημα παθητικὸν οὔτε ἡδονὴ οὔτε λύπη, οἱ δὲ ἀπόστολοι ὀργῆς καὶ φόβου καὶ ἐπιθυμίας διὰ τῆς κυριακῆς διδασκαλίας γνωστικώτερον κρατήσαντες καὶ τὰ δοκοῦντα ἀγαθὰ τῶν παθητικῶν κινημάτων, οἷον θάρσος, ζῆλον, χαράν, εὐθυμίαν, οὐδὲ αὐτὰ ἀνεδέξαντο, ἐμπέδῳ τινὶ τῆς διανοίας καταστάσει μηδὲ καθ’ ὁτιοῦν μεταβαλλόμενοι, ἀλλ’ ἐν ἔξει ἀσκήσεως

 

 

130

ἀεὶ μένοντες ἀναλλοίωτοι μετὰ γε τὴν τοῦ κυρίου ἀνάστασιν. κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ’ οὖν γε ἐπι τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαι τι καὶ τοῦτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστὶν (οὑδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένοσ) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γὰρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν κτισμάτων τοῦ θεοῦ μεμισηκότα) ἀλλ’ οὐδὲ ζῆλοῖ (οὐδὲ γὰρ ἐνδεῖ τι αὐτῷ πρὸς ἐξομοίωσιν τῷ καλῷ καὶ ἀγαθῷ εἶναι οὐδὲ ἄρα φιλεῖ τίνα τὴν κοινὴν ταύτην φιλίαν, ἀλλ’ ἀγαπᾷ τὸν κτίστην διὰ τῶν κτισμάτων). (72) οὔτ' οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινι περιπίπτει οὔτε ἐνδεής ἐστι κατὰ γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δι' ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἔξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν νοερὸς γὰρ ὁ λόγος τοῦ θεοῦ, καθ’ ὃ ὁ τοῦ νοῦ εἰκονισμὸς ὁρᾶται ἐν μόνῳ τῷ ἀνθρώπῳ, ᾗ καὶ θεοειδὴς καὶ θεοείκελος ὁ ἀγαθὸς ἀνὴρ κατὰ ψυχὴν ὅ τε αὖ θεὸς ἀνθρωποειδής τὸ γὰρ εἶδος ἐκάστου ὁ νοῦς, ᾧ χαρακτηριζόμεθα. παρ' ὅ καὶ οἱ εἰς ἄνθρωπον ἁμαρτάνοντες ἀνόσιοί τε καὶ ἀσεβεῖς. λῆρος γὰρ καὶ τὸ φάσκειν τὸν γνωστικὸν καὶ τέλειον μὴ δεῖν ἀφαιρεῖν θυμοῦ καὶ θάρσους, ὡς μὴ καὶ ἄνευ τούτων κατεξαναστησομένου τῶν περιστάσεων οὐδ’ ὑπομενοῦντος τὰ δεινά, ἀλλ’, (73) εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, [ὡσ] πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος. τοῦ τε ζήλου εἰ μὴ μετείη αὐτῷ, ᾗ τισιν ἔδοξεν, οὐκ ἂν τῶν ὁμοίων τοῖς καλοῖς κάγαθοῖς ἔργων ἔφεσιν λάβοι. εἰ γοῦν ἡ πᾶσα οἰκείωσις ἡ πρὸς τὰ καλὰ μετ’ ὀρέξεως γίνεται, πῶς ἀπαθὴς μένει, φασίν, ὁ τῶν καλῶν ὀρεγόμενος; ἀλλ’ οὐκ ἴσασιν, ὡς ἔοικεν, οὗτοι τὸ θεῖον τῆς ἀγάπης οὐ γὰρ ἐστιν ἑτι ὄρεξις τοῦ ἀγαπῶντος ἡ ἀγάπη, στερκτικὴ δὲ οἰκείωσις, «εἰς τὴν ἐνότητα τῆς πίστεωσ» ἀποκαθεστακυῖα τὸν γνωστικόν, χρόνου καὶ τόπου μὴ προσδεόμενον. ὃ δ’ ἐν οἷς ἔσται, δι’ ἀγάπης ἤδη γενόμενος, τὴν ἐλπίδα προειληφὼς διὰ τῃς

 

 

131

γνώσεως, οὐδὲ ὀρέγεται τινος, ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν. εἰκότως τοίνυν ἐν τῇ μιὰ ἔξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ’ ἄρα ξηλώσει ἐξομοιωθῆναι τοῖς καλοῖς <τὸ> εἶναι δὶ ἀγάπης ἔχων τοῦ κάλλους, θάρσους τε καὶ ἐπιθυμίας τις ἔτι τούτῳ χρεία, τὴν ἐκ τῆς ἀγάπης οἰκείωσιν πρὸς τὸν ἀπαθῆ θεὸν ἀπειληφότι καὶ διὰ τῆς ἀγάπης ἑαυτὸν εἰς τοὺς φίλους ἐγγεγραφότι; ἐξαιρετέου ἄρα τὸν γνωστικὸν ἡμῖν καὶ τέλειον ἀπὸ παντὸς ψυχικοῦ πάθους (74) ἠ μὲν γὰρ γνῶσις συνάσκησιν, ἡ συνάσκησις δὲ ἕξιν ἢ διάθεσιν, ἡ κατάστασις δὲ ἡ τοιάδε ἀπάθειαν ἐργάζεται, οὐ μετριοπάθειαν ἀπάθειαν γὰρ καρποῦται παντελὴς τῆς ἐπιθυμίας ἐκκοπή. ἀλλ’ οὐδὲ ἐκείνων τῶν θρυλουμένων ἀγαθῶν, τουτέστι τῶν παρακειμένων τοῖς πάθεσιν παθητικῶν ἀγαθῶν, μετὰ λαμβάνει ὁ γνωστικός, οἷον εὐφροσύνης λέγω (ἥτις παράκειταί τῇ ἡδονῇ) καὶ κατήφειας (αὕτη γὰρ τῇ λύπῃ παρέζευκται) καὶ εὐλαβείας (ἡπέσταλκεν γὰρ τῷ φόβῳ), ἀλλ’ οὐδὲ θυμοῦ (παρά τὴν ὀργὴν οὗτος τέτακται), κἂν λέγωσί τινες μηκέτ' εἶναι ταῦτα κακά, ἀλλ’ ἤδη ἀγαθά. (75) ἀδύνατον γὰρ τὸν ἅπαξ τελειωθέντα δι’ ἀγάπης καὶ τὴν ἀπλήρωτον τῆς θεωρίας εὐφροσύνην ἀιδίως καὶ ἀκορέστως ἐστιώμενον ἐπὶ τοῖς μικροῖς καὶ χαμαιζήλοις ἔτι τέρπεσθαιˑ τίς γὰρ ὑπολείπεται ἔτι τούτῳ εὔλογος αἰτία ἐπὶ τὰ κοσμικὰ παλινδρομεῖν ἀγαθὰ τῷ τὸ «ἀπρόσιτον» ἀπειληφότι «φῶσ», κἂν μηδέπω κατὰ τὸν χρόνον καὶ τὸν τόπον, ἀλλ’ ἐκείνῃ γε τῇ γνωστικῇ ἀγάπῃ, δι’ ἣν καὶ ἡ κληρονομιά καὶ ἡ παντελὴς ἕπεται ἀποκατάστασις, βεβαιοῦντος δι’ ἔργων τοῦ μισθαποδότου, ὃ διὰ τοῦ ἑλέσθαι γνωστικῶς διὰ τῆς ἀγάπης φθάσας προείληφεν ὁ γνωστικός; ἡ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δι’ ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτόν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρήται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;

(76) Πῶς οὖν ἔτι τούτῳ τῆς ἀνδρείας χρεία, μὴ γινομένῳ ἐν δεινοῖς, τῷ γε μὴ παρόντι, ὅλως δὲ ἤδη συνόντι τῷ ἐραστῷ; τις δὲ καὶ σωφροσύνης ἀνάγκη μὴ χρῄζοντι αὐτῆς; τὸ γὰρ ἔχειν τοιαύτας ἐπιθυμίας, ὡς σωφροσύνης δεῖσθαι πρὸς

 

 

132

τὴν τούτων ἐγκράτειαν, οὐδέπω καθαροῦ, ἀλλ’ ἐμπαθοῦς, ἀνδρεία τε διὰ φόβον καὶ δειλίαν παραλαμβάνεται. οὐ γὰρ δὴ πρέπον ἔτι τὸν φίλον τοῦ θεοῦ, ὃν προώρισεν ο θεὸς πρὸ καταβολῆς κόσμου εἰς τὴν ἄκραν ἐγκαταλεγῆναι υἱοθεσίαν, ἡδοναῖς ἤ φόβοις περιπίπτειν καὶ περὶ τὴν καταστολὴν ἀπασχολεισθαι τῶν παθῶν, τολμήσας γὰρ φήσαιμ' ἂν καθάπερ προωρισμένως κεῖται δι’ ὧν πράξει [καὶ] οὗ τεύξεται, οὕτως καὶ αὐτὸς προορίσας ἔχει δι’ ὧν ἔγνω ὃν ἡγάπησεν, οὐκ ἔχων δυστέκμαρτον τὸ μέλλον, καθάπερ οἱ πολλοὶ στοχαζόμενοι βιοῦσιν, ἀπειληφὼς δὲ διὰ πίστεως γνωστικῆς, ὃ τοῖς ἄλλοις ἄδηλον. (77) κάστιν αὐτῷ δι’ ἀγάπην ἐνεστὸς ἤδη τὸ μέλλον πεπίστευκεν γὰρ διὰ τε τῆς προφητείας διὰ τε τῆς παρουσίας τῷ μὴ ψευδομένῳ θεῷ καὶ, ὃ πεπίστευκεν, ἔχει καὶ κρατεῖ τῆς ἐπαγγελίας (ἀλήθεια δὲ ὁ ἐπαγγειλάμενοσ) καὶ τὸ τέλος τῆς ἐπαγγελίας διὰ τῆς ἄξιοπιστίας τοῦ ἐπαγγειλαμένου κατ' ἐπιστήμην βεβαίως ἀπείληφεν. ὁ δὲ τὴν ἐν οἷς ἐστι κατάστασιν βεβαίαν τῶν μελλόντων κατάληψιν εἰδὼς δι’ ἀγάπης προαπαντᾷ τῷ μέλλοντι. αὐτίκα οὐδὲ εὔξεται τυχεῖν τῶν τῇδε ὁ τεύξεσθαι πεπεισμένος τῶν ὄντως ἀγαθῶν, ἐχεσθαι δὲ ἀεὶ τῆς ἐπηβόλου καὶ κατορθωτικῆς πίστεως. καὶ πρὸς τοῖσδε παμπόλλους ὡς ὅτι μάλιστα ὁμοιους αὐτῷ γενέσθαι εὔξεται, εἰς δόξαν τοῦ θεοῦ, ἣ κατ' ἐπίγνωσιν τελειοῦται σωτήριος γὰρ τις ὁ τῷ σωτῆρι ἐξομοιούμενος, εἰς ὅσον ἀνθρωπίνῃ φύσει χωρῆσαι τὴν εἰκόνα θέμις, ἀπαραβάτως τὰ κατὰ τὰς ἐντολὰς κατορθῶν τὸ δ’ ἐστι ἔχει θρησκεύειν τὸ θεῖον διὰ τῆς ὄντως δικαιοσύνης, ἔργων τε καὶ γνώσεως (78) τοῦτου φωνὴν κατὰ τὴν εὐχὴν οὐκ ἀναμένει κύριος, «αἴτησαι» λέγων «καὶ ποιήσω ἐννοήθητι καὶ δώσω».

Καθόλου γὰρ ἐν τῷ τρεπομένῳ τὸ ἄτρεπτον ἀδύνατον λαβεῖν πῆξιν καὶ σύστασιν, ἐν τροπῇ δὲ τῇ συνεχεῖ, καὶ διὰ τοῦτο ἀστάτου τοῦ ἡγεμονικοῦ γινομένου, ἡ ἐκτικὴ δύναμις οὐ σῴζεται. ὃ γὰρ ὑπὸ τῶν ἔξωθεν ὑπεισιόντων καὶ προσπιπτόντων ἀεὶ μεταβάλλεται, πῶς ἂν ποτε ἐν ἔξει καὶ διαθέσει καὶ συλλήβδην ἐν ἐπιστήμης κατοχῇ γένοιτ' ἄν; καίτοι καὶ οἱ φιλόσοφοι τὰς ἀρετάς ἔξεις καὶ διαθέσεις καὶ ἐπιστήμας οἴονται. ὡς δὲ οὐ συγγεννᾶται τοῖς ἀνθρώποις, ἀλλ’ ἐπίκτητὸς ἐστιν ἡ γνῶσις καὶ προσοχῆς μὲν δεῖται κατὰ τὰς ἀρχὰς ἡ μάθησις αὐτῆς ἐκθρέψεώς τε καὶ αὐξήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀδιαλείπτου μελέτης εἰς ἕξιν ἔρχεται, οὕτως ἐν ἔξει τελειωθεῖσα τῇ μυστικῇ ἀμετάπτωτος δι’ ἀγάπην μένειˑ

 

 

133

οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ' αὐτοῦ γεγεν<ν>ημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περὶ τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ' αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἡ κατὰ λόγον Ἐλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἰρούμενος τῆς ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα ἔχει λαβών, κἂν τοῖς ἄλλοις ᾖ ἔτι κεκρυμμένα, ἤδη περὶ πάντων εἴληφε τὴν γνῶσιν. τὰ λόγια δὲ τὰ παρ' ἡμῖν θεσπίζει περὶ τε τῶν ὄντων ὡς ἔστι, περὶ τε τῶν μελλόντων ὡς ἔσται, περὶ τε τῶν γεγονότων ὡς ἐγένετο. (79) ἔν <τε> τοῖς ἐπιστημονικοῖς, μόνος ὢν ἐπιστήμων, κρατιστεύσει καὶ τὸν περὶ τάγαθοῦ λόγον πρεσβεύσει, τοῖς νοητοῖς προσκείμενος ἀεί, ἀπ' ἐκείνων ἄνωθεν τῶν ἀρχετύπων τὴν περὶ τὰ ἀνθρώπεια αὐτοῦ διοίκησιν ἀπογραφόμενος, καθάπερ οἱ πλοϊζόμενοι καὶ πρὸς τὸ ἄστρον τὴν ναῦν κατευθύνοντες, πρὸς πᾶσαν καθήκουσαν πρᾶξιν ἐτοίμως ἔχειν παρεσκευασμένος, πάντα τὰ ὀχληρὰ καὶ δεινά εἰθ ισμένος ὑπερορᾶν, ὅταν ὑπομεῖναι δέῃ, μηδὲν προπετὲς μηδὲ ἀσύμφωνον μήτε αὐτῷ μήτε τοῖς κοινοῖς ποτε ἐπιτελών, προορατικὸς ὧν καὶ ἄκαμπτος ἡδοναῖς ταῖς τε ὕπαρ ταῖς τε δι’ ὀνειράτωνˑδιαίτῃ γὰρ λιτῇ καὶ αὐταρκείᾳ συνειθισμενος σωφρονικῶς, εὐσταλὴς μετὰ σεμνότητος ὑπάρχει, ὀλίγων τῶν ἀναγκαίων πρὸς τὸ διαζῆν δεόμενος, μηδὲν περιττὸν πραγματευόμενος, ἀλλὰ μηδὲ ταῦτα ὡς προηγούμενα, ἐκ δὲ τῆς κατὰ τὸν βίον κοινωνίας ὡς ἀναγκαῖα τῇ τῆς σαρκὸς ἐπιδημίᾳ, εἰς ὅσον ἀνάγκη, προσιέμενος προηγουμένη γὰρ αὐτῷ ἡ γνῶσις.

 

X

(80) Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἐκάστου μαθήματος τὸ πρόσφορον τῇ ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μουσικῆς τὴν ἐν τοῖς ἡρμοσμένοις ἀναλογίαν διώκων, ἐν δὲ τῇ ἀριθμητικῇ τὰς αὐξήσεις καὶ μειώσεις τῶν ἀριθμῶν παρασημειούμένος καὶ τὰς πρὸς ἀλλήλους σχέσεις καὶ ὡς τὰ πλεῖστα ἀναλογίᾳ τινι ἀριθμῶν ὑποπέπτωκεν, <ἐν δὲ> τῇ γεωμετρικῇ οὐσίαν αὐτὴν ἐφ' ἑαυτῆς θεωρῶν καὶ ἐθιζόμενος συνεχές

 

 

134

τι διἀστημα νοεῖ<ν> καὶ οὐσίαν ἀμετάβλητον, ἑτέραν τῶνδε τῶν σωμάτων οὖσαν ἔκ τε αὖ τῆς ἀστρονομίας γῆθεν αἰωρούμενος [τε] τῷ νῷ συνυψωθήσεται οὐρανῷ καὶ τῇ περιφορᾷ συμπεριπολήσει, ἱστορῶν ἀεὶ τὰ θεῖα καὶ τὴν πρὸς ἄλληλα συμφωνίαν, ἀφ’ ὧν ὁρμώμενος Ἀβραὰμ εἰς τὴν τοῦ κτίσαντος ὑπεξανέβη γνῶσιν. ἀλλὰ καὶ τῇ διαλεκτικῇ προσχρήσεται ὁ γνωστικός, τὴν εἰς εἴδη τῶν γενῶν ἐκλεγόμενος διαίρεσιν, καὶ τὴν τῶν ὄντων προσήσεται διάκρισιν. μέχρις ἄν τῶν πρώτων καὶ ἁπλῶν ἐφάψηται. οἱ πολλοὶ δὲ καθάπερ οἱ παῖδες τὰ μορμολυκεῖα, οὕτως δεδίασι τὴν Ἑλληνικὴν φιλοσοφίαν, φοβούμενοι μὴ ἀπαγάγῃ αὐτοὺς. (81) εἰ δὲ τοιαύτη παρ' αὐτοῖς ἐστιν ἡ πίστις (οὐ γὰρ ἄν γνῶσιν εἴποιμι), ἵνα λυθῇ πιθανολογίᾳ, λυθήτω, διὰ τούτου μάλιστα ὁμολογούντων οὐχ ἔξειν τὴν ἀλήθειανˑ ἀνίκητος γὰρ, φησὶν, ἡ ἀλήθεια, ψευδοδοξία δὲ καταλύεται. αὐτίκα πορφύραν ἐξ ἀντιπαραθέσεως ἄλλης πορφύρας ἐκλεγόμεθα. ὥστ’ εἴ τις ὁμολογεῖ καρδίαν μὴ ἔχειν διηρθρωμενην, τράπεζαν οὐκ ἔχει τὴν τῶν ἀργυραμοιβῶν οὐδὲ μὴν τὸ κριτήριον τῶν λόγων, καὶ πῶς ἔτι τραπεζίτης οὗτος, δοκιμάσαι μὴ δυνάμενος καὶ διακρῖναι τὸ ἀκίβδηλον νόμισμα τοῦ παραχαράγματος; κέκραγεν δὲ ὁ Δαβὶδ «ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται δίκαιοςˑ «οὔτ’ οὖν ἀπατηλῷ λόγῳ οὐδὲ μὴν πεπλανημένῃ ἡδονῇ, ὅθεν οὐδὲ τῆς οἰκείας κληρονομιάς σαλευθήσεται. «ἀπὸ ἀκοῆς ἄρα πονηρᾶς οὐ φοβηθήσεται.» οὔτ’ οὖν διαβολῆς κενῆς οὐδὲ μὴν ψευδοδοξίας τῆς περὶ αὐτόν, ἀλλ’ οὐδὲ τοὺς πανούργους δεδίξεται λόγους ὁ διαγνῶναι τούτους δυνάμενος [ἢ] πρὸς τε τὸ ἐρωτᾶν ὀρθῶς καὶ ἀποκρίνασθαιˑ οἷον θριγκὸς γὰρ ἐστι διαλεκτική, ὡς μὴ καταπατείσθαι πρὸς τῶν σοφιστῶν τὴν ἀλήθειαν. ἐπαινουμένους γὰρ χρὴ ἐν τῷ ὀνόματι τῷ ἀγίῳ τοῦ κυρίου κατὰ τὸν προφήτην εὐφραίνεσθαι τὴν καρδίαν ζητοῦντας τὸν κύριον, «ζητήσατε οὖν αὐτὸν καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντὸσ» παντοίως. πολυμερῶς γὰρ καὶ πολυτρόπως λαλήσας οὐχ ἁπλῶς γνωρίζεται.

(82) Οὔκουν ὡς ἀρεταῖς ταύταις συγχρώμενος ἡμῖν ὁ γνωστικὸς πολυμαθὴς ἔσται, ἀλλὰ συνεργοῖς τισι, κἂν τῷ διαστέλλειν τὰ τε κοινὰ καὶ τὰ ἴδια προσήσεται τὴν ἀλήθειανˑ ἔστι γὰρ πάσης πλάνης καὶ ψευδοδοξίας αἴτιον τὸ μὴ

 

 

135

δύνασθαι διακρίνειν, πῇ τε ἀλλήλοις τὰ ὅντα κοινωνεῖ καὶ πῇ διενήνοχεν. εἰ δὲ μὴ κατὰ τὰ διωρισμένα τις τὸν λόγον ἐφοδεύοι, λήσεται συγχέας τὰ τε κοινὰ καὶ τὰ ἴδια, τοῦτου δὲ γινομένου εἰς ἀνοδίαν καὶ πλάνην ἐμπιπτειν ἀναγκαῖον. ἡ διαστολὴ δὲ τῶν τε ὀνομάτων τῶν τε πραγμάτων κἂν ταῖς γραφαῖς αὐταῖς μέγα φῶς ἐντίκτει ταῖς ψυχαῖς ἀναγκαῖον γὰρ ἐπακούειν τῶν τε πλείονα σημαινουσῶν λέξεων καὶ τῶν πλειόνων, ὅταν ἐν τι σημαίνωσιν ὅθεν καὶ τὸ ὀρθῶς ἀποκρίνεσθαι περιγίνεται. τὴν πολλὴν δὲ ἀχρηστίαν παραιτητέον, ἀπασχολοῦσαν περὶ τὰ μηδὲν προσήκοντα, οἴονεί δὲ συναιτίοις προγυμνάσμασιν εἰς τε τὴν ἀκριβῆ παράδοσιν τῆς ἀληθείας, ὅσον ἐφικτόν, καὶ ἀπερίσπαστον συγχρωμένου τοῖς μαθήμασι τοῦ γνωστικοῦ καὶ εἰς προφυλακὴν τῶν κακοτεχνούντων λόγων πρὸς ἐκκοπὴν τῆς ἀληθείας. (83) οὐκ ἀπολειφθήσεται τοίνυν τῶν προκοπτόντων περὶ τὰς μαθήσεις τοῦς ἐγκυκλίους καὶ τὴν Ἑλληνικὴν φιλοσοφίαν, ἀλλ’ οὐ κατὰ τὸν προηγούμενον λόγον, τὸν δὲ ἀναγκαῖον καὶ δεύτερον καὶ περιστατικόν οἷς γὰρ ἄν πανούργως χρήσωνται οἱ κατὰ τὰς αἱρέσεις πονούμενοι, τούτοις ὁ γνωστικὸς εἰς εὖ καταχρήσεται. μερικῆς οὖν τυγχανούσης τῆς κατὰ τὴν Ἑλληνικὴν φιλοσοφίαν ἐμφαινομενης ἀλήθειας, ἡ τῷ ὄντι ἀλήθεια, ὥσπερ ἥλιος ἐπιλάμψας τὰ χρώματα καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ὁποῖον ἕκαστον αὐτῶν, διαδείκνυσιν, οὕτως δὲ καὶ αὐτῇ πᾶσαν ἐλέγχει σοφιστικὴν πιθανολογίαν, εἰκότως ἄρα προαναπεφώνηται καὶ τοῖς Ἐλλησιν

ἀρχὰ μεγόλας ἀρετᾶς, ὤνασσα ἀλήθεια.

 

XI

(84) Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ, ἀκούσας γὰρ ὅτι αἰχμάλωτος ἑλήφθη ὁ Λώτ, τοὺς ἰδίους οἰκογενεῖς τιῃ ἀριθμήσας καὶ ἐπεξελθὼν πάμπολυν ἀριθμὸν τῶν πολεμίων χειροῦται. φασὶν οὖν εἶναι τοῦ μὲν κυριακοῦ σημείου τύπον κατὰ τὸ σχῆμα τὸ τριακοσιοστὸν στοιχεῖον, τὸ δὲ ἰῶτα καὶ τὸ ἦτα τοὔνομα σημαίνειν τὸ σωτήριον μηνύεσθαι τοίνυν τοὺς Ἀβραὰμ οἰκείους εἶναι κατὰ τὴν σωτηρίαν, τοὺς τῷ σημείῳ καὶ τῷ ὀνόματι προσπεφευγότας, κυρίους γεγονέναι τῶν

 

 

136

αἰχμαλωτιζόντων καὶ τῶν τούτοις ἀκολουθούντων παμπόλλων ἀπιστων ἐθνῶν. ἤδη δὲ ὁ μὲν τριακόσια ἀριθμὸς τριάς ἐστιν ἐν ἐκατοντάδι, ἡ δεκάς δὲ ὁμολογεῖται παντέλειος εἶναι. ὁ δὲ ὀκτώ, κύβος ὁ πρῶτος, ἡ ἰσότης ἐν ἀπᾶσαις ταῖς διαστάσεσι, μήκους, πλάτους, βάθους.

«Αἱ τε ἡμέραι τῶν ἀνθρώπων ἔσονται«, φησὶν, «έτῃ ρκ.» ἔστι δὲ ὁ ἀριθμὸς ἀπὸ μονάδος κατὰ σύνθεσίν πεντεκαιδέκατος, σελήνη δὲ πεντεκαιδεκάτῃ πλησιφαὴς γίνεται. (85) ἔστι δὲ καὶ ἄλλως ὁ ἑκατὸν εἴκοσι τρίγωνος ἀριθμὸς καὶ συνέστηκεν ἐξ ἰσότητος μὲν τοῦ ξδ, ὧν ἡ κατὰ μέρος σύνθεσις τετραγώνους γεννᾷ, αγεζθ ια ιγ ιε, ἐξ ἀνισότητος δὲ τοῦ νϛ, ἐπτὰ τῶν ἀπὸ δυάδος ἀρτιων, οἱ γεννῶσι τοὺς ἐτερομήκεις, βδϛη ι ιβ ιδ. κατ’ ἄλλο πάλιν σημαινόμενον συνέστηκεν ὁ ἑκατὸν κ ἀριθμὸς ἐκ τεσσάρων, ἑνὸς μὲν τριγώνου τοῦ πεντεκαιδεκάτου, ἑτέρου δὲ τετραγώνου τοῦ κε, τρίτου δὲ πενταγώνου τοῦ λε, τετάρτου δὲ ἐξαγώνου τοῦ με. κατὰ γὰρ τὴν αὐτὴν ἀναλογίαν ὁ ε παρείληπται καθ’ ἕκαστον εἶδος τῶν μὲν γὰρ τριγώνων ἀπὸ μονάδος ε [δὲ] ὁ ιε, τῶν δὲ τετραγώνων ὁ κε, καὶ τῶν ἑξῆς ἀναλόγως. ναὶ μὴν ὁ κε ἀριθμός, ε ἀπὸ μονάδος ὤν, τῆς Λευιτικῆς φυλῆς εἶναι σύμβολον λέγεται, ὁ δὲ λε καὶ αὐτὸς ἔχεται τοῦ ἐκ τῶν διπλάσιων διαγράμματος ἀριθμητικοῦ καὶ γεωμετρικοῦ καὶ ἀρμονικοῦ τοῦ ϛηθ ιβ, ὧν ἡ σύνθεσις γεννᾷ τὸν λε ἐν ταύταις ταῖς ἡμέραις Ἰουδαῖοι διαπλάσσεσθαι τὰ ἐπτάμηνα λέγουσιν. ὁ δὲ με τοῦ ἐκ τῶν τριπλασίων διαγράμματος τοῦ ϛθιβ ιη, ὧν ἡ σύνθεσις γεννᾷ τὸν με, καὶ ἐν ταύταις ὁμοίως ταῖς ἡμέραις τὰ ἐννεάμηνα διαπλάσσεσθαι φασι.

(86) Τοῦτο μὲν οὖν τὸ εἶδος τοῦ ἀριθμητικοῦ ὑποδείγματος γεωμετρίας δὲ ἔστω μαρτύριον ἡ κατασκευαζομένη σκηνὴ καὶ τεκταινομένη κιβωτός, ἀναλογίαις τισί λογικωτάταις, θείαις ἐπινοίαις κατασκευαζόμεναι, κατὰ συνέσεως δόσιν, ἐκ τῶν αἰσθητῶν εἰς τὰ νοητά, μᾶλλον δὲ ἐκ τῶνδε εἰς τὰ ἅγια καὶ τῶν ἁγίων τὰ ἅγια μεταγούσης ἡμᾶς. τὰ μὲν γὰρ «τετράγωνα ξύλα» <τῷ> τὸ τετράγωνον σχῆμα πάντῃ βεβηκέναι ὀρθάς γωνίας ἐπιτελοῦν τὸ ἀσφαλὲς δηλοῖ. καὶ μῆκος μὲν τριακόσιοι πήχεις τοῦ κατασκευάσματος, πλάτος δὲ ν, βάθος δὲ λ καὶ εἰς πῆχυν ἄνωθεν συντελεῖται, ἐκ τῆς πλατείας βάσεως ἀποξυνομένη πυρα-

 

 

137

μίδος τρόπον, ἡ κιβωτός, τῶν διὰ πυρὸς καθαιρομένων καὶ δοκιμαζόμενων σύμβολον. ἡ γεωμετρικὴ αὕτη παρέχεται ἀναλογία εἰς παραπομπὴν τῶν ἁγίων ἐκείνων μονῶν, ὧν τὰς διαφορὰς αἰ διαφοραί τῶν ἀριθμῶν τῶν ὑποτεταγμένων μηνύουσιν. (87) οἱ δὲ ἐμφερόμενοι λόγοι εἰσὶν ἐξαπλάσιοι ὡς τὰ τριακόσια τῶν ν, καὶ δεκαπλάσιοι ὡς τῶν λ δεκαπλάσια τὰ τριακόσια, καὶ ἐπιδίμοιροι τὰ γὰρ ν τῶν λ ἐπιδίμοιρα. εἰσὶ δ’ οἱ τοὺς τριακοσίους πήχεις σύμβολον τοῦ κυριακοῦ σημείου λέγουσι, τοὺς ν δὲ τῆς ἑλπίδος καὶ τῆς ἀφέσεως τῆς κατὰ τὴν πεντηκοστὴν, καὶ τοὺς λ ἤ, ὡς ἔν τισι, δώδεκα τὸ κήρυγμα δηλοῦν ἱστοροῦσιν, ὅτι τριακοστῳ μὲν ἐκήρυξεν ὁ κύριος ἔτει, ιβ δὲ ἦσαν οἱ ἀπόστολοι, καὶ εἰς πῆχυν συντελεῖσθαι τὸ κατασκεύασμα, εἰς μονάδα τελευτώσης τῆς τοῦ δικαίου προκοπῆς καὶ «εἰς τὴν ἑνότητα τῆς πίστεωσ».

Ἡ δὲ τράπεζα ἡ ἐν τῷ ναῷ πηχῶν ἐγεγόνει ἕξ, καὶ πόδες οἰ τέσσαρες ἀνὰ πῆχυν ἕνα ἥμισυ. συνάγουσιν οὖν τοὺς πάντας πήχεις δώδεκα, συμφώνως τῷ κατὰ τὸν ἐνιαύσιον κύκλον ἑλιγμῳ τῶν μηνῶν τῶν ιβ, καθ’ οὖς τὰ πάντα φύει τε καὶ τελεσφορεί ἡ γῆ ταῖς τέσσαρσιν ὥραις οἴκειουμένη. γῆς δ’, οἶμαι, εἰκόνα ἡ τράπεζα δηλοῖ, τέσσαρσιν ἐπερειδομένη ποσί, θέρει, μετοπώρῳ, ἔαρι, χειμῶνι, δι’ ὧν ὁδεύει τὸ ἔτος, διὸ καὶ κυμάτια στρεπτά φησὶν ἔχειν τὴν τράπεζαν, ἤτοι ὅτι περιόδοις καιρῶν κυκλεῖται τὰ πάντα, ἢ καὶ τάχα τὴν ὠκεανῷ περιῤῥεομένην ἐδήλου γῆν.

(88) Ἔτι τῆς μουσικῆς παράδειγμα ψάλλων ὁμοῦ καὶ προφητεύων ἐκκείσθω Δαβὶδ, ὑμνῶν τὸν θεὸν ἐμμελῶς. προσήκει δὲ εὖ μάλα τὸ ἐναρμόνιον γένος τῇ δωριστὶ ἀρμονίᾳ καὶ τῇ φρυγιστὶ τὸ διάτονον, ὥς φησὶν Ἀριστόξενος, ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν Δώριον ὑμνοῦντι τὸν Δία ὧδέ πως·

Ζεῦ πάντων ἀρχά, πάντων ἀγήτωρ,

Ζεῦ, σοι πέμπω ταύταν ὕμνων ἀρχάν.

εἴη δ’ ἂν τῷ ψαλμῳδῷ κιθάρα ἀλληγορουμένη κατὰ μὲν τὸ πρῶτον σημαινόμενον ὁ κύριος, κατὰ δὲ τὸ δεύτερον οἱ προσεχῶς κρούοντες τὰς ψυχὰς ὑπὸ

 

 

138

μουσηγέτῃ τῷ κυρίῳ. κἂν ὁ σῳζόμενος λέγηται λαὸς κιθάρα, κατ’ ἐπίπνοιαν τοῦ λόγου καὶ κατ' ἐπίγνωσιν τοῦ θεοῦ δοξάζων μουσικῶς ἐξακούεται, κρουόμενος εἰς πίστιν τῷ λόγῳ. λάβοις δ’ ἄν καὶ ἄλλως μουσικὴν συμφωνίαν τὴν ἐκκλησιαστικὴν νόμου καὶ προφητῶν ὁμοῦ καὶ ἀποστόλων σὺν καὶ τῷ εὐαγγελίῳ τήν τε ὑποβεβηκυῖαν, τὴν καθ’ ἕκαστον προφήτην κατὰ τὰς μεταπηδήσεις τῶν προσώπων συνῳδίαν.

(89) Ἀλλ', ὡς ἔοικεν, οἱ πλεῖστοι τῶν τὸ ὄνομα ἐπιγραφομένων καθάπερ οἱ τοῦ Ὀδυσσέως ἑταῖροι ἀγροίκως μετίασι τὸν λόγον, οὐ τὰς Σειρῆνας, ἀλλὰ τὸν ῥυθμὸν καὶ τὸ μέλος παρερχόμενοι, ἀμαθίᾳ βύσαντες τὰ ὦτα, ἐπείπερ ἴσασιν οὐ δυνησόμενοι ἅπαξ ὑποσχόντες τοῦς ἀκοὰς Ἑλληνικοῖς μαθήμασι μετὰ ταῦτα τοῦ νόστου τυχεῖν. τῷ δ’ ἀπανθιζομένῳ τὸ χρειῶδες εἰς ὠφέλειαν τῶν κατηχουμένων καὶ μάλιστα Ἑλλήνων ὅντων («τοῦ κυρίου δὲ ἡ γῇ καὶ τὸ πλήρωμα αὐτῆσ») οὐκ ἀφεκτέον τῆς φίλομαθίας ἀλόγων δίκην ζῴων, πλείω δ’ ὡς ἔνι μάλιστα βοηθήματα τοῖς ἐπαΐουσιν ἐρανιστέον. πλὴν οὐδαμῶς τούτοις ἐνδιατριπτέον ἀλλ’ ἢ εἰς μόνον τὸ ἀπ' αὐτῶν χρήσιμον, ὡς λαβόντας τοῦτο καὶ κτησαμένους ἀπιέναι οἴκαδε δύνασθαι ἐπὶ τὴν ἀληθῆ φιλοσοφίαν, πεῖσμα τῇ ψυχῇ βέβαιον τὴν ἐκ πάντων ἀσφάλειαν πεπορισμένους.

Ἁπτέον ἄρα μουσικῆς εἰς κατακόσμησιν ἤθους καὶ καταστολήν. (90) ἀμέλει καὶ παρὰ πότον <τὸ> ψάλλειν ἀλλήλοις προπίνομεν, κατεπᾴδοντες ἡμῶν τὸ ἐπιθυμητικὸν καὶ τὸν θεὸν δοξάζοντες ἐπὶ τῇ ἀφθόνῳ τῶν ἀνθρωπείων ἀπολαύσεων δωρεᾷ τῶν τε εἰς τὴν τοῦ σώματος τῶν τε εἰς τὴν τῆς ψυχῆς αὔξησιν τροφῶν ἀιδίως ἐπιχορηγηθεισῶν. περιττὴ δὲ μουσικὴ ἀποπτυστέα ἡ κατακλῶσα τὰς ψυχὰς καὶ εἰς ποικιλίαν ἐμβάλλουσα τοτέ μὲν θρηνώδη, τοτέ δὲ ἀκόλαστον καὶ ἡδυπαθῆ, τοτέ δὲ ἐκβακχευομένην καὶ μανικήν. ὁ αὐτὸς λόγος καὶ περὶ ἀστρονομίας αὕτη γὰρ, μετὰ τὴν τῶν μεταρσίων ἱστορίαν περὶ τε σχήματος τοῦ παντὸς καὶ φορᾶς οὐρανοῦ τῆς τε τῶν ἄστρων κινήσεως πλησιαίτερον τῇ κτιζούσῃ δυνάμει προσάγουσα τὴν ψυχὴν, εὐαισθήτως ἔχειν διδάσκει ὡρῶν ἐτείων, ἀέρων μεταβολῆς, ἐπιτολῶν ἄστρων ἐπεὶ καὶ ναυτιλία καὶ γεωργία τῆς ἀπὸ ταύτης χρείας πεπλήρωται, καθάπερ τῆς γεωμετρίας ἀρχιτεκτονική τε καὶ

 

 

139

οἰκοδομική, παρακολουθητικὴν δ’ ὡς ἔνι μάλιστα τὴν ψυχὴν καὶ τοῦτο παρασκευάζει τὸ μάθημα τοῦ τε ἀληθοῦς διορατικὴν καὶ τοῦ ψεύδους διελεγκτικήν, ὁμολογιῶν τε καὶ ἀναλογιῶν εὐρετικήν, ὥστε ἐν τοῖς ἀνομοιοις τὸ ὅμοιον θηρᾶν, ἐνάγει τε ἡμᾶς ἐπι τὸ εὑρεῖν ἀπλατὲς μῆκος καὶ ἐπιφάνειαν ἀβαθῆ καὶ σημεῖον ἀμερὲς καὶ ἐπὶ τὰ νοητὰ μετατίθησιν ἀπὸ τῶν αἰσθητῶν.

(91) Σύνεργά τοίνυν φιλοσοφίας τὰ μαθήματα καὶ αὐτῇ ἡ φιλοσοφία εἰς τὸ περὶ ἀληθείας διαλαβεῖν. αὐτίκα ἡ χλαμὺς πόκος ἦν τὸ πρῶτον, εἶτα ἐξάνθη κρόκη τε ἐγένετο καὶ στήμων, καὶ τότε ὑφάνθη. προπαρασκευασθῆναι τοίνυν τὴν ψυχὴν καὶ ποικίλως ἐργασθῆναι χρή, εἰ μέλλοι ἀρίστη κατασκευάζεσθαι, ἐπεὶ τῆς ἀληθείας τὸ μὲν ἐστι γνωστικόν, τὸ δὲ ποιητικόν, ἐῤῥύηκεν δὲ ἀπὸ τοῦ θεωρητικοῦ, δεῖται δὲ ἀσκήσεως καὶ συγγυμνασίας πολλῆς καὶ ἐμπειρίας. ἀλλὰ καὶ τοῦ θεωρητικοῦ τὸ μὲν τί ἐστι πρὸς τοὺς πέλας, τὸ δὲ ὡς πρὸς αὐτόν. διόπερ καὶ τὴν παιδείαν οὕτως χρὴ συνεσκευάσθαι, ὥστε ἀμφοτέροις ἐνηρμόσθαι. ἔνεστι μὲν οὖν αὐτάρκως τὰ συνεκτικὰ τῶν πρὸς γνῶσιν φερόντων ἐκμαθόντα ἐφ' ἡσυχίας τοῦ λοιποῦ μένειν ἀναπεπαυμένον, κατευθύνοντα τὰς πράξεις πρὸς τὴν θεωρίαν διὰ δὲ τὴν τῶν πέλας ὠφέλειαν τῶν μὲν ἐπὶ τὸ γράφειν ἱεμένων, τῶν δὲ ἐπὶ τὸ παραδιδόναι στελλομενων τὸν λόγον ἡ τε ἄἀλλη παιδεία χρήσιμος ἡ τε τῶν γραφῶν τῶν κυριακῶν ἀνάγνωσις εἰς ἀπόδειξιν τῶν λεγομένων ἀναγκαῖα, καὶ μάλιστα, ἐὰν ἀπὸ τῆς Ἑλληνικῆς ἀνάγωνται παιδείας οἱ ἐπαΐοντες. τοιαύτην τινὰ ἐκκλησίαν ὁ (92) Δαβὶδ διαγράφειˑ «πορέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη πεποικιλμένοισ», καὶ τοῖς Ἑλληνικοῖς καὶ περιττοῖς «ἐν κροσσωτοῖς χρυσοῖς, περιβεβλημένη πεποικιλμένοις.» «ἡ ἀλήθεια δὲ διὰ τοῦ κυρίου.» «βουλὴν γὰρ σου», φησί, «τις ἔγνω, εἰ μὴ σὺ δέδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιὸν σου πνεῦμα ἀπὸ ὑψίστων; καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ τῆς γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν οἱ ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν.» ὁ γνωστικὸς γὰρ «οἶδεν» κατὰ τὴν γραφὴν «τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων», ὡς προειρήκαμεν. (93) ὁρᾷς τὴν τῶν μαθημάτων πηγήν ἐκ τῆς σοφίας ὁρμωμένην; τοῖς δὲ

 

 

140

ὑποκρούουσι, τί γὰρ ὄφελος εἰδέναι τὰς αἰτιας τοῦ πῶς κινείται ὁ ἥλιος, φέρε εἰπεῖν, καὶ τὰ λοιπὰ ἄστρα ἡ τὰ γεωμετρικὰ θεωρήματα ἐπεσκέφθαι ἢ τὰ διαλεκτικὰ καὶ τῶν ἄλλων ἕκαστον μαθημάτων, πρὸς γὰρ καθηκόντων ἀπόδοσιν ταῦτα μηδὲν ὠφελεῖν, εἶναι τε ἀνθρωπίνην σύνεσιν τὴν Ἑλληνικὴν φιλοσοφίαν, μὴ γὰρ εἶναι διδακτήν τῆς ἀληθείας, ἐκεῖνα λεκτέον, πρῶτον μέν, ὅτι καὶ περὶ τὰ μέγιστα τῶν ὄντων πταίουσιν οὔτοι, τουτέστι τὴν προαίρεσιν τοῦ νοῦ. «οἱ γὰρ φυλάσσοντεσ», φησίν, «ὁσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὐρήσουσιν ἀπολογίαν.» ὁ γνωστικὸς γὰρ μόνος εὐλόγως πάντα ὁσίως πράξει τὰ πρακτέα, ὡς μεμάθηκεν κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν δι’ ἀνθρώπων παραλαβών, πάλιν τε αὖ ἀκούειν ἔξεστιν «ἐν γὰρ χειρὶ αὐτοῦ», τουτέστι τῇ δυνάμει καὶ σοφίᾳ, «καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.» «οὐθέν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.» ἔπειτα δὲ οὐκ ἀνέγνωσαν τὸ πρὸς τοῦ Σολομῶντος εἰρημένον. περὶ γὰρ νεὼς κατασκευῆς διαλαβὼν ἄντικρύς φησιν «τεχνῖτις δὲ σοφία κατεσκεύασεν ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια.» (94) καὶ πῶς οὐκ ἄλογον τεκτονικῆς καὶ ναυπηγικῆς χεῖρον νομίζειν φιλοσοφίαν; τάχα που καὶ ὁ κύριος τὸ πλῆθος ἐκεῖνο τῶν ἐπὶ τῆς πόας κατακλιθέντων καταντικρὺ τῆς Τιβεριάδος τοῖς ἰχθύσι τοῖς δυςὶ καὶ τοῖς ε τοῖς κριθίνοις διέθρεψεν ἄρτοις, αἰνισσόμενος τὴν προπαιδείαν Ἑλλήνων τε καὶ Ἰουδαίων πρὸ τοῦ θείου πυροῦ τῆς κατὰ τὸν νόμον γεωργουμένης τροφῆς προπετεστέρα γὰρ εἰς ὥραν θέρους τοῦ πυροῦ μᾶλλον ἡ κριθή. τὴν δὲ ἀνὰ τὸν κλύδωνα τὸν ἐθνικὸν γεννωμένην τε καὶ φερομένην φιλοσοφίαν Ἑλληνικὴν οἱ ἰχθύες ἐμήνυον, εἰς διατροφὴν ἐκτενῆ τοῖς ἔτι χαμαὶ κειμένοις δεδομένοι αὐξήσαντες μὲν οὐκέτι καθάπερ τῶν ἄρτων τὰ κλάσματα, τῆς δὲ τοῦ κυρίου μεταλαβόντες εὐλογίας τὴν ἀνάστασιν τῆς θειότητος διὰ τῆς τοῦ λόγου δυνάμεως ἐνεπνεύσθησαν. ἀλλ’ εἰ καὶ περὶεργος εἴ, ἐκλαβε θάτερον τῶν ἰχθύων τὴν ἐγκύκλιον, τὸν λοιπὸν δὲ αὐτὴν ἐκείνην τὴν ἐπαναβεβηκυῖαν μηνύειν φιλοσοφίαν, αἵ δῆτα συνάλογοι λόγου τοῦ κυριακοῦ χορὸς δὲ ἀναύδων ἰχθύων ἐπεῤῥόθει, ἡ μοῦσα ἡ τραγικὴ εἴρηκέν που. «κάμὲ δεῖ ἑλαττοῦσθαι, αὔξειν» δὲ μόνον ἤδη λοιπὸν τὸν κυριακὸν λόγον, εἰς ον περαιοῦται ὁ νόμος, ὁ προφήτης εἴρηκεν

 

 

141

Ἰωάννης. (95) σύνες ἤδη μοι τὸ μυστήριον τῆς ἀληθείας, συγγνώμην ἀπονέμων, εἰ ἔραιτέρω προβαίνειν τῆς ἐξεργασίας ὀκνῶ, τουτὶ μόνον ἀνακηρύσσων «πάντα δὶ αὐτοῦ γένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν.» ἀμέλει «λίθος ἀκρογωνιαῖοσ» ἴρηται, «ἐν ᾧ πᾶσα οἰκοδομή συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον θεοῦ» ἀτὰ τὸν θεῖον ἀπόστολον. σιωπῶ τὰ νῦν τὴν ἐν τῷ εὐαγγελίῳ παραβολήν λέγουσανˑ «ὁμοια ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σαγήνην εἰς θάλασσαν βεβληκότι κάκ τοῦ πλήθους τῶν ἑαλωκότων ἰχθύων τὴν ἐκλογὴν τῶν ἀμεινόνων ποιουμένῳ.» ἤδη δὲ καὶ τὰς τέσσαρας ἀρετάς ἄντικρυς ἡ παρ' ἡμῖν σοφία ὧδέ πῶς ἀνακηρύσσει, ὥστε καὶ τούτων τὰς πηγάς τοῖς Ἐλλησιν παρὰ Ἑβραίων δεδόσθαι. μαθεῖν δ’ ἐκ τῶνδ’ ἔξεστιν «καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταίσωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις.» ἐπὶ πᾶσιν εἰδέναι αὐτοὺς κάκεῖνο ἐχρήν, ὅτι φύσει μὲν γεγόναμεν πρὸς ἀρετὴν, οὐ μὴν ὥστε ἔχειν αὐτὴν ἐκ γενετῆς, ἀλλὰ πρὸς τὸ κτήσασθαι ἐπιτήδειοι.

 

XII

(96) Ὧ λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδάμ ἡ ἀτελής ἀλλ’ εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελές τὸ ἔργον καὶ μάλιστα ἄνθρωπος; εἰ δὲ τέλειος, πῶς παραβαίνει τὰς ἐντολάς; ἀκούσονται γὰρ καὶ παρ' ἡμῶν ὅτι τέλειος κατὰ τὴν κατασκευὴν οὐκ ἐγένετο, πρὸς δὲ τὸ ἀναδέξασθαι τὴν ἀρετὴν ἐπιτηδειος διαφέρει γὰρ δὴ που ἐπὶ τὴν ἀρετὴν γεγονέναι ἐπιτήδειον πρὸς τὴν κτῆσιν αὐτῆς ἡμᾶς δὲ ἐξ ἡμῶν αὐτῶν βούλεται σῴζεσθαι. αὕτη οὖν φύσις ψυχῆς ἐξ ἑαυτῆς ὀρμάν εἶτα λογικοὶ ὄντες λογικῆς οὔσης τῆς φιλοσοφίας συγγενές τι ἔχομεν πρὸς αὐτὴν ἡ δὲ ἐπιτηδειότης φορὰ μὲν ἐστι πρὸς ἀρετὴν, ἀρετὴ δ’ οὔ.

Πάντες μὲν οὖν, ὡς ἔφην, πρὸς ἀρετῆς κτῆσιν πεφύκασιν, ἀλλ’ ο μὲν μᾶλλον, ο δ’ ἧττον πρόσεισι τῇ τε μαθήσει τῇ τε ἀσκήσει, διὸ καὶ οἱ μὲν ἐξήρκεσαν μέχρι τῆς τελείας ἀρετῆς, οἱ δὲ μέχρι τινὸς ἔφθασαν, ἀμεληθέντες δ’ αὖ τινες, καὶ εἰ ἄλλως ἦσαν εὐφυεῖς, εἰς τούναντίον ἀπετράπησαν. (97) πολὺ δὲ μᾶλλον ἡ

 

 

142

μεγεθει πασῶν μαθήσεων καὶ ἀληθείᾳ διαφέρουσα γνῶσις χαλεπωτάτη κτησασθαι καὶ ἐν πολλῷ καμάτῳ περιγίνεται. ἀλλ’, ὡς ἔοικεν, «οὐκ ἔγνωσαν μυστήρια θεοῦ, ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδιας ἰδιότητος ἐποίησεν αὐτόν», καθ' ἤν ἰδιότητα τοῦ πάντα εἰδότος ὁ γνωστικὸς καὶ «δίκαιος καὶ ὅσιος μετὰ φρονήσεωσ» εἰς μέτρον ἡλικίας τελείας ἀφικνείσθαι σπεύδει, ὅτι δ’ οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ, «ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸσ» φησὶν «ἐπὐρωσάς με καὶ οὐχ εὐρέθη ἐν ἐμοὶ ἀδικία, ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων» καὶ τί λέγει «τὰ ἔργα τῶν ἀνθρώπων»; αὐτὴν τὴν ἁμαρτίαν γνωρίζει, οὐ παραχθεῖσαν ἐπὶ μετάνοιαν (κοινὸν γὰρ τοῦτο καὶ τῶν ἄλλων πιστῶν), ἀλλ’ ὅ ἐστιν ἁμαρτία οὐδὲ γὰρ τῆσδε τίνος καταγινώσκει, ἀλλ’ ἁπλῶς πάσης τῆς ἁμαρτίας οὐδ' ὃ ἐποίησεν τις κακῶς, ἀλλὰ τὸ μὴ ποιητέον συνίστησιν. ὅθεν καὶ ἡ μετάνοια δισσή ἤ μὲν κοινὴ ἐπὶ τῷ πεπλημμεληκεναι, ἤ δέ, τὴν φύσιν τῆς ἁμαρτίας καταμαθοῦσα, ἀφίστασθαι τοῦ ἁμαρτάνειν αὐτοῦ κατὰ προηγούμενον λόγον πείθει, ᾧ ἕπεται τὸ μὴ ἁμαρτάνειν.

(98) Μὴ τοίνυν λεγόντων ὡς ὁ ἀδικῶν καὶ ἁμαρτάνων κατ’ ἐνέργειαν δαιμόνων πλημμελεῖ, ἐπεὶ κἂν ἀθῷος γένοιτο, τὰ δὲ αὐτὰ τοῖς δαιμονίοις κατὰ τὸ ἁμαρτάνειν αἰρούμενος, ἀνέδραστος καὶ κοῦφος καὶ εὐμετάβολος ἐν ἐπιθυμίαις, ὡς δαίμων, γίνεται ἄνθρωπος δαιμονικός, αὐτίκα ὁ μὲν κακὸς φύσει, ἁμαρτητικὸς διὰ κακίαν γενόμενος, φαῦλος καθέστηκεν, ἔχων ἦν ἑκὼν εἰλετο ἁμαρτητικὸς δὲ ὧν καὶ κατὰ τὰς πράξεις διαμαρτάνει ἔμπαλιν δὲ ὁ σπουδαίος κατορθοῖ. διὸ οὐ μόνον τὰς ἀρετάρ, ἀλλὰ καὶ τὰς πράξεις τὰς καλάς ἀγαθὰ καλοῦμεν τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δι’ αὐτὰ αἰρετά, ὡς τὴν γνῶσιν (οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ, ἡ μόνον τὸ παρεῖναι αὐτὴν καὶ ἐν ἀδιαλείπτῳ θεωρίᾳ ἡμᾶς εἶναι καὶ εἰς αὐτὴν καὶ δι’ αὐτὴν ἀγωνίζεσθαι), τὰ δὲ δι’ ἕτερα, <ὡσ> τὴν πίστιν διὰ τὴν ἐξ αὐτῆς περιγενομενην φυγὴν τε τῆς κολάσεως καὶ ὠφέλειαν τὴν ἐκ τῆς ἀνταποδόσεως. φόβος μὲν γὰρ αἴτιος τοῦ μὴ ἁμαρτάνειν τοῖς πολλοῖς, ἐπαγγελία δὲ ἀφορμὴ τοῦ διώκειν ὑπακοὴν, δι’ ἧς ἡ σωτηρία. (99) τελειότατον ἄρα ἀγαθὸν ἡ γνῶσις, δὶ αὐτὴν οὖσα αἰρετή, κατ' ἐπακολούθημα δὲ

 

 

143

καὶ τὰ διὰ ταύτης ἀκολουθοῦντα καλά. καὶ ἡ κόλασις τῷ μὲν κολαζομένῳ διορθώσεως αἰτία, τοῖς δὲ διορᾶν πόῤῥωθεν δυναμένοις παράδειγμα γίνεται, δὶ οὗ τὸ συνεμπίπτειν τοῖς ὁμοίοις ἀνακόπτουσιν. δεξώμεθα οὖν τὴν γνῶσιν οὐ τῶν ἀπο βαινόντων ἐφιέμενοι, ἀλλ’ αὐτοῦ ἔνεκα τοῦ γινώσκειν ἀσπαζόμενοι. πρώτη γὰρ ὠφέλεια ἡ ἕξις ἡ γνωστική, ἡδονὰς ἀβλαβεῖς παρεχομένη καὶ ἀγαλλίασιν καὶ νῦν καὶ εἰς ὕστερον. τὴν δὲ ἀγαλλίασιν εὐφροσύνην εἶναι φασιν, ἐπιλογισμὸν οὖσαν τῆς κατὰ τὴν ἀλήθειαν ἀρετῆς διὰ τινὸς ἐστιάσεως καὶ διαχύσεως ψυχικῆς, τὰ δὲ μετέχοντα τῆς γνώσεως ἔργα αἰ ἀγαθαὶ καὶ καλαὶ πράξεις εἰσίν. πλοῦτος μὲν γὰρ ἀληθὴς ὁ ἐν ταῖς κατὰ τὴν ἀρετὴν πράξεσι πλεονασμός, πενία δὲ ἡ κατὰ τὰς κοσμικὰς ἐπιθυμίας ἀπορία. αἰ κτήσεις γὰρ καὶ χρήσεις τῶν ἀναγκαίων οὐ τὴν ποιότητα ἔχουσι βλαβεράν, ἀλλὰ τὴν παρὰ τὸ μέτρον ποσότητα. (100) διόπερ τὰς ἐπιθυμίας ὁ γνωστικὸς περιγράφει κατὰ τε τὴν κτῆσιν κατὰ τε τὴν χρήσιν, οὐχ ὑπερβαίνων τὸν τῶν ἀναγκαίων ὅρον. τὸ ζῆν ἄρα τὸ ἐνταῦθα ἀναγκαῖον ἡγούμενος εἰς ἐπιστήμης συναύξησιν καὶ τὴν περιποίησιν τῆς γνώσεως, οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ζῆν περὶ πλείστου ποιήσεται, μήτ’ οὖν παῖδας μήτ’ αὖ γάμον ἢ τοὺς γονεῖς τῆς πρὸς τὸν θεὸν ἀγάπης καὶ τῆς ἐν βίῳ δικαιοσύνης προτιμῶν. ἀδελφὴ δὲ τούτῳ ἡ γυνὴ μετὰ τὴν παιδοποιίαν, ὡς καὶ ὁμοπάτρια, κρίνεται, τότε μόνον τοῦ ἀνδρὸς ἀναμιμνησκομένη, ὁπηνίκα ἂν τοῖς τέκνοις προσβλέπῃ, ὡς ἂν ἀδελφὴ τῷ ὄντι ἐσομένη καὶ μετὰ τὴν ἀπόθεσιν τῆς σαρκὸς τῆς διαχωριζούσης καὶ διοριζούσης τὴν γνῶσιν τῶν πνευματικῶν τῇ ἰδιότητι τῶν σχημάτων, αὐταὶ γὰρ καθ’ αὐτὰς ἐπ' ἴσης εἰσὶ ψυχαὶ αἰ ψυχαὶ οὐθέτεραι, οὔτε ἄῤῥενες οὔτε θήλειαι, ἐπὰν μήτε γαμῶσι μήτε γαμίσκωνται καὶ μὴ τι οὕτως μετατίθεται εἰς τὸν ἄνδρα ἡ γυνή, ἀθήλυντος ἐπ' ἴσης καὶ ἀνδρικὴ καὶ τελεία γενομένη. (101) τοῦτ' ἦν ἄρα ὁ τῆς Σάῤῥας γένεσιν παιδὸς εὐαγγελισθείσης γέλως, οὐκ ἀπιστησάσης, οἶμαι, τῷ ἀγγέλῳ, καταιδεσθείσης δὲ ἐκείνην αὖθις τὴν ὁμιλίαν, δι’ ἧς ἔμελλεν παιδὸς γενήσεσθαι μήτηρ. καὶ μὴ τι ἔκτοτε ὁ Ἀβραὰμ, ὁπηνίκα παρὰ τῷ βασιλεῖ τῆς Αἰγύπτου διὰ τὸ τῆς Σάῤῥας ἐκινδύνευεν κάλλος, οἰκείως αὐτὴν ἀδελφὴν προσεῖπεν καὶ ὁμοπατρίαν, ἀλλ’ [οὔτε] ὁμομητρίαν οὐδέπω.

 

 

144

Τοῖς μὲν οὖν ἐξ ἁμαρτιῶν μετανενοηκόσι καὶ μὴ στερεῶς πεπιστευκόσι διὰ τῶν δεήσεων παρέχει ὁ θεὸς τὰ αἰτήματα, τοῖς δ’ ἀναμαρτήτως καὶ γνωστικῶς βιοῦσιν ἐννοησαμένοις μόνον δίδωσιν. αὐτίκα τῇ Ἄννῃ ἐννοηθείσῃ μόνον τοῦ παιδὸς ἐδόθη σύλληψις τοῦ Σαμουήλ, «αἴτησαι», φησὶν ἡ γραφή, «καὶ ποιήσω ἐννοήθητι καὶ δώσω.» «καρδιογνώστην» γὰρ τὸν θεὸν παρειλήφαμεν, οὐκ ἐκ κινήματος ψυχῆς τεκμαιρόμενον καθάπερ ἡμεῖς οἱ ἄνθρωποι, ἀλλ’ οὐδὲ ἐκ τοῦ ἀποβαίνοντος (γελοῖον γὰρ οὕτως νοεῖν), οὐδέ, ὡς ὁ ἀρχιτέκτων γενόμενον τὸ ἔργον ἐπηνεσε, καὶ ὁ θεὸς οὕτως ποιήσας τὸ φῶς, ἔπειτα ἰδών, καλὸν εἶπενδ δέ, καὶ πρὶν ἢ ποιῆσαι, οἷον ἔσται, εἰδώς, τοῦτο ἐπῄνεσεν τὸ <δ’> ἐγένετο δυνάμει ποιοῦντος καλὸν ἄνωθεν διὰ τῆς ἀνάρχου προθέσεως τὸ ἐσόμενον ἐνεργείᾳ καλὸν, αὐτίκα τὸ ἐσόμενον ἤδη προεῖπεν εἶναι καλόν, τῆς φράσεως ὑπερβατῷ κρυψάσης τὴν ἀλήθειαν.

(102) Εὔχεται τοίνυν ὁ γνωστικὸς καὶ κατὰ τὴν ἔννοιαν πᾶσαν [τὴν] ὥραν, δι’ ἀγάπης οἰκειούμενος τῷ θεῷ. καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὐ ποιεῖν δύνασθαι καὶ πᾶσαν τὴν κατὰ τὸν κύριον δημιουργίαν τε καὶ οἰκονομίαν συνιέναι, ἵνα δή, «καθαρὸς τὴν καρδίαν» γενόμενος, δι’ ἐπιγνώσεως τῆς διὰ τοῦ υἱοῦ τοῦ θεοῦ «πρόσωπον πρὸς πρόσωπον» τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης γραφῆς «ἀγαθὸν νηστεία μετὰ προσευχῆσ» νηστεῖαι δὲ ἀποχὰς κακῶν μηνύουσιν πάντων ἁπαξαπλῶς, τῶν τε κατ' ἐνέργειαν καὶ κατὰ λόγον καὶ κατὰ τὴν διάνοιαν αὐτὴν. ὡς ἔοικεν οὖν ἡ δικαιοσύνη τετράγωνὸς ἐστι, πάντοθεν ἴση καὶ ὁμοια ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιίᾳ, ἐν τελειότητι γνωστικῇ, οὐδαμῇ οὐδαμῶς χωλεύουσα, ἵνα μὴ ἄδικὸς τε καὶ ἄνισος φανῇ. ἡ μὲν οὖν τις ἐστι δίκαιος, πάντως οὗτος καὶ πιστός, ᾗ δὲ πιστός, οὐδέπω καὶ δίκαιος, τὴν κατὰ προκοπὴν καὶ τελείωσιν δικαιοσύνην λέγω, καθ’ ἣν ὁ γνωστικὸς δίκαιος λέγεται. (103) αὐτίκα τῷ Ἀβραὰμ πιστῷ γενομένῳ «ἐλογίσθῃ εἰς δικαιοσύνην», εἰς τὸ μεῖζον καὶ τελειότερον τῆς πίστεως προβεβηκότι. οὐ γὰρ ὁ ἀπεχόμενος μόνον τῆς κακῆς πράξεως δίκαιος, ἐὰν μὴ προσεξεργάσηται καὶ τὸ εὖ ποιεῖν καὶ τὸ γινώσκειν, δι’ ἣν αἰτίαν τῶν μὲν ἀφεκτέον, τὰ δ’ ἐνεργητέον. «διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν

 

 

145

καὶ ἀριστερῶν» φησὶν ὁ ἀπόστολος παραπέμπεσθαι τὸν δίκαιον εἰς κληρονομίαν τὴν ἄκραν, ὑπὸ μὲν τῶν πεφραγμένον, τοῖς δὲ καὶ ἐνεργοῦντα. οὐ γὰρ ἡ σκέπη μόνη τῆς παντευχίας καὶ ἡ τῶν ἁμαρτημάτων ἀποχῆ ἱκανὴ πρὸς τελείωσιν, εἰ μὴ προσλάβοι τὸ ἔργον τῆς δικαιοσύνης, τὴν εἰς εὐποιίαν ἐνέργειαν. τότε ὰπεριδέξιος ἡμῖν καὶ γνωστικὸς ἐν δικαιοσύνη ἀποκαλύπτεται, δεδοξασμένος ἤδη κάνθένδε καθάπερ ὁ Μωυσῆς τὸ πρόσωπον [τῆς ψυχῆσ], ὅπερ ἐν τοῖς πρόσθεν ἰδίωμα χαρακτηριστικὸν τῆς δικαίας εἰρήκαμεν ψυχῆς. καθάπερ γὰρ τοῖς ἐρίοις ἡ στῦῴις τῆς βαφῆς ἐμμείνασα τὴν ἰδιότητα καὶ παραλλαγὴν πρὸς τὰ λοιπὰ παρέχει ἔρια οὕτως κάπὶ τῆς ψυχῆς ὁ μὲν πόνος παρῆλθεν, μένει δὲ τὸ καλόν, καὶ τὸ μὲν ἡδὺ καταλείπεται, ἀναμάσσεται δὲ τὸ αἰσχρόν, αὗται γὰρ ἐκατέρας ψυχῆς χαρακτηριστικαὶ ποιότητες, ἀφ' ὧν γνωρίζεται ἡ μὲν δεδοξασμένη, ἡ δὲ κατεγνωσμένη. (104) ναὶ μὴν καθάπερ τῷ Μωυσεῖ ἐκ τῆς δικαιοπραγίας καὶ τῆς κατὰ τὸ συνεχές πρὸς τὸν θεὸν τὸν λαλοῦντα αὐτῷ ὁμιλίας ἐπίχροιά τις ἐπεκάθιζε τῷ προσώπῳ δεδοξασμένη, οὕτως καὶ τῇ δικαίᾳ ψυχῇ θεῖα τις ἀγαθωσύνης δύναμις κατὰ τε ἐπισκοπήν κατὰ τε τὴν προφητείαν κατὰ τε τὴν διοικητικὴν ἐνέργειαν ἐγχριπτομένη οἷον ἀπαυγάσματος νοεροῦ καθάπερ ἡλιακῆς ἀλέας ἐναποσημαίνεταί τι, «δικαιοσύνης σφραγῖδα» ἐπιφανῆ, φῶς ἡνωμένον ψυχῇ δι' ἀγάπης ἀδιαστάτου, θεοφορούσης καὶ θεοφορουμένης. ἐνταῦθα ἡ ἐξομοίωσις ἡ πρὸς τὸν σωτῆρα θεὸν ἀνακύπτει τῷ γνωστικῷ, εἰς ὅσον ἀνθρωπίνῃ θεμιτὸν φύσει, γινομένῳ τελείῳ «ὡς ὁ πατὴρ«, φησίν, «ὁ ἐν τοῖς οὐρανοῖσ». αὐτός ἐστιν ὁ εἰπώνˑ «τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι», ἐπεὶ καὶ ὁ θεός, οὐχ ᾗ φύσει ἀγαθὸς ἐστι, ταύτῃ μένει μακάριος καὶ ἄφθαρτος, «οὔτε πράγματ' ἔχων οὔτε ἄλλῳ παρέχων», ποιῶν δὲ ἰδίως ἀγαθά, θεὸς ὄντως καὶ πατὴρ ἀγαθὸς ὤν τε καὶ γινόμενος ἐν ἀδιαλείπτοις εὐποιίαις, ἐν ταύτότητι τῆς ἀγαθωσύνης ἀπαραβάτως μένει, τί γὰρ ὄφελος ἀγαθοῦ μὴ ἐνεργοῦντος μηδὲ ἀγαθύνοντος;

 

XIII

(105) Ὁ τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος «ἰσάγγελοσ« μὲν ἐνταῦθα

 

 

146

φωτεινὸς δὲ ἤδη καὶ ὡς ὁ ἥλιος λάμπων κατὰ τὴν εὐεργεσίαν σπεύδει τῇ γνώσει τῇ δικαίᾳ δι’ ἀγάπης θεοῦ ἐπι τὴν ἁγίαν μονὴν καθάπερ οἱ ἀπόστολοι, οὐχ, ὅτι ἦσαν ἐκλεκτοί, γενόμενοι ἀπόστολοι κατὰ τι φύσεως ἐξαίρετον ἰδίωμα, ἐπεὶ καὶ ὁ Ἰούδας ἐξελέγη σὺν αὐτοῖς, ἀλλ’ οἷοί τε ἦσαν ἀπόστολοι γενέσθαι ἐκλεγέντες πρὸς τοῦ καὶ τὰ τέλη προορωμένου. ὁ γοῦν μὴ σὺν αὐτοῖς ἐκλεγείς Ματθίας, ἄξιον ἑαυτὸν παραστχόμενος τοῦ γενέσθαι ἀπόστολον, ἀντικατατάσσεται Ἰούδα. (106) ἔξεστιν οὖν καὶ νῦν ταῖς κυριακαῖς ἐνασκήσαντας ἐντολαῖς, κατὰ τὸ εὐαγγέλιον τελείως βιώσαντας καὶ γνωστικῶς, εἰς τὴν ἐκλογὴν τῶν ἀποστόλων ἐγγραφῆναι. οὗτος πρεσβύτερός ἐστι τῷ ὅντι τῆς ἐκκλησίας καὶ διάκονος ἀληθὴς τῆς τοῦ θεοῦ βουλήσεως, ἐὰν ποιῇ καὶ διδάσκῃ τὰ τοῦ κυρίου, οὐχ ὑπ' ἀνθρώπων χειροτονούμενος οὐδ’ ὅτι πρεσβύτερός, δίκαιος νομιζόμενος, ἀλλ’, ὅτι δίκαιος, ἐν πρεσβυτερίῳ καταλεγόμενος κἂν ἐνταῦθα ἐπὶ γῆς πρωτοκαθεδρίᾳ μὴ τιμηθῇ, ἐν τοῖς εἴκοσι καὶ τέσσορσι καθεδεῖται θρόνοις τὸν λαὸν κρίνων, ὥς φησιν ἐν τῇ ἀποκαλύψει Ἰωάννης, μία μὲν γὰρ τῷ ὄντι διαθήκη ἡ σωτήριος ἀπὸ καταβολῆς κόσμου εἰς ἡμᾶς διήκουσα, κατὰ διαφόρους γενεάς τε καὶ χρόνους διάφορος εἶναι τὴν δόσιν ὑποληφθεῖσα. ἀκόλουθον γὰρ εἶναι μίαν ἀμετάθετον σωτηρίας δόσιν παρ' ἑνὸς θεοῦ δι’ ἑνὸς κυρίου «πολυτρόπωσ« ὠφελοῦσαν, δι’ ἣν αἰτίαν τὸ «μεσότοιχον» αἴρεται τὸ διορίζον τοῦ Ἰουδαίου τὸν Ἕλληνα εἰς περιούσιον λαόν. (107) καὶ οὕτως ἄμφῳ «εἰς τὴν ἑνότητα τῆς πίστεωσ» καταντῶσιν, καὶ ἡ ἐξ ἀμφοῖν ἐκλογὴ μία. καὶ τῶν ἐκλεκτῶν, φησίν, ἐκλεκτότεροι οἱ κατὰ τὴν τελείαν γνῶσιν καὶ τῆς ἐκκλησίας αὐτῆς ἀπηνθισμένοι καὶ τῇ μεγαλοπρεπεστάτῃ δόξῃ τετιμημένοι, κριταί τε καὶ διοικηταί, ἐπ' ἴσης ἐκ τε Ἰουδαίων ἔκ τε Ἑλλήνων, οἱ τέσσαρες καὶ εἰκοσι, διπλασιασθείσης τῆς χάριτος ἐπεὶ καὶ αἱ ἐνταῦθα κατὰ τὴν ἐκκλησίαν προκοπαί ἐπισκόπων, πρεσβυτέρων, διακόνων μιμήματα, οἶμαι, ἀγγελικῆς δόξης κάκείνης τῆς οἰκονομίας τυγχάνουσιν, ἣν ἀναμένειν φασιν αἰ γραφαὶ τοὺς κατ' ἴχνος τῶν ἀποστόλων ἐν τελειώσει δικαιοσύνης κατὰ τὸ εὐαγγέλιον βεβιωκότας. «ἐν νεφέλαισ» τούτους ἀρθέντας γράφει ὁ ἀπόστολος διακονήσειν μὲν τὰ πρῶτα, ἔπειτα ἐγκαταταγήναι τῷ πρεσβυτερίῳ κατά

 

 

147

προκοπὴν δόξης (δόξα γὰρ δόξης διαφέρει), ἄχρις ἂν «εἰς τέλειον ἄνδρα« αὐξήσωσιν.

 

XIV

(108) οἱ τοιοῦτοι κατὰ τὸν Δαβὶδ «καταπαύσουσιν ἐν ὄρει ἀγίῳ θεοῦ», τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ’ ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ καθαροὶ τὴν καρδίαν, ἐν οἷς δόλος οὐδείς, οἱ μὴ καταμείναντες ἐν ἐβδομάδι ἀναπαύσεως, ἀγαθοεργίᾳ δὲ θείας ἐξομοιώσεως εἰς ὀγδοαδικῆς εὐεργεσίας κληρονομιάν ὑπερκύψαντες, ἀκορέστου θεωρίας εἰλικρινεῖ ἐποπτείᾳ προσανέχοντες. «ἔστιν δὲ καὶ ἀλλα», φησὶν ὁ κύριος, «πρόβατα, ἃ οὐκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτησ», ἄλλης αὐλῆς καὶ μονῆς ἀναλόγως τῆς πίστεως κατηξιωμένα. «τὰ δὲ ἐμά πρόβατα τῆς ἐμῆς ἀκούει φωνῆσ», συνιέντα γνωστικῶς τὰς ἐντολὰς τὸ δ’ ἔστιν μεγαλοφρόνως καὶ ἀξιολόγως ἐκδέχεσθαι σὺν καὶ τῇ τῶν ἔργων ἀνταποδόσει τε καὶ ἀντακολουθίᾳ. ὥστε ὅταν ἀκούσωμεν «ή πίστις σου σέσωκέν σε», οὐχ ἁπλῶς τοὺς ὁπωσοῦν πιστεύσαντας σωθησεσθαι λέγειν αὐτὸν ἐκδεχόμεθα, ἐὰν μὴ καὶ τὰ ἔργα ἐπακολουθήση. αὐτίκα Ἰουδαῖοις μόνοις ταύτην ἔλεγε τὴν φωνὴν τοῖς νομικῶς καὶ ἀνεπιλήπτως βεβιωκόσιν, οἷς μόνον ἡ εἰς τὸν κύριον ὑπελείπετο πίστις. (109) οὐκ ἄν οὖν μετὰ ἀκρασίας πιστὸς τις εἰή, ἀλλὰ κἂν <μὴ> ἐξέλθῃ τὴν σάρκα, ἀποθέσθαι τὰ πάθη ἀνάγκη τοῦτον, ὡς εἰς τὴν μονήν τὴν οἰκείαν χωρῆσαι δυνηθῆναι. πλέον δὲ ἐστι τοῦ πιστεῦσαί τὸ γνῶναι, καθάπερ ἀμέλει τοῦ σωθῆναι τὸ καὶ μετὰ τὸ σωθῆναι τιμῆς τῆς ἀνωτάτω ἀξιωθῆναι. διὰ πολλῆς τοίνυν τῆς παιδείας ἀπεκδυσάμενος τὰ πάθη ὁ πιστὸς ἡμῖν μέτεισιν ἐπὶ τὴν βελτίονα τῆς προτέρας μονῆς, μεγίστην κόλασιν ἐπιφερόμενος τὸ ἰδίωμα τῆς μετανοίας ὧν ἐξήμαρτεν μετὰ τὸ βάπτισμα. ἀνιάται γοῦν ἔτι μᾶλλον ἤτοι μηδέπω ἡ καὶ μηδ’ ὅλως τυγχάνων ὧν ἄλλους ὁρᾷ μετειληφότας. πρὸς δὲ καὶ ἐπαισχύνεται τοῖς πλημμεληθεῖσιν αὐτῷ, αἵ δὴ μέγισται κολάσεις εἰσὶ τῷ πιστῷ. ἀγαθὴ γὰρ ἡ τοῦ θεοῦ δικαιοσύνη καὶ δικαία ἐστὶν ἡ ἀγαθότης αὐτοῦ. κἂν παύσωνται ἄρα που αἰ τιμωρίαι κατὰ τὴν ἀποπλήρωσιν τῆς ἐκτίσεως καὶ τῆς ἐκάστου ἀποκαθάρσεως, μεγίστην ἔχουσι παραμένουσαν

 

 

148

λύπην οἰ τῆς ἄλλης ἄξιοι εὐρεθέντες αὐλῆς τὴν ἐπὶ τῷ μὴ συνεῖναί τοῖς διὰ δικαιοσύνην δοξασθεῖσιν.

(110) Αὐτίκα ο Σολομὼν σοφὸν καλῶν τὸν γνωστικὸν περὶ τῶν θαυμαζόντων αὐτοῦ τὸ ἀξίωμα τῆς μονῆς τάδε φησίν «ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσι, τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος» ἐπὶ τε τῆς δόξης «ἐροῦσιν» αὐτοῦ «οὗτος ἤν ὅν ἔσχομεν πότε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἑλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν;» οὐ μόνον τοίνυν ὁ πιστός, ἀλλὰ καὶ ὁ ἐθνικὸς δικαιότατα κρίνεται. ἐπειδὴ γὰρ ᾔδει ὁ θεός, ἅτε προγνώστης ὤν, μὴ πιστεύσοντα τοῦτον, οὐδὲν ἧττον, ὅπως τὴν γε καθ’ ἑαυτὸν ἀναδέξηται τελείωσιν, ἔδωκεν μὲν φιλοσοφίαν αὐτῷ, ἀλλὰ πρὸ τῆς πίστεως, ἔδωκεν δὲ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα εἰς θρησκείαν, ἃ ἐποίησεν ὁ θεὸς τοῖς ἔθνεσιν, φησὶν ὁ νόμος, ἵνα μὴ τέλεον ἄθεοι γενόμενοι τελεως καὶ διαφθαρῶσιν. οἱ δὲ κἂν ταύτῃ γενόμενοι τῇ ἐντολῇ ἀγνώμονες, γλυπτοῖς προσεσχηκότες ἀγάλμασι, ἂν μὴ μετανοήσωσι, κρίνονται, οἳ μεν, ὅτι δυνηθέντες οὐκ ἠθέλησαν πιστεῦσαί τῷ θεῷ, οἳ δέ, ὅτι καὶ θελήσαντες οὐκ ἐξεπόνησαν περιγενέσθαι πιστοί (111) ναὶ μὴν κάκεῖνοι οἱ ἀπὸ τῆς τῶν ἄστρων σεβήσεως μὴ ἐπαναδραμόντες ἐπὶ τὸν τούτων ποιητήν, ὁδὸς γὰρ ἦν αὕτη δοθεῖσα τοῖς ἔθνεσιν ἀνακῦψαι πρὸς θεὸν διὰ τῆς τῶν ἄστρων θρησκείας, οἱ δὲ μὴ ἐπὶ τούτοις θελήσαντες ἐπιμεῖναι τοῖς δοθεῖσιν αὐτοῖς ἀστράσιν, ἀλλὰ καὶ τούτων ἀποπεσόντες εἰς λίθους καὶ ξύλα, «ὡς χνοῦσ», φησίν, «ἐλογίσθησαν καὶ ὡς σταγὼν ἀπὸ κάδου», περισσοὶ εἰς σωτηρίαν, οἱ ἀποῤῥιπτόμενοι τοῦ σώματος, ὥσπερ οὖν τὸ μὲν ἁπλῶς σῴζειν τῶν μέσων ἐστὶν, τὸ δ’ ὀρθῶς καὶ δεόντως κατόρθωμα, οὕτως καὶ πᾶσα πρᾶξις γνωστικοῦ μὲν κατόρθωμα, τοῦ δὲ ἁπλῶς πιστοῦ μέση πρᾶξις λέγοιτ’ ἀν, μηδέπω κατὰ λόγον ἐπιτελουμένῃ μηδὲ μὴν κατ’ ἐπίστασιν κατορθουμένη. πᾶσα δὲ ἔμπαλιν τοῦ ἐθνικοῦ ἁμαρτητικη οὐ γὰρ τὸ ἁπλῶς εὖ πράττειν, ἀλλὰ τὸ πρὸς τίνα σκοπὸν τὰς πράξεις ποιεῖσθαι καὶ <κατὰ> λόγον ἐνεργεῖν καθήκον αἰ γραφαὶ παριστάσιν. (112) καθάπερ οὖν τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον οὐδὲ μὴν τοῖς ἀπείροις τοῦ αὐλεῖν αὐλῶν, οὕτως

 

 

149

οὑδὲ πραγμάτων ἀπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσι καῖ εἰδόσιν ὅπως αὐτοῖς παρ' ὅλον τὸν βίον χρηστέον. τὸν γοῦν τῆς ἑλευθερίας ἀγῶνα οὐ μόνον ἐν πολέμοις ἀγωνίζονται οἱ πολέμων ἀθληταί, ἀλλὰ καὶ ἐν συμποσίοις καὶ ἐπὶ κοίτης κἂν τοῖς δικαστηρίοις οἱ ἀλειψάμενοι τῷ λόγῳ, αἰχμάλωτοι γενέσθαι ἡδονῆς αἰσχυνόμενοι

οὐ μήποτε τάν ἀρετὰν ἀλλάξομαι ἀντ' ἀδικου κέρδους,

ἄδικον δὲ ἄντικρυς κέρδος ἡδονὴ καὶ λύπη πόθος τε καὶ φόβος καὶ συνελόντι εἰπεῖν τὰ πάθη τῆς ψυχῆς, ὧν τὸ παραυτίκα τερπνὸν ἀνιαρὸν εἰς τούπιόν. «τί γὰρ ὅφελος, ἐὰν τὸν κόσμον κερδήσης,» φησί, «τὴν δὲ ψυχὴν ἀπολέσῃς;» δῆλον οὖν τοὺς μὴ ἐπιτελοῦντας τὰς καλὰς πράξεις οὐδὲ γιγνώσκειν τὰ ὠφέλιμα ἑαυτοῖς. εἰ δὲ τοῦτο, οὐδὲ εὔξασθαι ὀρθῶς οἷοί τε οὗτοι παρὰ τοῦ θεοῦ λαβεῖν τὰ ἀγαθά, ἀγνοοῦντες τὰ ὄντως ἀγαθά, οὐδ’ ἄν λαβόντες αἴσθοιντο τῆς δωρεᾶς οὐδ’ ἂν τι ἀπολαύσειαν κατ’ ἀξίαν οὗ μὴ ἔγνωσαν, ὑπὸ τε τῆς ἀπειρίας τοῦ χρήσασθαι τοῖς δοθεῖσι καλῶς ὑπὸ τε τῆς ἄγαν ἀμαθίας, μηδέπω <πῶσ> χρηστέον ταῖς θείαις δωρεαῖς ἐγνωκότες. ἀμαθία δὲ ἀγνοίας αἰτία.

(113) Καί μοι δοκεῖ κομπώδους μὲν εἶναι ψυχῆς καύχημα, πλὴν εὐσυνειδήτου, ἐπιφθέγγεσθαι τοῖς κατὰ περίστασιν συμβαίνουσι

πρὸς ταῦθ’ ὅ τι χρὴ καὶ παλαμάσθωνˑ

τὸ γὰρ εὖ μετ' ἐμοῦ

καὶ τὸ δίκαιον σύμμαχον ἔσται,

καὶ οὐ μὴ ποτε ἀλῶ, καλὰ πράσσων.

αὕτη δὲ ἡ εὐσυνειδησία τὸ ὅσιον τὸ πρὸς τὸν θεὸν καὶ τὸ πρὸς τοὺς ἀνθρώπους δίκαιον διασῴζει, καθαρὰν τὴν ψυχὴν φυλάττουσα διανοήμασι σεμνοῖς καὶ λόγοις ἁγνοῖς καὶ τοῖς δικαίοις ἔργοις. οὕτως δύναμιν λαβοῦσα κυριακὴν ἡ ψυχὴ μελετᾷ θεός, κακὸν μὲν οὐδὲν ἄλλο πλὴν ἀγνοίας εἶναι νομίζουσα καὶ τῆς μὴ κατὰ τὸν ὀρθὸν λόγον ἐνεργείας, ἀεὶ δὲ εὐχαριστοῦσα ἐπὶ πᾶσι τῷ θεῷ δι’ ἀκοῆς δικαίας καὶ ἀναγνώσεως θείας, διὰ ζητήσεως ἀληθοῦς, διὰ προσφορᾶς ἁγιας, δι’ εὐχῆς μακαρίας, αἰνοῦσα, ὑμνοῦσα, εὐλογοῦσα, ψάλλουσα οὐ διορίζεται ποτε τοῦ θεοῦ κατ' οὐδένα καιρὸν ἡ τοιάδε ψυχή, εἰκότως οὖν εἴρηται «καὶ οἰ

 

 

150

πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ.« ὁρᾷς οἴα περὶ τῶν γνωστικῶν διαλέγεται ἡ σοφία, ἀναλόγως ἄρα καὶ <αἱ> μοναί ποικίλαι κατ’ ἀξίαν τῶν πιστευσάντων. (114) αὐτίκα ὁ Σολομών «δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως ἡ χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος.» τὸ συγκριτικὸν γὰρ δείκνυσι μὲν τὰ ὑποβεβηκότα ἐν τῷ ναῷ τοῦ θεοῦ, ὃς ἐστιν ἡ πᾶσα ἐκκλησία, ἀπολείπει δὲ ἐννοεῖν καὶ τὸ ὑπερθετικόν, ἔνθα ὁ κύριὸς ἐστιν. ταύτας ἐκλεκτὰς οὔσας τὰς τρεῖς μονὰς οἱ ἐν τῷ εὐαγγελίῳ ἀριθμοί αἰνίσσονται, ὁ τριάκοντα καὶ <ὁ> ἑξήκοντα καὶ ὁ ἐκατόν. καὶ ἡ μὲν τελεία κληρονομιά τῶν «εἰς ἄνδρα τέλειον» ἀφικνουμένων κατ’ εἰκόνα τοῦ κυρίου, ἡ δὲ ὁμοίωσις οὐχ, ὡς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον (ἄθεος γὰρ ἥδε ἡ ἐπιφορά) οὐδὲ μὴν ἡ κατ' ἀρετὴν, ἡ πρὸς τὸ πρῶτον αἴτιον ἀσεβής γὰρ καὶ ἥδε ἡ ἐκδοσις, τὴν αὐτὴν ἀρετήν εἶναι ἀνθρώπου καὶ τοῦ παντοκράτορος θεοῦ προσδοκησάντων «ὑπέλαβεσ», φησὶν «ἀνομίαν, ὅτι ἔσομαι σοι ὅμοιος »άλλ' «ἀρκετὸν γὰρ τῷ μαθητῃ γενέσθαι ὡς ὁ διδάσκαλοσ», λέγει ὁ διδάσκαλος, καθ’ ὁμοίωσιν οὖν τοῦ θεοῦ ο εἰς υἱοθεσίαν καὶ φιλίαν τοῦ θεοῦ καταταγεὶς κατὰ τὴν συγκληρονομίαν τῶν κυρίων καὶ θεῶν γίνεται, ἐάν, καθὼς αὐτὸς ἐδίδαξεν ὁ κύριος, κατὰ τὸ εὐαγγέλιον τελειωθῇ.

 

XV

(115) Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς, ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως «ἐπὶ τῶν δωμάτων« τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας δυνατὰ γὰρ ἐνετείλατο, καὶ δεῖ τῷ ὄντι ἀρχικὸν εἶναι καὶ ἡγεμονικὸν τὸν βασιλικόν τε καὶ Χριστιανόν, ἐπεὶ μὴ τῶν ἔξω μόνον θηρίων κατακυριεύειν ἐτάγημεν, ἀλλὰ καὶ τῶν ἐν ἡμῖν αὐτοῖς ἀγριων παθῶν, κατ' ἐπίστασιν οὖν, ὡς ἔοικεν, τοῦ κακοῦ καὶ ἀγαθοῦ βίου σῴζεται ὁ γνωστικός, «πλέον τῶν γραμματέων καὶ Φαρισαίων» συνιείς τε καί

 

 

151

ἐνεργῶν. «ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε», ὁ Δαβὶδ γράφει, «ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιὰ σου», τουτέστιν ὁ κύριος, «τίσ» οὖν «σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου», φησὶν ὁ προφήτης, δηλῶν μόνον δύνασθαι τὸν γνωστικὸν τὰ ἐπικεκρυμμένως πρὸς τοῦ πνεύματος εἰρημένα νοήσειν τε καὶ διασαφήσειν καὶ «ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται», λέγει ἡ γραφῇ, δηλονότι πρὸς τοῦς ἀναξίους ἐξειπεῖν, ὅτι φησὶν ὁ κύριος «ὁ ἔχων ὡτα ἀκούειν ἀκουέτω», οὐ πάντων εἶναι τὸ ἀκούειν καὶ συνιέναι λέγων. (116) αὐτίκα ὁ Δαβὶδ «σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων» γράφει «ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἰ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρόσ», ἐπικεκρυμμένους τοὺς ἁγιους λόγους εἶναι διδάσκων, καὶ δὴ τοῖς μὲν γνωστικοῖς διειδεῖς καὶ τηλαυγεῖς καθάπερ χάλαζαν ἀβλαβῆ καταπέμπεσθαι θεόθεν μηνύει, σκοτεινοὺς δὲ <τοῖσ> πολλοῖς καθάπερ τοὺς ἐκ πυρὸς ἀπεσβεσμένους ἀνθρακας, οὖς εἰ μὴ τις ἀνάψαι καὶ ἀναζωπυρήσαι, οὐκ ἐκφλεγήσονται οὐδ’ ἐμφωτισθήσονται. «κύριοσ», οὖν φησι, «δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι» ἐν καιρῷ, «ἡνίκα δεῖ εἰπεῖν λόγον», οὐ κατὰ τὸ μαρτύριον μόνον, ἀλλὰ γὰρ καὶ τὸν κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν «καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὸ στόμα.» γνωστικοῦ ἄρα καὶ τὸ εἰδέναι χρῆσθαι τῷ λόγῳ καὶ ὁπότε καὶ ὅπως καὶ πρὸς οὕστινας. ἤδη δὲ καὶ ὁ ἀπόστολος, λέγων (117) «κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν», τὴν μὲν διδασκαλίαν τὴν Ἑλληνικὴν στοιχειώδη παραδίδωσιν εἶναι, τελείαν δὲ τὴν κατὰ Χριστόν, καθάπερ ἤδη πρότερον ἐμηνύσαμεν.

Αὐτίκα ἡ ἀγριέλαιος ἐγκεντρίζεται εἰς τὴν πιότητα τῆς ἐλαίας καὶ δὴ καὶ φύεται ὁμοειδῶς ταῖς ἡμέροις ἑλαίαις χρῆται γὰρ τὸ ἐμφυτευόμενον ἀντὶ γῆς τῷ δένδρῳ τῷ ἐν ᾧ φυτεύεται πάντα δὲ ὁμοῦ τὰ φυτὰ ἐκ κελεύσματος θείου βεβλάστηκεν. διὸ κἂν ἀγριέλαιος ὁ κότινος τυγχάνῃ, ἀλλὰ τοὺς ὀλυμπιονίκας στέφει, καὶ τὴν ἄμπελον ἡ πτελέα εἰς ὕψος ἀνάγουσα εὐκαρπεῖν διδάσκει, ὁρῶμεν δὲ ἤδη πλείονα τὴν τροφὴν ἐπισπώμενα τὰ ἄγρια τῶν δένδρων διὰ τὸ μὴ δύνασθαι πέττειν. τὰ οὖν ἄγρια τῶν ἡμέρων ἀπεπτότερα ὑπάρχει, καὶ τὸ αἰτιον τοῦ ἄγρια εἶναι αὐτὰ στέρησις δυνάμεως πεπτικῆς, λαμβάνει τοίνυν τροφὴν μὲν

 

 

152

πλείονα ἡ ἐγκεντρισθεῖσα ἐλαία διὰ τὸ ἀγρίαν ἐμφύεσθαι (118) οἶον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν, συνεξομοιουμένη τῇ πιότητι τῆς ἡμέρου, ὣς δὲ καὶ ὁ φιλόσοφος, ἀγρίᾳ εἰκαζόμενος ἑλαίᾳ, πολὺ τὸ ἄπεπτον ἔχων, δια τὸ εἶναι ζητητικὸς καὶ εὐπαρακολούθητος καὶ ὀρεκτικὸς τῆς πιότητος τῆς ἀληθείας, ἐὰν προσλάβῃ τὴν θείαν διὰ πίστεως δύναμιν, τῇ χρηστῇ καὶ ἡμέρῳ <ἐγ>καταφυτευθεὶς γνώσει, καθάπερ ἡ ἀγριέλαιος ἐγκεντρισθεῖσα τῷ ὄντως καλῷ καὶ ἐλεήμονι λόγῳ πέττει τε τὴν παραδιδομένην τροφὴν καὶ καλλιέλαιος γίνεται, ὁ γὰρ τοι ἐγκεντρισμὸς τὰς ἀχρείους εὐγενεῖς ποιεῖ καὶ τὰς ἀφόρους φορίμους γίνεσθαι βιάζεται τέχνῃ τῇ γεωργικῇ καὶ ἐπιστήμῃ τῇ γνωστικῇ.

(119) Φασὶ δ’ οὖν γίνεσθαι τὸν ἐγκεντρισμὸν κατὰ τρόπους τέσσαρας ἕνα μὲν καθ’ ὃν μεταξὺ τοῦ ξύλου καὶ τοῦ φλοιοῦ ἐναρμόζειν δεῖ τὸ ἐγκεντριζόμενον, ὡς κατηχοῦνται οἱ ἐξ ἐθνῶν ἰδιῶται ἐξ ἐπιπολῆς δεχόμενοι τὸν λόγον θάτερον δὲ ὅταν τὸ ξύλον σχίσαντες εἰς αὐτὸ ἐμβάλωσι τὸ εὐγενὲς φυτόν, ὃ συμβαίνει ἐπὶ τῶν φιλοσοφησάντων διατμηθέντων γὰρ αὐτοῖς τῶν δογμάτων ἡ ἐπίγνωσις τῆς ἀληθείας ἐγγίνεται ῶς δὲ καὶ Ἰουδαῖοις διοιχθείσης τῆς παλαιᾶς γραφῆς τὸ νέον καὶ εὐγενές ἐγκεντρίζεται τῆς ἐλαίας φυτόν. ὁ τρίτος δὲ ἐγκεντρισμὸς τῶν ἀγριάδων καὶ τῶν αἱρετικῶν ἅπτεται τῶν μετὰ βίας εἰς τὴν ἀλήθειαν μεταγομένων ἀποξύσαντες γὰρ ἑκάτερον ἐπίσφηνον ὀξεῖ δρεπάνῳ μέχρι τοῦ τὴν ἐντεριώνην γυμνῶσαι μέν, μὴ ἑλκῶσαι δέ, δεσμεύουσι πρὸς ἄλληλα. τέταρτος δὲ ἐστιν ἐγκεντρισμοῦ τρόπος ὁ λεγόμενος ἐνοφθαλμισμός περιαιρεῖται γὰρ ἀπὸ εὐγενοῦς στελέχους ὀφθαλμός, συμπεριγραφομένου αὐτῷ καὶ τοῦ φλοιοῦ κύκλῳ ὅσον παλαιστιαῖον μῆκος, εἶτα ἐναποξύεται τὸ στέλεχος κατ' ὀφθαλμὸν ἴσον τῇ περιγραφῇ, καὶ οὕτως ἐντίθεται περισχοινιζόμενον καὶ περιχριόμενον πηλῷ, τηρουμένου τοῦ ὀφθαλμοῦ ἀπαθοῦς καὶ ἀμολύντου. εἶδος τοῦτο γνωστικῆς διδασκαλίας, διαθρεῖν τὰ πράγματα δυναμένης, ἀμέλει καὶ ἐπὶ ἡμέρων δένδρων τοῦτο μάλιστα χρησιμεύει τὸ εἶδος.

(120) Δύναται δὲ ὁ ὑπὸ τοῦ ἀποστόλου λεγόμενος ἐγκεντρισμὸς εἰς τὴν καλλιέλαιον γίγνεσθαι, τὸν Χριστὸν αὐτόν, τῆς ἀνημέρου καὶ ἀπιστου φύσεως καταφυτευομένης εἰς Χριστόν, τουτέστι τῶν εἰς Χριστὸν πιστευόντων ἄμεινον δὲ τὴν

 

 

153

ἑκάστου πίστιν ἐν αὐτῇ ἐγκεντρίζεσθαι τῇ ψυχῇ, καὶ γὰρ τὸ ἅγιον πνεῦμα ταύτῃ πῶς μεταφυτεύεται διανενεμημένον κατὰ τὴν ἐκάστου περιγραφὴν ἀπεριγράφως. περὶ δὲ τῆς γνώσεως ὁ Σολομὼν διαλεγόμενὸς τάδε φησί «λαμπρὰ καὶ ἀμάραντος ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθήναι. ὁ ὀρθρίσας ἐπ' αὐτὴν οὐ κοπιάσει τὸ γὰρ ἐνθυμηθήναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι’ αὐτὴν ταχέως ἀμέριμνος ἔσται ὅτι τοὺς ἀξιους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα» («οὐ γὰρ πάντων ἡ γνῶσισ») «καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενως» τρίβοι δὲ ἡ τοῦ βίου διεξαγωγὴ καὶ ἡ κατὰ τὰς διαθήκας πολυειδία. αὐτίκα ἐπιφέρει (121) «καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντὰ αὐτοῖσ», ποικίλως θεωρουμένῃ, διὰ πάσης δηλονότι παιδείας, εἶτα ἐπιλέγει, τὴν τελειωτικὴν ἀγάπην παρατιθέμενος, διὰ λόγου συλλογιστικοῦ καὶ λημμάτων ἀληθῶν ἀποδεικτικωτάτην <καὶ> ἀληθῆ ὧδέ πῶς ἐπάγων ἐπιφοράν «ἀρχὴ γὰρ αὐτῆς ἀληθεστάτη παιδείας ἐπιθυμία» (τουτέστι τῆς γνώσεωσ), «φροντίς δὲ παιδείας ἀγάπη, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.» διδάσκει γὰρ, οἶμαι, ὡς ἀληθινὴ παιδεία ἐπιθυμία τις ἐστι γνώσεως, ἄσκησις δὲ παιδείας συνίσταται δι’ ἀγάπην γνώσεως, καὶ ἡ μὲν ἀγάπη τήρησις τῶν εἰς γνῶσιν ἀναγουσῶν ἐντολῶν, ἡ τήρησίς δὲ αὐτῶν βεβαίωσις τῶν ἐντολῶν, δι’ ἣν ἡ ἀφθαρσία ἐπισυμβαίνει, «ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ.» εἰ ἄρα ἀγάπη τῆς γνώσεως ἄφθαρτον ποιεῖ καὶ ἐγγὺς θεοῦ βασιλέως τὸν βασιλικὸν ἀνάγει, ζητεῖν ἄρα δεῖ τὴν γνῶσιν εἰς εὕρεσιν. ἐστιν δὲ ἡ μὲν ζήτησις ὀρμὴ ἐπὶ τὸ καταλαβεῖν, διὰ τινῶν σημείων ἀνευρίσκουσα τὸ ὑποκείμενον, ἡ εὐρεσις δὲ πέρας καὶ ἀνάπαυσις ζητήσεως ἐν καταλήψει γενομένης, ὅπερ ἐστὶν ἡ γνῶσις. καὶ αὕτη κυρίως εὐρεσις ἐστιν ἡ γνῶσις, κατάληψις ζητήσεως ὑπάρχουσα. σημεῖον δ’ εἶναι φασι τὸ προηγούμενον ἡ συνυπάρχον ἡ ἐπόμενον.

(122) Τῆς τοίνυν περὶ θεοῦ ζητήσεως εὕρεσις μὲν ἡ διὰ τοῦ υἱοῦ διδασκαλία, σημεῖον δὲ τοῦ εἶναι τὸν σωτῆρα ἡμῶν αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ αἵ τε προηγούμεναι τῆς παρουσίας αὐτοῦ προφητεῖαι, τοῦτον κηρύσσουσαι, αἵ τε

 

 

154

συνυπάρξασαι τῇ γενέσει αὐτοῦ τῇ αἰσθητῇ περὶ αὐτοῦ μαρτυρίαι, πρὸς δὲ καὶ <αἱ> μετὰ τὴν ἀνάληψιν κηρυσσόμεναί τε καὶ ἐμφανῶς δεικνύμεναι δυνάμεις αὐτοῦ. τεκμήριον ἄρα τοῦ παρ' ἡμῖν εἶναι τὴν ἀλήθειαν τὸ αὐτὸν διδάξαι τὸν υἱὸν τοῦ θεοῦ εἰ γὰρ περὶ πᾶν ζήτημα καθολικὰ ταῦτα εὑρίσκεται πρόσωπον τε καὶ πρᾶγμα, ἡ ὄντως ἀλήθεια παρ' ἡμῖν δείκνυται μόνοις, ἐπεὶ πρόσωπον μὲν τῆς δεικνυμένης ἀληθείας ὁ υἱὸς τοῦ θεοῦ, τὸ πρᾶγμα δὲ ἡ δύναμις τῆς πίστεως ἡ καὶ παντὸς οὐτινοσοῦν ἐναντιουμένου καὶ αὐτοῦ ὅλου ἐνισταμένου τοῦ κόσμου πλεονάζουσα. ἀλλ’ ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθήναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιῤῥήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὅντι ἄθεος, πρόκειται δ’ ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμωντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ' αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν. τὸ σῴζεσθαι δ’ ἡμᾶς εὐάρεστον αὐτῷ, καὶ ἡ σωτηρία διὰ τε εὐπραγίας διὰ τε γνώσεως παραγίνεται, ὧν ἀμφοῖν ὁ κύριος διδάσκαλος.

(123) Εἴπερ οὖν καὶ κατὰ Πλάτωνα ἤ παρὰ τοῦ θεοῦ ἤ παρὰ τῶν ἐκγόνων τοῦ θεοῦ τὸ ἀληθὲς ἐκμανθάνειν μόνως οἷόν τε, εἰκότως παρὰ τῶν θείων λογίων τὰ μαρτύρια ἐκλεγόμενοι τὴν ἀλήθειαν αὐχοῦμεν ἐκδιδάσκεσθαι διὰ τοῦ υἱοῦ τοῦ θεοῦ, προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων τὰ συνεργοῦντα δὲ πρὸς τὴν εὕρεσιν τῆς ἀληθείας οὐδὲ αὐτὰ ἀδόκιμα. ἡ γοῦν φιλοσοφία, πρόνοιαν καταγγέλλουσα καὶ τοῦ μὲν εὐδαίμονος βίου τὴν ἀμοιβὴν, τοῦ δ’ αὖ κακοδαίμονος τὴν κόλασιν, περιληπτικῶς θεολογεί, τὰ πρὸς ἀκρίβειαν δὲ καὶ τὰ ἐπὶ μέρους οὐκέτι σῴζει, οὔτε γὰρ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ οὔτε περὶ τῆς κατὰ τὴν πρόνοιαν οἰκονομίας ὁμοίως ἡμῖν διαλαμβάνει οὐ γὰρ τὴν κατὰ τὸν θεὸν ἔγνω θρησκείαν, διόπερ αἰ κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις, κἂν θεὸν λέγωσιν ἕνα κἂν Χριστὸν ὑμνῶσι, κατὰ περὶληψιν λέγουσιν, οὐ πρὸς ἀλήθειαν ἄλλον τε γὰρ θεὸν παρευρίσκουσι καὶ τὸν Χριστὸν οὐχ ὡς αἰ προφητεῖαι παραδιδόασιν, ἐκδέχονται. ἀλλ’ οὔτι γε τὰ ψευδῆ τῶν δογματ<ισθέντ>ων αὐτοῖς, ἐστ’ ἂν ἐναντιῶνται τῇ κατὰ τὴν ἀλήθειαν ἀγωγῇ, καθ’ ἡμῶν ἐστιν. (124) αὐτίκα ὁ

 

 

155

Παῦλος τὸν Τιμόθεον περιέτεμεν διὰ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας, ἵνα μή, καταλύοντος αὐτοῦ τὰ ἐκ τοῦ νόμου σαρκικώτερον προειλημμένα, ἀποστῶσι τῆς πίστεως οἱ ἐκ νόμου κατηχούμενοι, εἰδὼς ἀκριβῶς ὅτι περιτομὴ οὐ δικαιοῖ τοῖς πᾶσι γὰρ πάντα γίγνεσθαι ὡμολόγει κατὰ συμπεριφορὰν σῴζων τὰ κύρια τῶν δογμάτων, ἵνα πάντας κερδήσῃ. Δανιὴλ δὲ τὸν μανιάκην ἐβάστασεν ἐπι τοῦ βασιλέως τῶν Περσῶν, μὴ ὑπεριδὼν θλιβῆναι τὸν λεών. ψεῦσται τοίνυν τῷ ὄντι οὐχ οἱ συμπεριφερόμενοι δὶ οἰκονομίαν σωτηρίας οὐδ’ οἱ περὶ τίνα τῶν ἐν μέρει σφαλλόμενοι, ἀλλ’ οἱ εἰς τὰ κυριώτατα παραπίπτοντες καὶ ἀθετοῦντες μὲν τὸν κύριον τὸ ὅσον ἐπ' αὐτοῖς, ἀποστεροῦντες δὲ τοῦ κυρίου τὴν ἀληθῆ διδασκαλίαν, οἱ μὴ κατ’ ἀξίαν τοῦ θεοῦ καὶ τοῦ κυρίου τὰς γραφὰς λαλοῦντές τε καὶ παραδιδόντες παραθήκη γὰρ ἀποδιδομένη θεῷ ἡ κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν διὰ τῶν ἀποστόλων αὐτοῦ τῆς θεοσεβοὺς παραδόσεως σύνεσις τε καὶ συνάσκησιςˑ «ὃ δὲ ἀκούετε εἰς τὸ οὖσ» (ἐπικεκρυμμένως δηλονότι καὶ ἐν μυστηρίῳ, τὰ τοιαῦτα γὰρ εἰς τὸ οὖς λέγεσθαι ἀλληγορεῖται), «ἐπὶ τῶν δωμάτων», φησί, «κηρύξατε», μεγαλοφρόνως τε ἐκδεξάμενοι καὶ ὑψηγόρως παραδιδόντες καὶ κατὰ τὸν τῆς ἀληθείας κανόνα διασαφοῦντες τὰς γραφὰς οὔτε γὰρ ἡ προφητεία οὔτε ὁ σωτὴρ αὐτὸς ἁπλῶς οὕτως, ὡς τοῖς ἐπιτυχοῦσιν εὐάλωτα εἶναι, τὰ θεῖα μυστήρια ἀπεφθέγξατο, ἀλλ’ ἐν παραβολαῖς διελέξατο. (125) λέγουσιν γοῦν οἱ ἀπόστολοι περὶ τοῦ κυρίου, ὅτι «πάντα ἐν παραβολαῖς ἐλάλησεν καὶ οὐδὲν ἄνευ παραβολῆς ἑλάλει αὐτοῖσ». εἰ δὲ «πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν», καὶ ἡ προφητεία ἄρα καὶ ὁ νόμος δι’ αὐτοῦ τε ἐγένετο καὶ ἐν παραβολαῖς ἑλαλήθησαν δι’ αὐτοῦ πλὴν «ἅπαντα ὁρθά ἐνώπιον τῶν συνιέντων», φησὶν ἡ γραφή, τουτέστι τῶν ὅσοι ὑπ' αὐτοῦ σαφηνισθεῖσαν <τὴν> τῶν γραφῶν ἐξήγησιν κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα ἐκδεχόμενοι διασῴζουσι κανὼν δὲ ἐκκλησιαστικὸς ἡ συνῳδία καὶ ἡ συμφωνία νόμου τε καὶ προφητῶν τῇ κατὰ τὴν τοῦ κυρίου παρουσίαν παραδιδομένῃ διαθήκῃ, γνώσει μὲν οὖν ἕπεται φρόνησις, σωφροσύνη δὲ τῇ φρονήσει εἰρήσθω γὰρ τὴν μὲν φρόνησιν ὑπάρχειν γνῶσιν θείαν καὶ ἐν τοῖς θεοποιουμένοις, τὴν δὲ σωφροσύνην θνητήν καὶ ἐν ἀνθρώποις εἶναι φιλοσοφοῦσιν, οὐδέπω σοφοῖς. αὐτίκα, εἴπερ ἀρετή τέ ἐστιν θεῖα καὶ γνῶσις

 

 

156

ἑαυτῆς· ἡ σωφροσύνη δὲ οἶον ἀτελὴς φρόνησις, ἐφιεμένη μὲν φρονήσεως, ἐργατικὴ δὲ ἐπιπόνως καὶ οὐ θεωρητική, καθάπερ ἀμέλει ἡ δικαιοσύνη, ἀνθρωπίνη οὖσα, κοινόν, ὑποβέβηκε <δὲ> τὴν ὁσιότητα, θείαν δικαιοσύνην ὑπάρχουσαν. τῷ τελείῳ γὰρ οὐκ ἐν συμβολαίοις πολιτικοῖς οὐδὲ ἐν ἀπαγορεύσει νόμου, ἀλλ’ ἐξ ἰδιοπραγίας καὶ τῆς πρὁς θεὸν ἀγάπης ἡ δικαιοσύνη.

(126) Διὰ πολλὰς τοίνυν αἰτίας ἐπικρύπτονται τὸν νοῦν αἰ γραφαί, πρῶτον μὲν ἵνα ζητητικοί ὑπάρχωμεν καὶ προσαγρυπνωμεν ἀεὶ τῇ τῶν σωτὴρίων λόγων εὐρέσει, ἔπειτα <ὅτι> μηδὲ τοῖς ἅπασι προσῆκον ἦν νοεῖν, ὡς μὴ βλαβεῖεν ἑτέρως ἐκδεξάμενοι τὰ ὑπὸ τοῦ ἁγιου πνεύματος σωτηρίως εἰρημένα. διὸ δὴ τοῖς ἐκλεκτοῖς τῶν ἀνθρώπων τοῖς τε ἐκ πίστεως εἰς γνῶσιν ἐγκρίτοις τηρούμενα τὰ ἅγια τῶν προφητειῶν μυστήρια ταῖς παραβολαῖς ἐγκαλύπτεται παραβολικὸς γὰρ ὁ χαρακτὴρ ὑπάρχει τῶν γραφῶν, διότι καὶ ὁ κύριος, οὐκ ὧν κοσμικός, ὡς κοσμικάς εἰς ἀνθρώπους ἦλθεν καὶ γὰρ ἐφόρεσεν τὴν πᾶσαν ἀρετὴν ἐμελλέν τε τὸν σύντροφον τοῦ κόσμου ἄνθρωπον ἐπὶ τὰ νοητὰ καὶ κύρια διὰ τῆς γνώσεως ἀνάγειν ἐκ κόσμου εἰς κόσμον, διὸ καὶ μεταφορική κέχρηται τῇ γραφὴ τοιοῦτον γὰρ ἡ παραβολή, λόγος ἀπὸ τινὸς οὐ κυρίου μέν, ἐμφεροῦς δὲ τῷ κυρίῳ ἐπὶ τάληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα, ἤ, ὥς τινὲς φασι, λέξις δι’ ἐτέρων τὰ κυρίως λεγόμενα μετ' ἐνεργείας παριστάνουσα. (127) ἤδη δὲ καὶ ἡ οἰκονομία πᾶσα ἡ περὶ τὸν κύριον προφητευθεῖσα παραβολὴ ὡς ἀληθῶς φαίνεται τοῖς μὴ τὴν ἀλήθειαν ἐγνωκόσιν, ὅταν τις τὸν υἱὸν τοῦ θεοῦ τοῦ τὰ πάντα πεποιηκότος σάρκα ἀνειληφότα καὶ ἐν μήτρᾳ παρθένου κυοφορηθέντα, καθὸ γεγέννηται τὸ αἰσθητὸν αὐτοῦ σαρκίον, ἀκολούθως δέ, καθὸ γέγονεν τοῦτο, πεπονθότα καὶ ἀνεσταμένον ὃ μὲν λέγῃ, οἳ δὲ ἀκούωσιν, «Ἰουδαῖοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν», ὥς φησιν ὁ ἀπόστολος. διανοιχθεῖσαι δὲ αἱ γραφαὶ καὶ τοῖς ὦτα ἔχουσιν ἐμφήνασαι τὸ ἀληθὲς αὐτὸ ἐκεῖνο, ὃ πέπονθεν ἡ σάρξ, ἣν ἀνείληφεν ὁ κύριος, «δύναμιν θεοῦ καὶ σοφίαν» καταγγέλλουσιν. ἐπὶ πᾶσι τε τὸ παραβολικὸν εἶδος τῆς γραφῆς, ἀρχαιότατον ὄν, ὡς παρεστήσαμεν, εἰκότως παρὰ τοῖς προφήταις μάλιστα ἐπλεόνασεν, ἵνα δὴ καὶ τοὺς φιλοσόφους τοὺς παρ' Ἕλλησι καὶ τοὺς παρὰ τοῖς ἄλλοις βαρβάροις σοφοὺς ἡγνοηκέναι τὸ ἅγιον ἐπιδείξῃ πνεῦμα τὴν

 

 

157

ἐσομένην τοῦ κυρίου παρουσίαν καὶ τὴν ὑπ' αὐτοῦ παραδοθησομένην μυστικὴν διδασκαλίαν, εἰκότως ἄρα κηρύσσουσα ἡ προφητεία τὸν κύριον, ὡς μὴ παρὰ τὰς τῶν πολλῶν ὑπολήψεις λέγουσα βλασφημεῖν τισι δοκοίη, ἐσχημάτισε τὰ σημαινόμενα φωναῖς ταῖς καὶ ἐπὶ ἑτέρας ἐννοιας ἄγειν δυναμέναις. αὐτίκα οἱ προφῆται πάντες οἱ προθεσπίσαντες τὴν παρουσίαν τοῦ κυρίου καὶ σὺν αὐτῇ τὰ ἅγια μυστήρια ἐδιώχθησαν, ἐφονεύθησαν, καθάπερ καὶ αὐτὸς ὁ κύριος διασαφήσας αὐτῶν τὰς γραφὰς καὶ οἱ τοῦτου γνώριμοι οἱ κηρύξαντες τὸν λόγον ὡσαύτως μετ' αὐτὸν τὸ ζῆν παρεβάλοντο. (128) ὅθεν καὶ ὁ Πέτρος ἐν τῷ Κηρύγματι περὶ τῶν ἀποστόλων λέγων φησὶν «ἡμεῖς δὲ ἀναπτυξαντες τὰς βίβλους ἀς εἴχομεν τῶν προφητῶν, ἀ μὲν διὰ παραβολών, ἀ δὲ δι’ αἰνιγμάτων, ἀ δὲ αὐθεντικῶς καὶ αὐτολεξεὶ τὸν Χριστὸν Ἰησοῦν ὀνομαζόντων, εὕρομεν καὶ τὴν παρουσίαν αὐτοῦ καὶ τὸν θάνατον καὶ τὸν σταυρὸν καὶ τὰς λοιπάς κολάσεις πάσας ὅσας ἐποίησαν αὐτῷ οἱ Ἰουδαῖοι, καὶ τὴν ἔγερσιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν προ τοῦ Ιεροσόλυμα κτισθήναι, καθὼς ἐγέγραπτο ταῦτα πάντα, ἀ ἔδει αὐτὸν παθεῖν καὶ μετ' αὐτὸν ἀ ἔσται. ταῦτα οὖν ἐπιγνόντες ἐπιστεύσαμεν τῷ θεῷ διὰ τῶν γεγραμμένων εἰς αὐτόν.» καὶ μετ' ὀλίγα ἐπιφέρει πάλιν θείᾳ προνοίᾳ τὰς προφητείας γεγενήσθαι παριστάς ὧδε «ἔγνωμεν γὰρ ὅτι ὁ θεὸς αὐτὰ προσέταξεν ὄντως, καὶ οὐδὲν ἀτερ γραφῆς λέγομεν.»

(129) Ἔχει δ’ οὖν καὶ ἄλλας τινὰς ἰδιότητας ἡ Ἑβραίων διάλεκτος, καθάπερ καὶ ἐκάστη τῶν λοιπῶν, λόγον τινὰ ἐμπεριέχουσα ἐθνικὸν ἐμφαίνοντα χαρακτῆρα, διάλεκτον γοῦν ὁρίζονται λέξιν ἐθνικῳ χαρακτήρι συντελουμένην. ἀλλ’ οὔτι γε ἐκεῖναις ταῖς διαλέκτοις ἡ προφητεία γνώριμος καθίσταταιταῖς μὲν γὰρ Ἐλληνικαῖς κατ' ἐπιτήδευσιν αἰ καλούμεναι τῶν τρόπων ἐξαλλαγαί τὰς ἐπικρύψεις ποιούνται κατ' εἰκόνα τῶν παρ' ἡμῖν προφητειῶν ἀναγόμεναι, πλὴν ἐκουσίου τῆς παρατροπής παρὰ τὸ ὀρθὸν ἐμμέτρῳ ἡ σχεδίῳ φράσει γινομένης δείκνυται. ἔστι γοῦν ὁ τρόπος λέξις παραγεγραμμένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατασκευῆς ἕνεκα καὶ φράσεως τῆς ἐν τῷ λόγῳ εὐχρηστίας χάριν. ἡ προφητεία δὲ οὐδ’ ὅλως τοὺς περὶ τὰς λέξεις σχήματισμοὺς ἐπιτηδεύει διὰ τὸ κάλλος τῆς φράσεως, τῷ δὲ μὴ πάντων εἶναι τὴν ἀλήθειαν ἐπικρύπτεται

 

 

158

πολυτρόπως, μόνοις τοῖς εἰς γνῶσιν μεμυημένοις, τοῖς δὶ ἀγάπην ζητοῦσι τὴν ἀλήθειαν, τὸ φῶς ἀνατέλλουσα. (130) λέγεται δ’ οὖν εἶδος τῆς προφητείας ἡ «παροιμία» κατὰ τὴν βάρβαρον φιλοσοφίαν λέγεται τε καὶ «παραβολὴ» τὸ τε «αἴνιγμα» ἐπὶ τούτοις. ἀλλὰ μὴν καὶ «σοφία» λέγεται, καὶ ὡς ἕτερον αὐτῆς ἡ «παιδεία» «λόγοι» τε αὖ «φρονήσεωσ» καὶ «στροφαὶ λόγων» καὶ «δικαιοσύνη ἀληθὴσ» διδασκαλία τε αὖ τοῦ «κατευθῦναι κρῖμα» καὶ «πανουργία ἀκάκοισ» κατὰ τὴν παιδείαν περιγινομένη «αἰσθησις τε καὶ ἐννοια» τῷ νεοκατηχήτῳ γινομένη. «ὁ τούτων ἀκούσασ», φησί, «τῶν προφητῶν σοφὸς σοφώτερος ἔσται, κυβέρνησιν δὲ ὁ νοήμῶν κτήσεται καὶ νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.» εἰ δὲ ἀπὸ Ἕλληνος τοῦ Διὸς τοῦ κατ' ἐπίκλησιν Δευκαλίωνος τὰς Ἐλληνικάς συνέβη κεκλήσθαι διαλέκτους, ἐκ τῶν χρόνων, ὧν φθάσαντες παρεστήσαμεν, ῤᾴδιον συνιδεῖν ὅσαις γενεαῖς τῆς Ἑβραίων φωνῆς αἰ παρ' Ἕλλησι μεταγενέστεραι διάλεκτοι ὑπάρχουσι.

(131) Προϊούσης δὲ τῆς γραφῆς τοὺς προειρημένους ὑπὸ τοῦ προφήτου τρόπους καθ’ ἐκάστην περικοπὴν σημειωσάμενοι παραστήσομεν, τὴν γνωστικὴν ἀγωγὴν κατὰ τὸν τῆς ἀληθείας κανόνα φιλοτέχνως ἐνδεικνύμενοι. ἡ γὰρ οὐχὶ καὶ ἐν τῇ ὀράσει τῷ Ἐρμᾷ ἡ δύναμις ἐν τῷ τύπῳ τῆς ἐκκλησίας φανεῖσα ἔδωκεν τὸ βιβλίον εἰς μεταγραφὴν, ὃ τοῖς ἐκλεκτοῖς ἀναγγελήναι ἐβούλετο; τοῦτο δὲ μετεγράψατο «πρὸς γράμμα«, φησί, μὴ εὐρίσκων τὰς συλλαβάς τελέσαι. ἐδήλου δ’ ἄρα τὴν μὲν γραφὴν πρόδηλον εἶναι πᾶσι κατὰ τὴν ψιλὴν ἀνάγνωσιν ἐκλαμβανομένην, καὶ ταύτην εἶναι τὴν πίστιν στοιχείων τάξιν ἔχουσαν, διὸ καὶ ἡ πρὸς τὸ γράμμα ἀνάγνωσις ἀλληγορεῖται τὴν διάπτυξιν δὲ τὴν γνωστικὴν τῶν γραφῶν, προκοπτούσης ἤδη τῆς πίστεως, εἰκάζεσθαι τῇ κατὰ τὰς συλλαβάς ἀναγνώσει ἐκδεχόμεθα. ἀλλὰ καὶ Ἡσαίας ὁ προφήτης βιβλίον καινὸν κελεύεται λαβὼν ἐγγράψαι τινά, τὴν γνῶσιν τὴν ἁγίαν διὰ τῆς τῶν γραφῶν ἐξηγήσεως ὕστερον ἐσεσθαι προφητεύοντος τοῦ πνεύματος τὴν ἔτι κατ' ἐκεῖνον τὸν καιρὸν ἄγραφον τυγχάνουσαν διὰ τὸ μηδέπω γινώσκεσθαι εἴρητο γὰρ ἀπ' ἀρχῆς μόνοις τοῖς νοοῦσιν. αὐτίκα διδάξαντος τοῦ σωτῆρος τοὺς ἀποστόλους ἡ τῆς ἐγγράφου

 

 

159

ἄγραφος ἤδη καὶ εἰς ἡμᾶς διαδίδοται παράδοσις, καρδίαις καιναῖς κατὰ τὴν ἀνακαίνωσιν τοῦ βιβλίου τῇ δυνάμει τοῦ θεοῦ ἐγγεγραμμένη.

(132) Ταύτῃ οἱ τῶν παρ' Ἕλλησι λογιώτατοι τῷ Ἐρμῇ, ὅν δὴ λόγον εἶναι φασι, διὰ τὴν ἑρμηνείαν καθιεροῦσι τῆς ῥοιᾶς τὸν καρπὸν πολυκευθὴς γὰρ ὁ λόγος, εἰκότως ἄρα καὶ τὸν Μωυσέα ἀναλαμβανόμενον διττὸν εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὸν μὲν μετ' ἀγγέλων, τὸν δὲ ἐπὶ τὰ ὅρη περὶ τὰς φόραγγας κηδείας ἄξιοὑμενον. εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλέβ, ἀλλ’ οὐχ ὁμοίως ἄμφω θεωνται, ἀλλ’ ο μὲν καὶ θᾶττον κατῆλθεν, πολὺ τὸ βρῖθον ἐπαγόμένος, ὃ δὲ ἐπικατελθὼν ὕστερον τὴν δόξαν διηγείτο ἣν ἐθεᾶτο, διαθρῆσαι δυνηθεὶς μᾶλλον θατέρου, ἅτε καὶ καθαρώτερος γενόμενος, δηλούσης, οἶμαι, τῆς ἱστορίας μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπεὶ οἴ μὲν τὸ σῶμα τῶν γραφῶν, τοῦς λέξεις καὶ τὰ ὀνόματα, καθάπερ τὸ σῶμα τὸ Μωυσέως, προσβλέπουσιν, οἱ δὲ τὰς διανοίας καὶ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα διορώσι, τὸν μετὰ ἀγγέλων Μωυσέα πολυπραγμονοῦντες. ἀμέλει καὶ τῶν ἐπιβοωμένων τὸν κύριον αὐτὸν οἱ μὲν πολλοὶ «υἱὲ Δαβὶδ, ἑλέησὸν με» ἔλεγον, ὀλίγοι δὲ υἱὸν ἐγίγνωσκον τοῦ θεοῦ, καθάπερ ὁ Πέτρος, ὅν καὶ ἐμακόρισεν, ὅτι αὐτῷ σόρξ καὶ αἶμα οὐκ ἀπεκάλυψε τὴν ἀλήθειαν, ἀλλ’ ἡ ὁ πατὴρ αὐτοῦ ὁ ἐν τοῖς οὐρανοῖς, δηλῶν τὸν γνωστικὸν οὐ διὰ τῆς σαρκὸς αὐτοῦ τῆς κυηθείσης, ἀλλὰ δι' αὐτῆς τῆς δυνάμεως τῆς πατρικῆς γνωρίζειν τὸν υἱὸν τοῦ παντοκράτορος. οὐ μόνον τοίνυν τοῖς ἐπιτυγχάνουσιν ἁπλῶς οὕτως δύσκολος ἡ τῆς ἀληθείας κτήσις, ἀλλὰ καὶ ὧν τυγχάνει ἡ ἐπιστήμη οἰκεία, μηδὲ τούτοις ἀθρόαν δίδοσθαι τὴν θεωρίαν ἡ κατὰ τὸν Μωυσέα ἱστορία διδάσκει, μέχρις ἂν ἐθισθέντες ἀντωπεῖν, καθάπερ οἰ Ἐβραῖοι τῇ δόξῃ τῇ Μωυσέως καὶ οἱ ἅγιοι τοῦ Ἰσραὴλ ταῖς τῶν ἀγγέλων ὁπτασίαις, οὕτως καὶ ἡμεῖς ταῖς τῆς ἀληθείας μαρμαρυγαῖς ἀντιβλέπειν δυνηθῶμεν.

 

XVI

(133) Ὑπόδειγμα δ’ ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος, καὶ ὅτι μὲν ἱερὰ ἡ δεκάς, παρέλκει λέγειν τὰ νῦν. εἰ δὲ

 

 

160

αἱ πλάκες αἱ γεγραμμέναι «ἔργον θεοῦ», φυσικὴν ἐμφαίνουσαι δημιουργίαν εὐρεθήσονταιˑ δάκτυλος γὰρ θεοῦ δύναμις νοεῖται θεοῦ, δι’ ἧς ἡ κτίσις τελειοῦται οὐρανοῦ καὶ γῆς, ὧν ἀμφοῖν αἱ πλάκες νοηθήσονται σύμβολα, θεοῦ μὲν γὰρ γραφὴ καὶ εἰδοποιία ἐναποκειμένη τῇ πλακὶ δημιουργία τοῦ κόσμου τυγχάνει, ἡ δεκάλογος δὲ κατὰ μὲν οὐράνιον εἰκόνα περιέχει ἥλιον καὶ σελήνην, ἄστρα, νέφη, φῶς, πνεῦμα, ὕδωρ, ἀέρα, σκότος, πῦρ. αὕτη φυσικὴ δεκάλογος οὐρανοῦ. ἡ δὲ τῆς γῆς εἰκὼν περιέχει ἀνθρώπους, κτήνη, ἑρπετά, θηρία καὶ τῶν ἐνύδρων ἰχθύας καὶ κήτη, τῶν τε αὖ πτηνὼν ὁμοίως τὰ τε σαρκοβόρα καὶ τὰ ἡμέρῳ χρώμενα τροφῇ, φυτῶν τε ὡσαύτως τὰ καρποφόρα καὶ ἀκαρπα, αὕτη φυσική δεκάλογος γῆς. καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία, τάχα δ’ ἄν εἶεν αἱ δύο πλάκες αὗται δισσῶν προφητεία διαθηκῶν.

(134) ἀνεκαινίσθησαν οὖν μυστικῶς, πλεοναζούσης ἀγνοίας ἅμα καὶ ἁμαρτίας. δισσῶς, ὡς ἔοικεν, γράφονται δισσοῖς πνεύμασιν ἐντολαὶ, τῷ τε ἡγεμονικῳ τῷ τε ὑποκειμένῳ, ἐπεὶ «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκόσ». ἐστι δὲ καὶ δεκάς τις περὶ τὸν ἄνθρωπον αὐτόν, τὰ τε αἰσθητήρια πέντε καὶ τὸ φωνητικὸν καὶ τὸ σπερματικὸν καὶ τοῦτο δὴ ὄγδοον τὸ κατὰ τὴν πλάσιν πνευματικὸν, ἐνατον δὲ τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ δέκατον τὸ διὰ τῆς πίστεως προσγινόμωνον ἁγιου πνεύματος χαρακτηριστικὸν ἰδίωμα, ἔτι πρὸς τούτοις δέκα τισιν ἀνθρωπείοις μυέρεσι προστάσσειν ἡ νομοθεσία φαίνεται, τῇ τε ὀράσει καὶ ἀκοῇ καὶ τῇ ὀσφρησει ἁφῇ τε καὶ γεύσει καὶ τοῖς τούτων ὑπουργοῖς ὀργάνοις δισσοῖς οὖσι, χερσὶ τε καὶ ποσίν αὕτη γὰρ ἡ πλάσις τοῦ ἀνθρώπου. (135) ἐπεισκρίνεται δὲ ἡ ψυχῇ καὶ προσεισκρίνεται τὸ ἡγεμονικόν, ᾧ διαλογιζόμεθα, οὐ κατὰ τὴν τοῦ σπέρματος καταβολὴν γεννώμενον, ὡς συνάγεσθαι καὶ ἄνευ τοῦτου τὸν δέκατον ὀριθμόν, δι’ ὧν ἡ πᾶσα ἐνέργεια τοῦ ἀνθρώπου ἐπιτελεῖται. τῇ τάξει γὰρ εὐθέως γενόμενος ὁ ἄνθρωπος ἀπὸ τῶν παθητικῶν τὴν ἀρχὴν τοῦ ζῆν λαμβάνει, τὸ λογιστικὸν τοίνυν καὶ ἡγεμονικὸν αἴτιον εἶναι φαμεν τῆς συστάσεως τῷ ζῴῳ, ἀλλὰ καὶ τοῦ τὸ ἄλογον μέρος ἐψυχῶσθαί τε καὶ μόριον αὐτῆς εἶναι. αὐτίκα τὴν μὲν ζωτικὴν δύναμιν, ἡ ἐμπεριέχεται τὸ θρεπτικόν τε καὶ αὐξητικὸν καὶ καθ’ ὅλου κινητικόν, τὸ πνεῦμα εἴληχεν τὸ σαρκικόν, ὀξυκίνητον ὂν

 

 

161

καὶ πάντῃ διὰ τε τῶν αἰσθήσεων καὶ τοῦ λοιποῦ σώματος πορευόμενὸν τε καὶ πρωτοπαθοῦν διὰ σώματος τὴν προαιρετικήν δὲ τὸ ἡγεμονικὸν ἔχει δύναμιν, περὶ ἤν ἡ ζήτησις καὶ ἡ μάθησις καὶ ἡ γνῶσις. ἀλλὰ γὰρ ἡ πάντων ἀναφορὰ εἰς ἔν συντέτακται τὸ ἡγεμονικὸν καὶ δὶ ἐκεῖνο ζῇ τε ὁ ἄνθρωπὸς καὶ πῶς ζῇ. (136) διὰ τοῦ σωματικοῦ ἄρα πνεύματος αἰσθάνεται ὁ ἄνθρωπος, ἐπιθυμεῖ, ἥδεται, ὁργίζεται, τρέφεται, αὔξεται καὶ δὴ καὶ πρὸς τὰς πράξεις διὰ τοῦτου πορεύεται τὰς κατ' ἔννοιἀν τε καὶ διάνοιαν, καὶ ἐπειδὰν κρατῆ τῶν ἐπιθυμιῶν, βασιλεύει τὸ ἡγεμονικόν. τὸ οὖν «οὐκ ἐπιθυμήσεισ» οὐ δουλεύσεις φησὶ τῷ σαρκικῳ πνεύματι, ἀλλὰ ἄρξεις αὐτοῦ, ἐπεὶ «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεῦματοσ» καὶ εἰς τὸ παρὰ φύσιν ἀτακτεῖν ἐπανίσταται, «καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκὸσ« εἰς τὴν κατὰ φύσιν τοῦ ἀνθρώπου διεξαγωγὴν ἐπι κρατεῖ μὴ τι οὖν εἰκότως «κατ' εἰκόνα θεοῦ» γεγονέναι ὁ ἄνθρωπος εἴρηται, οὐ κατὰ τῆς κατασκευῆς τὸ σχῆμα, ἀλλ’ ἐπεὶ ὁ μὲν θεὸς λόγῳ τὰ πάντα δημιουργεῖ, ὁ δὲ ἄνθρωπος ὁ γνωστικὸς γενόμενος τῷ λογικῳ τοῦς καλὰς πράξεις ἐπιτελεῖ. εἰκότως τοίνυν αἰ δύο πλάκες τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολὰς τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῳ τὰς πρὸ τοῦ νόμωυ παραδεδομένας ἀλλαχῇ εἴρηνται μηνύειν καὶ τὰ τῶν αἰσθήσεων κινήματα κατὰ τε τὴν διάνοιαν ἀποτυποῦνται κατὰ τε τὴν ἀπὸ τοῦ σώματος ἐνέργειαν φανεροῦνται ἐξ ἀμφοῖν γὰρ ἡ κατάληψις. πάλιν τε αὖ ὡς αἵσθησις πρὸς τὸ αἰσθητόν, οὕτως νόησις πρὸς τὸ νοητόν. (137) διτταὶ δὲ καὶ αἱ πράξεις, αἵ μὲν κατ’ ἔννοιαν, αἵ δέ κατ' ἐνέργειαν.

Καὶ ἡ μὲν πρώτη τῆς δεκαλόγου ἐντολὴ παρίστησιν. ὅτι μόνος εἰς ἐστιν θεὸς παντοκράτωρ, ὃς ἐκ τῆς Αἰγύπτου τὸν λαὸν μετήγαγεν διὰ τῆς ἐρήμου εἰς τὴν πατρῴαν γὴν, ὅπως καταλαμβάνωσι μὲν διὰ τῶν θείων ἐνεργημάτων, ὡς ἐδύναντο, τὴν δύναμιν αὐτοῦ, ἀφιστώνται δὲ τῆς τῶν γενητῶν εἰδωλολατρείας, τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὸν κατ' ἀλήθειαν ἔχοντες θεόν, ὁ δεύτερος δὲ ἐμήνυεν λόγος μὴ δεῖν λαμβάνειν μηδὲ ἐπιφέρειν τὸ μεγαλεῖον κράτος τοῦ θεοῦ (ὅπερ ἐστι τὸ ὄνομα τοῦτο γὰρ μόνον ἐχώρουν, <ὡσ> καὶ ἔτι νῦν οἱ πολλοὶ, μαθεῖν)-μὴ φέρειν τοῦτου τὴν ἐπίκλησιν ἐπὶ τὰ γενητὰ καὶ μάταια, ἃ δὴ οἱ τεχνῖται τῶν ἀνθρώπων πεποιήκασι, καθ’ ὧν ὁ ὢν οὐ τάσσεταιˑ ἐν ταύτότητι γὰρ ἀγενήτῳ ὁ ὢν αὐτὸς

 

 

162

μόνος, τρίτος δὲ ἐστι λόγος ὁ μηνύων γεγονέναι πρὸς τοῦ θεοῦ τὸν κόσμον καὶ δεδωκέναι ἀνάπαυσιν ἡμῖν ἐβδόμην ἡμέραν διὰ τὴν κατὰ τὸν βίον κακοπάθειαν θεὸς γὰρ ἀκμητὸς τε καὶ ἀπαθής καὶ ἀπροσδεὴς, ἀναπαύλης δὲ ἡμεῖς οἱ σαρκοφοροῦντες δεόμεθα. (138) ἡ ἑβδόμη τοίνυν ἡμέρα ἀνάπαυσις κηρύσσεται, ἀποχῇ κακῶν ἐτοιμάζουσα τὴν ἀρχέγονον ἡμέραν τὴν τῷ ὄντι ἀνάπαυσιν ἡμῶν, ἤ δὴ καὶ πρώτη τῷ ὄντι φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται καὶ πάντα κληρονομεῖται, ἐκ ταύτης τῆς ἡμέρας ἡ πρώτη σοφία καὶ ἡ γνῶσις ἡμῖν ἑλλόψπεται τὸ γὰρ φῶς τῆς ἀληθείας φῶς ἀληθές, ἀσκιον, ἀμερῶς μεριζόμενον πνεῦμα κυρίου εἰς τοῦς διὰ πίστεως ἡγιασμένους, λαμπτῆρος ἐπέχον τάξιν εἰς τὴν τῶν ὅντων ἐπίγνωσιν. ἀκολουθοῦντες οὖν αὐτῷ δι’ ὅλου τοῦ βίου ἀπαθεῖς καθιστάμεθα, τὸ δὲ ἐστιν ἀναπαύσασθαι. διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ’ οὐσίαν λέγω) θείων καὶ ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει, ἐνταῦθα γενομένους ἐν παρέργῳ καὶ ταῦτα ὑπομνηστέον, ἐπεὶ περὶ ἑβδομάδος καὶ ὀγδοάδος ὁ λόγος παρεισηλθε κινδυνεύει γὰρ ἡ μὲν ὀγδοὰς ἐβδομὰς εἶναι κυρίως, ἑξάς δὲ ἡ ἐβδομὰς κατὰ γε τὸ ἐμφανές, καὶ ἡ μὲν κυρίως εἶναι σάββατον, ἐργάτις δὲ ἡ ἐβδομὰς ἡ τε γὰρ κοσμογονία ἐν ἔξ περαιοῦται ἡμέραις, ἡ τε ἀπὸ τροπῶν ἐπὶ τροπάς κίνησις τοῦ ἡλίου ἐν ἓξ συντελεῖται μησί, καθ’ ἣν πῆ μὲν φυλλοῤῥοεῖ, πῃ δὲ βλαστάνει τὰ φυτὰ καὶ αἱ τῶν σπερμάτων γίνονται τελειώσεις. (139) φασὶ δὲ καὶ τὸ ἑμβρυον ἀπαρτίζεσθαι πρὸς ἀκρίβειαν μηνί τῷ ἐκτῳ, τουτέστιν ἑκατὸν ἡμέραις καὶ ὀγδοήκοντα πρὸς ταῖς δύο καὶ ἡμίσει, ὡς ἱστορεῖ Πόλυβος μὲν ὁ ἰατρὸς ἐν τῷ Περὶ ὀκταμήνων, Ἀριστοτέλης δὲ ὁ φιλόσοφος ἐν τῷ Περὶ φύσεως οἱ τε Πυθαγόρειοι ἐντεῦθεν, οἶμαι, ἀπὸ τῆς τοῦ κόσμου κατὰ τὸν προφήτην γενέσεως, τὸν ἓξ ἀριθμὸν τέλειον νομίζουσι καὶ μεσευθύν καλοῦσι τοῦτον καὶ γάμον διὰ τὸ μέσον αὐτὸν εἶναι τοῦ εὐθέος, τουτέστι τοῦ δέκα καὶ τοῦ δύο φαίνεται γὰρ ἴσον ἀμφοῖν ἀπέχων. ὡς δ’ ὁ γάμος ἐξ αῤῥενος καὶ θηλείας γεννᾷ, οὕτως ὁ ἐξ ἐκ περισσού μὲν τοῦ τρία, αῤῥενος ἀριθμοῦ λεγομένου, ἀρτιου δὲ τοῦ δύο, θήλεος νομιζομένου, γεννάται δὶς

 

 

163

γὰρ τὰ τρία γίνεται ὁ ἔξ. τοσαῦται πάλιν αἱ γενικώταται κινήσεις, καθ’ }ας ἡ πᾶσα γένεσις φέρεται, ἄνω κάτω, εἰς δεξιἀ εἰς ἀριστερά, πρόσω ὁπίσω.

(140) Εἰκότως ἄρα τὸν ἐπτὰ ἀριθμὸν ἀμήτορα καὶ ἀγονον λογίζονται, τὸ σάββατον ἐρμηνεύοντες καὶ τὸ τῆς ἀναπαύσεως εἶδος ἀλληγοροῦντες, καθ’ ἣν «οὔτε γαμοῦσιν οὔτε γαμίσκονται ἐτι» οὔτε γὰρ ἐκ τινὸς ἀριθμοῦ ἐπὶ τίνα λαμβάνουσι γίνεται ὁ ἐπτὰ οὔτε ἐπὶ τίνα ληφθείς ἀποτελεῖ τῶν ἐντὸς τῆς δεκάδος ἕτερον, τὴν τε ὀγδοάδα κύβον καλοῦσι, μετὰ τῶν ἐπτὰ πλανωμένων τὴν ἀπλανῆ συγκαταριθμοῦντες σφαῖραν, δι’ ὧν ὁ μέγας ἐνιαυτὸς γίνεται οἷον περὶοδὸς τις τῆς τῶν ἐπηγγελμένων ἀνταποδόσεως. ταύτῃ τοι ὁ κύριος τέταρτος ἀναβάς εἰς τὸ ὅρος ἐκτος γίνεται καὶ φωτὶ περιλάμπεται πνευματικῳ, τὴν δύναμιν τὴν ἀπ' αὐτοῦ παραγυμνώσας εἰς ὅσον οἷόν τε ἦν ἰδεῖν τοῖς ὀρᾶν ἐκλεγεῖσι, δι’ ἐβδομης ἀνακηρυσσόμενος τῆς φωνῆς υἱὸς εἶναι θεοῦ, ἵνα δὴ οἱ μὲν ἀναπαύσωνται πεισθέντες περὶ αὐτοῦ, ὃ δέ, διὰ γενέσεως, ἦν ἐδήλωσεν ἡ ἑξάς, ἐπίσημος, ὀγδοὰς ὑπαρχων φανῇ, θεὸς ἐν σαρκίῳ τὴν δύναμιν ἐνδεικνύμενος, ὀριθμούμενος μὲν ὡς ἄνθρωπος, κρυπτόμενος δὲ ὃς ἦν τῇ μὲν γὰρ τάξει τῶν ἀριθμῶν συγκαταλέγεται καὶ ὁ ἐξ, ἡ δὲ τῶν στοιχείων ἀκολουθία ἐπίσημον γνωρίζει τὸ μὴ γραφόμενον. (141) ἐνταῦθα κατὰ μὲν τοὺς ἀριθμοὺς αὐτοὺς σῴζεται τῇ τάξει ἐκάστη μονὰς εἰς ἑβδομάδα τε καὶ ὀγδοάδα, κατὰ δὲ τὸν τῶν στοιχείων ὀριθμὸν ἐκτον γίνεται τὸ ζῆτα, καὶ ἐβδομον τὸ η. εἰσκλαπέντος δ’ οὐκ οἶδ’ ὅπως τοῦ ἐπισήμου εἰς τὴν γραφήν, ἐὰν οὕτως ἐπώμεθα, ἐκτῃ μὲν γίνεται ἡ ἐβδομὰς, ἑβδόμη δὲ ἡ ὀγδοάς διὸ καὶ ἐν τῇ ἐκτῃ ὁ ἄνθρωπος λέγεται πεποιήσθαι ὁ τῷ ἐπισήμῳ πιστὸς γενόμενος ὡς εὐθέως κυριακῆς κληρονομίας ἀνάπαυσιν ἀπολαβεῖν. τοιοῦτον τι καὶ ἡ ἕκτη ὥρα τῆς σωτηρίου οἰκονομίας ἐμφαίνει, καθ’ ἦν ἐτελειώθη ὁ ἄνθρωπος, ναὶ μὴν τῶν μὲν ὀκτὼ αἰ μεσότητες γίνονται ἐπτά, τῶν δὲ ἐπτὰ φαίνονται εἶναι τὰ διαστήματα ἐξ. ἄλλος γὰρ ἐκεῖνος λόγος, ἐπὰν ἐβδομὰς δοξάζῃ τὴν ὀγδοάδα καὶ «οἱ οὐρανοί τοῖς οὐρανοῖς διηγούνται δόξαν θεοῦ«. οἱ τούτων αἰσθητοί τύποι τὰ παρ' ἡμῖν φωνήεντα στοιχεῖα, οὕτως καὶ αὐτὸς εἴρηται ὁ κύριος «ἄλφα καὶ ὦ, ἀρχὴ καὶ τέλοσ», «δὶ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν». οὐ τοίνυν, ὥσπερ τινὲς ὑπολαμβάνουσι τὴν

 

 

164

ἀνάπαυσιν τοῦ θεοῦ, πέπαυται ποιῶν ὁ θεὸς ἀγαθὸς γὰρ ῶν, εἰ παύσεται πότε ἀγαθοεργῶν, καὶ τοῦ θεὸς εἶναι παύσεται, ὅπερ οὐδὲ εἰπεῖν θέμις. (142) ἔστιν δ’ οὖν καταπεπαυκέναι τὸ τὴν τάξιν τῶν γενομένων εἰς πάντα χρόνον ἀπαραβάτως φυλάσσεσθαι τεταχέναι καὶ τῆς παλαιᾶς ἀταξίας ἕκαστον τῶν κτισμάτων καταπεπαυκέναι αἱ μὲν γὰρ κατὰ τὰς διαφόρους ἡμέρας δῆμιουργίαι ἀκολουθίᾳ μεγίστη παρειλήφεισαν ὡς ἄν ἐκ τοῦ προγενεστέρου τὴν τιμήν, <τάξιν> ἑξόντων ἁπάντων τῶν γενομένων, ἅμα νοήματι κτισθέντων, ἀλλ’ οὐκ ἐπ' ἰσης ὅντων τίμιωνˑ οὐδ’ ἂν φωνῇ δεδήλωτο ἡ ἐκάστου γένεσις ἀθρόως πεποιῆσθαι λεχθείσης τῆς δημιουργίας ἐχρῆν γὰρ τι καὶ πρῶτον ὀνομάσαι. διὰ τοῦτο ἄρα προεφητεύθῃ πρῶτα, ἐξ ὧν τὰ δεύτερα, πάντων ὁμοῦ ἐκ μιᾶς οὐσίας μιᾷ δυνάμει γενομένων ἔν γὰρ, οἶμαι, τὸ βούλημα τοῦ θεοῦ ἐν μιᾷ ταύτότητι. πῶς δ’ ἂν ἐν χρόνῳ γένοιτο κτίσις, συγγενομένου τοῖς οὖσι καὶ τοῦ χρόνου;

Ἤδη δὲ καὶ ἐν ἑβδομάσι πᾶς ὁ κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ τῶν φυομένων ἀπάντων. (143) ἐπτὰ μὲν εἰσὶν οἰ τὴν μεγίστην δύναμιν ἔχοντες πρωτόγονοι ἀγγέλων ἄρχοντες, ἐπτὰ δὲ καὶ οἱ ἀπὸ τῶν μαθημάτων τοὺς πλανήτας εἶναι φασιν ἀστέρας τὴν περὶγειον διοίκησιν ἐπιτελοῦντας, ὑφ' ὧν κατὰ συμπάθειαν οἱ Χαλδαῖοι πάντα γίνεσθαι νομίζουσι τὰ περὶ τὸν θνητὸν βίον, παρ' ὃ καὶ περὶ τῶν μελλόντων λέγειν τινὰ ὑπισχμοῦνται, τῶν δὲ ἀπλανῶν ἐπτὰ μὲν αἰ πλειάδες, ἐπτάστεροι δὲ αἰ ἄρκτοι, καθ’ ἀς αἰ γεωργίαι καὶ ναυτιλίαι συμπεραιοῦνται, ἡ σελήνη τε δι' ἐπτὰ ἡμερῶν λαμβάνει τοὺς μετασχήματισμούς. κατὰ μὲν οὖν τὴν πρώτην ἑβδομάδα διχότομος γίνεται, κατὰ δὲ τὴν δευτέραν πανσέληνος, τρίτῃ δὲ ἀπὸ τῆς ἀποκρούσεως αὖθις διχότομος, καὶ τετάρτῃ ἀφανίζεται. ἀλλὰ καὶ αὐτή, καθάπερ Σέλευκος ὁ μαθηματικὸς παραδίδωσιν, ἐπτάκις μετασχηματίζεται. γίνεται γὰρ ἐξ ἀφεγγοῦς μηνοειδής, εἶτα διχότομος, εἶτα ἀμφίκυρτος πανσέληνος τε καὶ κατὰ ἀπόκρουσιν πάλιν ἀμφίκυρτος διχότομος τε ὁμοίως καὶ μηνοειδής.

(144) ἐπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους, ποιητής τις οὐκ ἄσημος γράφει καὶ τὴν παλαιὰν λύραν ἐπτάφθογγον εἶναι διδάσκων, ἐπτὰ καὶ περὶ τῷ προσώπῳ τῷ ἡμετέρῳ ἐπίκειται τῶν αἰσθητηρίων τὰ ὄργανα, δύο μὲν

 

 

165

τὰ τῶν ὀφθαλμῷν, δύο δὲ τὰ τῶν ἀκουστικῶν πόρων, δύο δὲ τὰ τῶν μυκτήρων, ἔβδομον δὲ τὸ τοῦ στόματος, τὰς τε τῶν ἡλικιῶν μεταβολὰς κατὰ ἑβδομάδα γίνεσθαι Σόλωνος αἱ ἐλεγεῖαι δηλοῦσιν ὧδέ πως

παῖς μὲν ἄνηβος έὼν ἔτι νήπιος ἕρκος ὀδόντων

φύσας ἐκβάλλει πρῶτον ἐν ἔπτ' ἔτεσιν

τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἐπτ' ἐνιαυτοὺς,

ἥβης ἐκφαίνει σήματα γεινομένης

τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἐπὶ γυίων

λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης

τῇ δὲ τετάρτῃ πᾶς τις ὲν ἐβδομάδι μέγ’ ἀριστος

ἱσχύν, ἥν τ’ ἄνδρες σήματ' ἔχουσ' ἀρετῆς

πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι

καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν

τῇ δ’ ἐκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός,

οὐδ’ ἕρδειν ἐθ ὁμῶς ἔργα μάταια θέλει

ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἐβδομάσι<ν> μέγ' ἄριστος

ὀκτώ τ' ἀμφοτέρων τέσσαρα καὶ δέκ' ἔτη

τῇ δ’ ἐνάτῃ ἔτι μὲν δύναται, μετριώτερα δ’ αὐτοῦ

πρὸς μεγάλην ἀρετὴν σῶμά τε καὶ δύναμις

τῇ δεκάτῃ δ’ ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς,

οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.

(145) πάλιν ἐν ταῖς νόσοις κρίσιμος ἡ ἑβδόμη καὶ ἡ τεσσαρεσκαιδεκάτῃ, καθ’ ἃς ἡ φύσις διαγωνίζεται πρὸς τὰ νοσοποιὰ τῶν αἰτίων, καὶ μύρια τοιαῦτα ἅγιάζων τὸν ἀριθμὸν παρατίθεται Ἕρμιππος ὁ Βηρύτιος ἐν τῷ Περὶ ἑβδομάδος. σαφῶς δὲ τὸν περὶ ἑβδομάδος τε καὶ ὀγδοάδος μυστικὸν λόγον τοῖς γιγνώσκουσι παραδίδωσιν ὁ μακάριος Δαβὶδ ὧδέ πῶς ψάλλωνˑ «τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. αἱ ἡμέραι τῶν ἐτὼν ἡμῶν ἐν αὐτοῖς ἐβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη.» εἴη δ’ ἡμᾶς βασιλεύειν. ἵνα τοίνυν γενητὸν εἶναι τὸν κόσμον διδαχθῶμεν, μὴ ἐν χρόνῳ δὲ ποιεῖν τὸν θεὸν ὑπολάβωμεν, ἐπήγαγεν ἡ

 

 

166

προφητεία «αὕτη ἡ βίβλος γενέσεως καὶ τῶν ἐν αὐτοῖς, ὅτε ἐγένετο ἡ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανον καὶ τὴν γῆν.» τὸ μὲν γὰρ «ὅτε ἐγένετο» ἀόριστον ἐκφοράν καὶ ἄχρονον μηνύει, τὸ δὲ «ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεόσ», τουτέστιν ἐν ᾗ καὶ δὶ ἧς τὰ πάντα ἐποίησεν, ἧς καὶ «χωρὶς ἐγένετο οὐδὲ ἔν», τὴν δι’ υἱοῦ ἐνέργειαν δηλοῖ, ὃν φησὶν ὁ Δαβὶδ «αὕτῃ ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος εὐφρανθώμεν καὶ ἀγαλλιαθῶμεν ἐν αὐτη», τουτέστι κατὰ τὴν δι’ αὐτοῦ γνῶσιν παραδιδομένην τὴν θείαν ἐστίασιν εὐωχηθῶμεν. ἡμέρα γὰρ εἴρηται ὁ φωτίζων τὰ ἐπικεκρυμμένα λόγος καὶ δὶ οὗ εἰς φῶς καὶ γένεσιν ἕκαστον τῶν κτισμάτων παρηλθεν. καὶ ὅλως ἡ δεκάλογος διὰ τοῦ ιώτα στοιχείου τὸ ὄνομα τὸ μακάριον δηλοῖ, λόγον ὄντα τὸν Ἰησοῦν παριστώσα.

(146) Ὁ δὲ πέμπτος ἑξῆς ἐστι λόγος περὶ τιμῆς πατρὸς καὶ μητρός. πατέρα δὲ καὶ κύριον τὸν θεὸν λέγει σαφῶς, διὸ καὶ τοὺς ἐπιγνόντας αὐτὸν υἱοὺς ἀναγορεύει καὶ θεούς, κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὡς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ’, ὡς ἑτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ’ ἡ θεῖα γνῶσις καὶ ἡ σοφία, ὡς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν, καὶ ἐστι δι’ αὐτὴν αἰρετή, πᾶν τε αὖ τὸ καλὸν καὶ σεμνὸν παρὰ τοῦ θεοῦ δι’ υἱοῦ γιγνώσκεται.

Ἕπεται τούτῳ ὁ περὶ μοιχείας λόγος, μοιχεία δ’ ἐστὶν, ἐὰν τις καταλιπὼν τὴν ἐκκλησιαστικὴν καὶ ἀληθῆ γνῶσιν καὶ τὴν περὶ θεοῦ διάληψιν ἐπὶ τὴν μὴ προσήκουσαν ἐρχηται ψευδῆ δόξαν, ἤτοι θεοποιῶν τι τῶν γενητῶν ἡ καὶ ἀνειδωλοποιῶν τι τῶν μὴ ὄντων εἰς ὑπέρβασιν, μᾶλλον δὲ ἐκβασιν γνώσεως. ἀλλότρια δὲ τοῦ γνωστικοῦ ἡ ψευδής δόξα ὥσπερ ἡ ἀληθὴς οἰκεία τε καὶ σύζυγος. (147) διόπερ καὶ ὁ γενναῖος ἀπόστολος ἐν τι τῶν τῆς πορνείας εἰδὼν τὴν εἰδωλολατρείαν καλεῖ ἀκολούθως τῷ προφήτῃ λέγοντι «ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον τῷ ξύλῳ εἶπεν ὅτι πατὴρ μου εἴ σὺ καὶ τῷ λίθῳ σὺ ἐγέννησάς με.»

Ἐπειτα ὁ περὶ φόνου λόγος ἐπακολουθεῖ. φόνος δὲ ἔξαρσίς ἐστι βιαία, τὸν οὖν ἀληθῆ λόγον περὶ θεοῦ καὶ τῆς ἀιδιότητος αὐτοῦ ὁ βουλόμενος ἐξαίρειν, ἵνα τὸ ψεῦδος ἐγκρίνῃ, λέγων ἤτοι ἀπρονόητον εἶναι τὸ πᾶν ἡ τὸν κόσμον ἀγένητον ἡ τῶν κατὰ τὴν ἀληθῆ διδασκαλίαν βεβαίων ἐξωλέστατος.

 

 

167

Μετὰ δὲ τοῦτον ὁ περὶ κλοπῆς ἐστι λόγος, ὡς οὖν ο κλέπτων τὰ ἀλλότρια μεγάλως ἀδικῶν εἰκότως περιπίπτει τοῖς ἐπαξίοις κακοῖς, οὕτως ο τὰ θεῖα τῶν ἔργων σφετεριζόμενος διὰ τέχνης ἤτοι πλαστικής ἡ γραφικής καὶ λεγων ἑαυτόν ποιητὴν εἶναι τῶν ζῴων καὶ φυτῶν, ὁμοίως τε οἱ τὴν ἀληθῆ φιλοσοφίαν ἀπομιμούμενοι κλέπται εἰσί. κἂν γεωργὸς τις ἡ κἂν πατὴρ παιδιού, διάκονὸς ἐστι σπερμάτων καταβολῆς, ὁ θεὸς δὲ τὴν πάντων αὔξησιν καὶ τελείωσιν παρέχων εἰς τὸ κατὰ φύσιν προσάγει τὰ γινόμενα. (148) οἱ πλεῖστοι δὲ σὺν καὶ τοῖς φιλοσόφοις τὰς αὐξήσεις καὶ τὰς τροπάς τοῖς ἀστροις κατὰ τὸ προηγούμενον ἀνατιθέασιν, ἀποστεροῦντες τὸ ὅσον ἐπ' αὐτοῖς τὴν ἀκάματον δύναμιν τὸν πατέρα τῶν ὅλων. τὰ δὲ στοιχεῖα καὶ τὰ ἄστρα, τουτέστιν αἰ δυνάμεις αἰ διοικητικαί, προσετάγησαν ἐκτελεῖν τὰ εἰς οἰκονομίαν ἐπιτήδεια, καὶ αὐτὰ τε πείθεται ἄγεται τε πρὸς τῶν ἐπιτεταγμένων αὐτοῖς, ἡ ἂν ἡγῆται τὸ ῥῆμα κυρίου, ἐπείπερ ἡ θεῖα δύναμις ἐπικεκρυμμένως πάντα ἐνεργεῖν πέφυκεν. ὁ τοίνυν ἑαυτόν φάμενος ἐπινενοηκέναι τι ἡ πεποιηκέναι τῶν πρὸς δημιουργίαν συντεινόντων εῦθυναν ὑφέξει τοῦ ἀσεβοῦς τολμήματος.

Δέκατος δὲ ἐστιν ὁ περὶ ἐπιθυμιῶν ἀπασῶν λόγος, καθάπερ οὖν ὁ τῶν μὴ καθηκόντων ἐπιθυμῶν εὐθύνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐκ ἐφεῖται ψευδῶν πραγμάτων ἐπιθυμεῖν οὐδὲ ὑπολαμβάνειν τῶν ἐν γενέσει τὰ μὲν ἐμψυχα ἐξ ἑαυτῶν δύνασθαι, τὰ δὲ ἄψυχα καθάπαξ μὴ δύνασθαι σῴζειν ἡ βλάπτειν κἂν τις λέγῃ τὴν ἀντίδοτον ἰᾶσθαι μὴ δύνασθαι καὶ τὸ κώνειον φθείρειν, σοφιζόμενος λέληθεν. οὐδὲν γὰρ τούτων ἐνεργεῖ ἄνευ τοῦ τῇ βοτάνῃ καὶ τῷ φαρμάκῳ χρωμένου, ὥσπερ οὐδ’ ἡ ἀξίνῃ ἄνευ τοῦ κόπτοντος οὐδὲ ὁ πρίων τοῦ πρίζοντος. ὡς δὲ καθ’ ἑαυτά μὲν οὐκ ἐνεργεῖ, ἕχει δὲ τινας ποιότητας φυσικάς τῇ τοῦ τεχνίτου ἐνεργείᾳ συντελούσας τὸ οἴκεῖον ἐργον, οὕτως τῇ καθολικῇ τοῦ θεοῦ προνοίᾳ διὰ τῶν προσεχέστερον κινουμένων καθ' ὑπόβασιν εἰς τὰ ἐπὶ μέρους διαδίδοται ἡ δραστικὴ ἐνέργεια.

 

 

168

XVII

(149) Ἀλλ', ὡς ἔοικεν, οἱ φιλόσοφοι τῶν Ἑλλήνων θεὸν ὀνομάζοντες οὐ γιγνώσκουσιν, ἐπεὶ μὴ σέβουσι κατὰ θεὸν τὸν θεόν, τὰ φιλοσοφούμενα δὲ παρ' αὐτοῖς κατὰ τὸν Ἐμπεδοκλέα

ὡς διὰ πολλῶν δὴ γλώσσης ἐλθόντα ματαίως

ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.

ὡς γὰρ που τὸ ἀπὸ τοῦ ἡλίου φῶς δι’ ὑελοῦ σκεύους πλήρους ὕδατος μεθοδεύει ἡ τέχνη εἰς πῦρ, οὕτω καὶ ἡ φιλοσοφία ἐκ τῆς θείας γραφῆς τὸ ἐμπύρευμα λαβοῦσα ἐν ὀλίγοις φαντάζεται, ναὶ μὴν ὡς τὸν αὐτὸν ἀέρα ἀναπνεῖ τὰ ζῷα ἅπαντα, ἄλλα δὲ ἄλλως καὶ εἰς τι διάφορον, οὕτως δὲ καὶ τὴν ἀλήθειαν μετ ἴασιν οἱ πλείους, μᾶλλον δὲ τὸν περὶ ἀληθείας λόγον, οὐ γὰρ περὶ θεοῦ τι λέγουσιν. ἀλλὰ τὰ ἑαυτῶν πάθῃ ἐπὶ θεὸν ἀνάγοντες ἐξηγοῦνται. γέγονεν γὰρ αὐτοῖς ὁ βίος τὸ πιθανὸν ζητοῦσιν, οὐ τὸ ἀληθὲς ἐκ μιμήσεως δὲ ἀλήθεια οὐ διδάσκεται, ἀλλ’ ἐκ μαθήσεως. οὐ γὰρ ἵνα δόξωμεν εἶναι <χρηστοί, εἰσ> Χριστὸν πιστεύομεν, καθάπερ οὐδὲ εἰς τὸν ἥλιον ἕνεκά γε τοῦ φαίνεσθαι μόνον ἐν ἡλίῳ ὄντας παρερχόμεθα, ἀλλ’ ἐνταῦθα μὲν τοῦ ἀλεαίνεσθαι χάριν, ἐκεῖ δὲ τοῦ εἶναι καλοὶ καὶ ἀγαθοὶ ἕνεκα Χριστιανοί εἶναι βιαζόμεθα, ὅτι μάλιστα «βιαστῶν ἐστιν ἡ βασιλεία», ἐκ ζητήσεως καὶ μαθήσεως καὶ συνασκήσεως τελείας τὸ γενέσθαι βασιλέα καρπουμένων. (150) ὁ μιμούμενος ἄρα τὴν δόκησιν δολοῖ καὶ τὴν πρόληψιν. ὅταν δὲ τις ἐναυσμα λαβὼν τοῦ πράγματος ἐξάψῃ τοῦτο ἔνδον ἐν τῇ ψυχῇ πόθῳ καὶ μαθήσει, πάντα ἐπὶ τούτοις κινεῖ πρὸς τὸ ἐπιγνῶναι. οὗ γὰρ τις μὴ ἀντιλαμβάνεται, οὐδὲ ποθεῖ αὐτὸ οὐδὲ ἀσπάζεται τὴν ἐξ αὐτοῦ ὠφέλειαν. τὸ ὕστερον οὖν ὁ γνωστικὸς ἐπὶ τέλει τῶν κατορθωμάτων μιμείται τὸν κύριον, εἰς ὅσον ἐφικτὸν ἀνθρώποις, ποιότητά τίνα κυριακὴν λαβὼν εἰς ἐξομοίωσιν θεοῦ. οἱ δὲ μὴ ἐπιστάμενοι τὴν γνῶσιν οὐδὲ κανονίζειν δύνανται τὴν ἀλήθειαν. μεταλαμβάνειν οὖν τῶν γνωστικῶν θεωρημάτων οὐχ οἷόν τε, ἐὰν μὴ τῶν προτέρων διανοημάτων κενώσωμεν ἑαυτούς. ἁπλῶς γὰρ οὕτως ἀλήθεια κοινῶς λέγεται παντὸς νοητοῦ τε καὶ αἰσθητοῦ. αὐτίκα ἔνεστι θεάσασθαι καὶ ζωγραφίας

 

 

169

ἀλήθειαν παρὰ τὴν δημώδῃ καὶ μουσικῆς σεμνότητα παρὰ τὴν ἀκόλαστον. καὶ φιλοσοφίας οὖν ἔστιν ἀλήθειά τις παρὰ τοὺς ἄλλους φιλοσόφους καὶ κάλλος ἀληθινὸν παρὰ τὸ δεδολωμένον. οὔκουν ποτὲ τὰς ἐπὶ μέρους ἀληθείας, καθ’ ων ἡ ἀλήθεια κατηγορεῖται, αὐτὴν δὲ τὴν ἀλήθειαν πολυπραγμονητέον, οὐκ ὀνόματα ζητοῦντας μαθεῖν τὸ γὰρ περὶ θεοῦ πρᾶγμα οὐκ ἐστιν ἐν, ἀλλὰ μυρία, διαφέρει δὲ τὸν θεὸν ζητεῖν ἡ τὰ περὶ θεοῦ. καθόλου δὲ εἰπεῖν περὶ ἐκάστου πράγματος τῆς οὐσίας τὰ συμβεβηκότα διακριτέον.

(151) Καί μοι ἀπόχρη φάναι θεὸν εἶναι τὸν κύριον πάντων. αὐτοτελῶς δὲ λέγω τὸν κύριον πάντων, οὐδενὸς ὑπολειπομένου κατὰ ἐξαίρεσιν. ἐπεὶ τοίνυν δύο εἰσὶν ἰδέαι τῆς ἀληθείας, τὰ τε ὀνόματα καὶ τὰ πράγματα, οἴ μὲν τὰ ὀνόματα λέγουσιν, οἱ περὶ τὰ κάλλῃ τῶν λόγων διατρίβοντες, οἱ παρ' Ἕλλησι φιλόσοφοι, τὰ πράγματα δὲ παρ' ἡμῖν ἐστι τοῖς βαρβάροις. αὐτίκα ὁ κύριος οὐ μάτην ἠθέλησεν εὐτελεῖ χρήσασθαι σώματος μορφῇ, ἵνα μὴ τις τὸ ὡραῖον ἐπαινῶν καὶ τὸ κάλλος θαυμάζων ἀφιατήται τῶν λεγομένων καὶ τοῖς καταλειπομένοις προσανέχων ἀποτέμνηται τῶν νοητῶν, οὐ τοίνυν περὶ τὴν λέξιν, ἀλλὰ περὶ τὰ σημαινόμενα ἀναστρεπτέον. τοῖς μὲν οὖν <τῆς λέξεωσ> ἀντιληπτικοῖς καὶ μὴ κινηθεῖσι πρὸς γνῶσιν οὐ πιστεύεται ὁ λόγος, ἐπεὶ καὶ οἱ κόρακες ἀνθρωπείας ἀπομιμοῦνται φωνὰς ἔννοιαν οὐκ ἔχοντες οὗ λέγουσι πράγματος, ἀντίληψις δὲ νοερά πίστεως ἔχεται. οὕτως καὶ Ὅμηρος εἶπεν «πατὴρ ἀνδρῶν τε θεῶν τε», μὴ εἰδὼς τις ὁ πατὴρ καὶ πῶς ὁ πατὴρ. (152) ὡς δὲ τῷ χεῖρας ἔχοντι τὸ λαβεῖν κατὰ φύσιν καὶ τῷ ὀφθαλμοὺς ὑγιαίνοντας κεκτημένῳ τὸ φῶς ἰδεῖν, οὕτως τῷ πίστιν εἰληφότι τὸ γνώσεως μεταλαβεῖν οἴκεῖον πέφυκεν, εἰ προσεξεργάσασθαι καὶ προσοικοδομήσαι χρυσόν, ἄργυρον, λίθους τίμιους τῷ καταβληθέντι θεμελίῳ γλίχοιτο. οὐ τοίνυν ὑπισχνεῖται βούλεσθαι μεταλαμβάνειν, ἀλλὰ ἄρχεται οὐδὲ μέλλειν, ἀλλ’ εἶναι βασιλικὸν τε καὶ φωτεινὸν καὶ γνωστικὸν καθήκεν, οὐδὲ ὀνόματι, ἀλλ’ ἔργῳ ἐθέλειν ἀπτεσθαι τῶν πραγμάτων προσῆκεν. ἀγαθὸς γὰρ ὧν ὁ θεὸς διὰ τὸ ἡγεμονικὸν τῆς κτίσεως ἁπάσης, σῴζεσθαι βουλόμενος τοῦτο, ἐπὶ τὸ ποιεῖν ἐτράπετο καὶ τὰ λοιπά, πρώτην ταύτην εὐεργεσίαν, τὸ γενέσθαι, ἀπ'

 

 

170

ἀρχῆς παρασχὼν αὐτοῖς ἄμεινον <γὰρ> εἶναι πολλῷ τὸ εἶναι τοῦ μῃ εἶναι πᾶς ἄν τις ὁμολογσειεν. ἔπειτα, ὡς ἐνεδέχετο φύσεως ἔχειν ἕκαστον, ἐγένετο τε καὶ γίνεται προκόπτον εἰς τὸ αὐτοῦ ἄμεινον. (153) ὥστ’ οὐκ ἄτοπον καὶ τὴν φιλοσοφίαν ἐκ τῆς θείας προνοίας δεδόσθαι προπαιδεύουσαν εἰς τὴν διὰ Χριστοῦ τελείωσιν, ἣν μὴ ἐπαισχύνηται γνώσει βαρβάρῳ μαθητεύουσα φιλοσοφία προκόπτειν εἰς ἀλήθειαν, ἀλλ’ «αἱ μὲν τρίχες ἠρίθμηνται» καὶ τὰ εὐτελῆ κινήματα, φιλοσοφία δὲ πῶς οὐκ ἐν λόγῳ; καίτοι καὶ τῷ Σαμψὼν ἐν ταῖς θριξὶν ἡ δύναμις ἐδόθη, ἵνα καὶ τὰς ἀποβλήτους τῶν ἐν τῷ βίῳ τέχνας, τὰς κειμένας καὶ μενούσας μετὰ τὴν ἐξοδον τῆς ψυχῆς χαμαί, μὴ ἄνευ τῆς θείας δυνάμεως ἐννοήσῃ δίδοσθαι. αὐτίκα, φησὶν, ἡ πρόνοια ἄνωθεν ἐκ τῶν προηγουμένων καθάπερ κεφαλῆς εἰς πάντας διήκει, «ὡς τὸ μύρον«, φησί, «τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρὼν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ« (τουτέστι τοῦ μεγάλου ἀρχιερέως, «δι’ οὐ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»), οὐκ εἰς τὸν τοῦ σώματος κόσμον, ἔξωθεν δὲ τοῦ λαοῦ φιλοσοφία καθάπερ ἐσθής. (154) οἱ τοίνυν φιλόσοφοι οἱ εἰς τὴν οἰκείαν συναίσθησιν πνεύματι αἰσθητικῳ συνασκηθέντες, ἐπὰν μὴ μέρος φιλοσοφίας, ἀλλὰ τὴν αὐτοτελῶς φιλοσοφίαν πολυπραγμονῶσι, φιλαλήθως τε καὶ ἀτύφως προσμαρτυροῦντες τῇ ἀληθείᾳ κἂν παρὰ τοῖς ἑτεροδόξοις ἐπὶ τῶν καλῶς εἰρημένων, προκόπτουσιν εἰς σύνεσιν, κατὰ τὴν θείαν διοίκησιν, τὴν ἄῤῥητον ἀγαθότητα, τὴν ἐκάστοτε εἰς τὸ ἄμεινον κατὰ τὸ ἐγχωροῦν προσαγομένην τὴν τῶν ὄντων φύσιν ἔπειτα οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις ὁμιλήσαντες, ἐπὶ τὴν πίστιν ἐκ συνασκήσεως κοινῆς εἰς σύνεσιν ἰδίαν ἀγονται παραδεξάμενοι δὲ τὸν θεμέλιον τῆς ἀληθείας, δύναμιν προσλαμβάνουσι προϊέναι πρόσω ἐπὶ τὴν ζήτησιν, κάνθένδε ἀγαπώσι μὲν μσθητευσάμενοι, γνώσεως δὲ ὀριγνώμενοι σπεύδουσιν εἰς σωτηρίαν, ταύτῃ φησὶν ἡ γραφὴ «πνεῦμα αἰσθήσεωσ» δεδόσθαι τοῖς τεχνίταις ἐκ τοῦ θεοῦ, τὸ δὲ οὐδὲν ἀλλ’ ἢ φρόνησις ἐστι, δύναμις ψυχῆς θεωρητικὴ τῶν ὄντων καὶ τοῦ ἀκολούθου ὁμοιου τε καὶ ἀνομοίου διακριτική τε αὖ καὶ συνθετικὴ καὶ προστακτικὴ καὶ ἀπαγορευτικὴ τῶν τε μελλόντων καταστοχαστική. διατείνει δὲ οὐκ ἐπὶ τὰς τέχνας μόνον, ἀλλὰ

 

 

171

καὶ ἐπὶ τὴν φιλοσοφίαν αὐτὴν. (155) τί δή πότε οὖν καὶ ὁ ὄφις «φρόνιμοσ» εἴρηται; ἐπεὶ κἂν τοῖς πονηρεύμασιν ἔστιν εὑρεῖν ἀκολουθίαν τινὰ καὶ διάκρισιν καὶ σύνθεσίν καὶ στοχασμὸν τῶν μελλόντων, καὶ τὰ πλεῖστα τῶν ἀδικημάτων διὰ τοῦτο λανθάνει, ὅτι προσοικονομοῦνται σφίσιν οἱ κακοί τὸ πάντῃ τε καὶ πάντως τὰς τιμωρίας διαφεύγειν. πολυμερὴς δὲ οὖσα ἡ φρόνησις, δι’ ὅλου τεταμένῃ τοῦ κόσμου διὰ τε τῶν ἀνθρωπίνων ἁπάντων, καθ’ ἕκαστον αὐτῶν μεταβάλλει τὴν προσηγορίαν, καὶ ἐπειδὰν μὲν ἐπιβάλλῃ τοῖς πρώτοις αἰτίοις, νόησις καλεῖται, ὅταν δὲ ταύτην ἀποδεικτικῷ λόγῳ βεβαιώσηται, γνῶσις τε καὶ σοφία καὶ ἐπιστήμη ὀνομάζεται, ἐν δὲ τοῖς εἰς εὐλάβειαν συντείνουσι γινομένη καὶ ἄνευ θεωρίας παραδεξαμένῃ τὸν ἀρχικὸν λόγον κατὰ τὴν ἐν αὐτῇ ἐξεργασίας τήρησιν πίστις λέγεται, κἂν τοῖς αἰσθητοῖς πιστωσαμένη τὸ γε δοκοῦν, ὡς ἐν τούτοις, ἀληθέστατον, δόξα ὁρθή, ἔν τε αὖ ταῖς μετὰ χειρουργίας πράξεσι τέχνη, ὅπου δ’ ἄνευ θεωρίας τῶν πρώτων αἰτίων τηρήσει τῶν ὁμοιων καὶ μεταβάσει ποιήσει τινὰ ὁρμήν καὶ σύστασιν, ἐμπειρία προσαγορεύεται, ἴδιον <δὲ> ἐστιν ἐκεῖνο καὶ τῷ ὄντι κύριον καὶ ἡγεμονικόν, ὃ ἐπὶ πᾶσι προσλαμβάνει μετὰ τὴν βεβαίαν πίστιν ἅγιον κατ’ ἐπισκοπήν ὁ πιστεύσας πνεῦμα.

(156) Διαφορωτέρας ὅρα αἰσθήσεως φιλοσοφία μεταλαβοῦσα, ὡς ἐκ τῶν προειρημένων δεδήλωται, φρονήσεως μετέχει, ἡ γοῦν περὶ τῶν νοηθέντων λογικὴ διέξοδος μετὰ αἱρέσεως καὶ συγκαταθέσεως διαλεκτικὴ λέγεται, βεβαιωτικὴ μὲν τῶν περὶ ἀληθείας λεγομένων δι’ ἀποδείξεως, διακρουστικὴ δὲ τῶν ἐπιφερομένων ἀποριών. κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον αὐτῶν τυγχάνη. οὐκ ἂν δὲ τὴν ἀρχὴν ὑπέστῃ τι τῶν ὄντων ἀβουλήτως ἔχοντος τοῦ θεοῦ, εἰ δὲ βουλομένου, θεόθεν ἡ φιλοσοφία, τοιαύτην εἶναι βουληθέντος αὐτὴν, οἵα ἐστὶν, διὰ τοὺς μὴ ἄλλως ἢ οὕτως ἀφεξομένους τῶν κακῶν, ὁ γὰρ τοι θεὸς πάντα οἶδεν, οὐ μόνον τὰ ὄντα, ἀλλὰ καὶ τὰ ἐσόμενα καὶ ὡς ἔσται ἕκαστον, τὰς τε ἐπὶ μέρους κινήσεις προορῶν «πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει», γυμνήν ἔσωθεν τὴν ψυχὴν βλέπων,

 

 

172

καὶ τὴν ἐπίνοιαν τὴν ἑκάστου τῶν κατὰ μέρος ἔχει δὶ αἰῶνος καὶ ὅπερ ἐπὶ τῶν θεάτρων γίνεται καὶ ἐπὶ τῶν ἑκάστου μερῶν κατὰ τὴν ἐνόρασίν τε καὶ περιόρασιν καὶ συνόρασιν, τοῦτο ἐπὶ τοῦ θεοῦ γίνεται, ἀθρόως τε γὰρ πάντα καὶ ἕκαστον ἐν μέρει μιὰ προσβολῇ προσβλέπει, οὐ πάντα μέντοι κατὰ τὴν προηγουμένην ἐπέρεισιν. ἤδη γοῦν πολλὰ τῶν ἐν τῷ βίῳ καὶ διὰ τινὸς λογισμοῦ ανθρωπίνου λαμβάνει τὴν γένεσιν, θεόθεν τὴν ἔναυσιν εἰληφότα. (157) αὐτίκα ἡ ὑγεία διὰ τῆς ἰατρικῆς καὶ ἡ εὐεξία διὰ τῆς ἀλειπτικῆς καὶ ὁ πλοῦτος διὰ τῆς χρηματιστικῆς λαμβάνει γένεσιν τε καὶ παρουσίαν κατὰ πρόνοιαν μὲν τὴν θείαν, κατὰ συνεργίαν δὲ τὴν ἀνθρωπίνην. θεόθεν δὲ καὶ ἡ σύνεσις. αὐτίκα τῇ τοῦ θεοῦ βουλήσει μάλιστα ἡ τῶν ἀγαθῶν ἀνδρῶν προαίρεσις ὑπακούει, διόπερ κοινὰ μὲν τῶν ἀγαθῶν [μέν] ἐστιν καὶ τῶν κακῶν ἀνθρώπων πολλὰ τῶν προτερημάτων, γίνεται δ’ ὅμως ὠφέλιμα μόνοις τοῖς ἀγαθοῖς τε καὶ σπουδαίοις, ὧν χάριν αὐτὰ ἐποίησεν ὁ θεὸς πρὸς γὰρ τῶν ἀγαθῶν χρήσιν ἀνδρῶν ἡ τῶν θεοδώρητων δύναμις πέφυκεν. ἀλλὰ καὶ αἱ τῶν ἐναρέτων ἀνθρώπων ἐπίνοιαι κατὰ ἐπίπνοιαν θείαν γίγνονται, διατιθεμένης πῶς τῆς ψυχῆς καὶ διαδιδομένου τοῦ θείου θελήματος εἰς τὰς ἀνθρωπίνας ψυχὰς, τῶν ἐν μέρει θείων λειτουργὼν συλλαμβανομένων εἰς τὰς τοιαύτας διακονίας κατὰ τε γὰρ τὰ ἔθνη καὶ πόλεις νενέμηνται τῶν ἀγγέλων αἰ προστασίαι, τάχα δὲ καὶ τῶν ἐπὶ μέρους [ὧν] ἐνίοις ἀποτετάχαταί τινες. (158) ὁ γοῦν ποιμὴν καὶ τῶν καθ’ ἕκαστον κήδεται προβάτων, καὶ μάλιστα τούτοις σύνεστι προσεχεστέρα ἡ ἐπισκοπή, ὅσοι διαπρεπείς τὰς φύσεις τε καὶ δυνατοὶ τὰ πλήθη συνωφελεῖν ὑπάρχουσιν. οὗτοι δ’ εἰσίν οἱ ἡγεμονικοὶ καὶ παιδευτικοί, δὶ ὧν ἡ ἐνέργεια τῆς προνοίας ἀριδήλως δείκνυται, ὁπηνίκα ἂν ἡ διὰ παιδείας ἡ δι’ ἀρχῆς τινὸς καὶ διοικήσεως εὖ ποιεῖν ἐθέλῃ τοὺς ἀνθρώπους ὁ θεὸς, ἐθέλει δὲ πάντοτε διὸ συγκινεῖ τοῦς ἐπιτηδείους εἰς τὴν ὠφέλιμον ἐξεργασίαν τῶν πρὸς ἀρετὴν τε καὶ εἰρήνην καὶ εἰς εὐποιίαν συντεινόντων. τὸ δὲ ἐνάρετον πᾶν ἀπ’ ἀρετῆς τέ ἐστι καὶ πρὸς ἀρετὴν ἀναφέρεται, καὶ ἤτοι πρὸς τὸ γενέσθαι σπουδαίους δίδοται ἢ πρὸς τὸ ὅντος χρῆσθαι τοῖς κατὰ φύσιν προτερήμασι συνεργεῖ γὰρ ἐν τε τοῖς καθ’ ὅλου ἐν τε τοῖς ἐπὶ μέρους, πῶς οὖν οὐκ ἄτοπον τὴν

 

 

173

ἀταξίαν καὶ τὴν ἀδικίαν προσνέμοντας τῷ διαβόλῳ ἐνάρετου πράγματος τοῦτον, τῆς φιλοσοφίας, δοτῆρα ποιεῖν; κινδυνεύει γὰρ εὐμενέστερος τοῖς Ἕλλησιν εἰς τὸ ἀγαθοὺς ἄνδρας <γίγνεσθαι> γεγονέναι τῆς θείας προνοίας τε καὶ γνώμης, ἔμπαλιν δ’, οἶμαι, νόμου ἴδιον καὶ λόγου παντὸς ὀρθοῦ τὸ προσῆκον ἐκάστῳ καὶ τὸ ἴδιον καὶ τὸ ἐπιβάλλον ἀποδιδόναι. ὡς γὰρ ἡ λύρα μόνου τοῦ κιθαριστοῦ καὶ ὁ αὐλὸς τοῦ αὐλητοῦ, οὕτως τὰ προτερήματα τῶν ἀγαθῶν ἀνδρῶν ἐστι κτήματα, καθάπερ φύσις τοῦ ἀγαθοποιοῦ τὸ ἀγαθοποιεῖν, ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν. κακὸν δὲ οὐκ ἂν ποιῆσαι ἀγαθός, ὡς οὐδὲ τὸ φῶς σκότος ἢ ψύξεις τὸ πῦρ. οὕτως ἔμπαλιν ἡ κακία οὐκ ἂν τι ἐνάρετον ποιῆσαι ἐνέργεια γὰρ αὐτῆς τὸ κακοποιεῖν ὡς τοῦ σκότους τὸ συγχεῖν τὰς ὅψεις οὐ τοίνυν κακίας ἔργον ἡ φιλοσοφία ἐναρέτους ποιοῦσα. λείπεται δὴ θεοῦ, οὗ μόνον τὸ ἀγαθύνειν ἔργον ἐστὶν, καὶ πάνθ ὅσα παρὰ θεοῦ δίδοται, καλῶς δίδοται τε καὶ λαμβάνεται. ναὶ μὴν ἡ χρήσις τῆς φιλοσοφίας οὐκ ἐστιν ἀνθρώπων κακῶνˑ ἀλλ' εἰ τοῖς ἀρίστοις τῶν Ἑλλήνων δέδοται, δῆλον καὶ ὅθεν δεδώρηται, παρὰ τῆς κατ’ ἀξίαν τὰ προσήκοντα ἐκάστοις ἀπονεμούσης δηλονότι προνοίας. εἰκότως οὖν Ἰουδαῖοις μὲν νόμος, Ἕλλησι δὲ φιλοσοφία μέχρι τῆς παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δι’ ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ, Ἑλλήνων τε καὶ βαρβάρων, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους.

(160) Φιλοσοφίαν πολλάκις εἰρήκαμεν τὸ κατὰ φιλοσοφίαν ἐπιτευκτικὸν τῆς, ἀληθείας κἂν μερικὸν τυγχάνῃ ἤδη δὲ καὶ τὰ ἐν τέχναις ἀγαθὰ ὡς ἐν τέχναις θεόθεν ἔχει τὴν ἀρχήν. ὡς γὰρ τὸ τεχνικῶς τι ποιεῖν ἐν τοῖς τῆς τέχνης θεωρήμασι περιέχεται, οὕτω τὸ φρονίμως ὑπὸ τὴν φρόνησιν τέτακται ἀρετὴ δὲ ἡ φρόνησις καὶ ἴδιον αὐτῆς γνωρίζειν τὰ τε ἀλλὰ καὶ πολὺ πρότερον τὰ καθ’ ἑαυτὴν ἡ τε σοφία δύναμις οὖσα οὐκ ἄλλο τί ἐστιν ἢ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπείων ἀγαθῶν. «τοῦ θεοῦ δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτήσ» θεόθεν ἥκειν τὰ ἀγαθὰ τοῖς ἀνθρώποις διδάσκουσα εἴρηκεν ἡ γραφῇ, δυνάμει θείᾳ καὶ ἱσχύι τῆς διαδόσεως καθηκούσης εἰς ἀνθρωπίνην βοήθειαν, αὐτίκα τρεῖς τρόποι πάσης

 

 

174

ὠφελείας τε καὶ μεταδόσεως ἄλλῳ παρ' ἄλλου, ὃ μὲν κατὰ παρακολούθηση; ὡς ὁ παιδοτρίβης σχηματίζων τὸν παῖδα, ὅ δὲ καθ' ὁμοίωσιν ὡς ὁ προτρεπόμενος ἕτερον εἰς ἐπίδοσιν τῷ προεπιδοῦναι, καὶ ὅ μὲν συνεργεῖ τῷ μανθάνοντι, ὃ δὲ συνωφελεῖ τὸν λαμβάνοντα. τρίτος δὲ ἐστιν [ὁ] τρόπος ὁ κατὰ πρόσταξιν, ὁπόταν ὁ παιδοτρίβης μηκέτι διαπλάσσων τὸν μανθάνοντα μηδὲ ἐπιδεικνὺς δι’ ἑαυτοῦ τὸ πάλαισμα εἰς μίμησιν τῷ παιδί, ὡς [δὲ] ἤδη ἐντριβεστέρῳ, προστάττοι ἐξ ὀνόματος τὸ πάλαισμα. (161) ὁ γνωστικὸς τοίνυν θεόθεν λαβὼν τὸ δύνασθαι ὠφελεῖν ὀνίνησι τοῦς μὲν τῇ παρακολουθήσει σχηματίζων, τοὺς δὲ τῇ ἐξομοιώσει προτρεπόμενος, τοὺς δὲ καὶ τῇ προστάξει παιδεύων καὶ διδάσκων, ἀμέλει καὶ αὐτὸς τοῖς ἴσοις παρὰ τοῦ κυρίου ὠφέληται. οὕτως οὖν καὶ ἡ θεόθεν διατείνουσα εἰς ἀνθρώπους ὠφέλεια γνώριμος καθίσταται, συμπαρακαλούντων ἀγγέλων καὶ δι’ ἀγγέλων γὰρ ἡ θεῖα δύναμις παρέχει τὰ ἀγαθά, εἴτ’ οὖν ὁρωμένων εἴτε καὶ μή. τοιοῦτος καὶ ὁ κατὰ τὴν ἐπιφάνειαν τοῦ κυρίου τρόπος, ὁτέ δὲ καὶ κατὰ τὰς ἐπινοίας τῶν ἀνθρώπων καὶ τοὺς ἐπιλογισμοὺς ἐμπνεῖ τι [καὶ] ἡ δύναμις καὶ ἐντίθησι ταῖς φρεσὶν ἰσχὺν τε καὶ συναίσθησιν ἀκριβεστέραν, μένος τε καὶ θύρσος προθυμίας ἐπὶ τε τὰς ζητήσεις ἐπὶ τε τὰ ἔργα παρέχουσα. ἔκκειται δ’ ὅμως καὶ πρὸς μίμησιν τε καὶ ἐξομοίωσιν ἡμῖν θαυμαστὰ τῷ ὄντι καὶ ἅγια τὰ τῆς ἀρετῆς ὑποδείγματα διὰ τῶν ἀναγεγραψμένων πράξεων, καὶ μὲν δὴ καὶ τὸ τῆς πρ<οστ>άξεως εἶδος ἐμφανέστατον διὰ τε τῶν διαθηκῶν τῶν κυριακῶν διὰ τε τῶν παρ' Ἕλλησι νόμων, ἀλλὰ καὶ τῶν κατὰ τὴν φιλοσοφίαν παρηγγελμένων. καὶ συνελόντι φάναι πᾶσα ὠφέλεια βιωτική κατὰ μὲν τὸν ἀνωτάτω λόγον ἀπὸ τοῦ παντοκράτορος θεοῦ τοῦ πάντων ἐξηγουμένου πατρὸς δι’ υἱοῦ ἐπιτελεῖται, ος καὶ διὰ τοῦτο «σωτὴρ πάντων ἀνθρώπων», φησὶν ὁ ἀπόστολος, «μάλιστα δὲ πιστῶν», κατὰ δὲ τὸ προσεχὲς ὑπὸ τῶν προσεχῶν ἐκάστοις κατὰ τὴν τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου ἐπίταξίν τε καὶ πρόσταξιν.

 

XVIII

(162) Ὁ γνωστικὸς δ’ ἡμῖν ἐν τοῖς κυριωτάτοις ἀεὶ ποτε διατρίβειειˑ δὲ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῤᾳθυμίας καὶ

 

 

175

τῆς Ἑλληνικῆς ἐφάπτεται φιλοσοφίας, οἶον τρωγάλιὸν τι ἐπὶ τῷ δείπνῳ παροψώμενος, οὐ τῶν κρειττόνων ἀμελήσας, προσλαβὼν δέ, ἐφ' ὅσον πρέπει, καὶ ταῦτα δὶ ἄς προεῖπον αἰτιας, οἱ δὲ τῶν οὐκ ἀναγκαίων καὶ περιττῶν τῆς φιλοσοφίας ὀρεχθέντες καὶ μόνοις τοῖς ἐριστικοῖς προσανέχοντες σοφίσμασι τῶν ἀναγκαίων καὶ κυριωτάτων ἀπελείφθησαν, οἱ τὰς σκιὰς ἀτεχνῶς τῶν λόγων διώκοντες. καλὸν μὲν οὖν τὸ πάντα ἐπίστασθαι ὅτῳ δὲ ἀσθενεῖ ἐπεκτείνεσθαι ἡ ψυχὴ πρὸς τὴν πολυμαθῆ ἐμπειρίαν, τὰ προηγούμενα καὶ βελτίω αἱρήσεται μόνα, ἡ γὰρ τῷ ὅντι ἐπιστήμη, ἤν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βέβαια διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπι τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὀδηποτοῦν αὐτίκα καὶ τοῦ ψευδοὺς περὶ τὸ αὐτό ἐπιστήμων ὑπάρχει, καὶ γὰρ οὖν εὖ πῶς ἔχειν μοι φαίνεται ὁ λόγος ἐκεῖνος· εἰ φιλοσοφητέον, <φιλοσοφητέον> αὐτὸ γὰρ τι αὐτῷ ἀκολούθει ἀλλ’ εἰ καὶ μὴ φιλοσοφητέον οὐ γὰρ τις καταγνῴη <ἄν> τινὸς μὴ τοῦτο πρότερον ἐγνωκώς. φιλοσοφητέον ἄρα.

(163) Τούτων οὕτως ἐχόντων τοὺς Ἕλληνας χρὴ διὰ νόμου καὶ προφητῶν ἐκμανθάνειν ἕνα μόνον σέβειν θεόν, τὸν ὄντως ὄντα παντοκράτορα, ἔπειτα διὰ τοῦ ἀποστόλου διδάσκεσθαι τοῦτο «ἡμῖν δὲ οὐδὲν εἴδωλον ἐν κόσμῳ«, ἐπεὶ μηδὲν ἀπεικόνισμα τοῦ θεοῦ οἷόν τε ἐν γενητοῖς εἶναι, προσεπιδιδάσκεσθαι δὲ ὡς οὐδὲ τούτων ὧν σέβουσι τὰ ἀγάλματα εἶεν ἄν αἱ εἰκόνες οὐ γὰρ πω τοιοῦτον κατὰ τὸ σχῆμα τὸ τῶν ψυχῶν γένος ὁποῖα διαπλάσσουσιν Ἕλληνες τὰ ξόανα, ψυχαὶ μὲν γὰρ ἀόρατοι, οὐ μόνον αἱ λογικαί, ἀλλὰ καὶ αἱ τῶν ἀλόγων ζῴων, τὰ δὲ σώματα αὐτῶν μέρη μὲν αὐτῶν οὐδέποτε γίνεται τῶν ψυχῶν, ὄργανα δὲ ὧν μὲν ἐνιζήματα, ὧν δὲ ὀχήματα, ἄλλων δὲ ἄλλον τρόπον κτήματα. (164) ἀλλ’ οὐδὲ τῶν ὀργάνων τὰς εἰκόνας οἷόν τε ἀπομιμεῖσθαι ἐναργῶς, ἐπεὶ καὶ τὸν ἥλιον τις, ὡς ὁρᾶται, πλασσέτω καὶ τὴν ἴριν τοῖς χρώμασιν ἀπεικαζέτω. ἐπὰν δὲ ἀπολείπωσι τὰ εἴδωλα, τότε ἀκούσονται τῆς γραφῆς «ἐὰν μὴ πλεονάσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων«, τῶν κατὰ ἀποχὴν κακῶν δικαιουμένων, [σὺν] τῷ μετὰ τῆς ἐν τούτοις τελειώσεως καὶ [τῷ] τὸν πλησίον ἀγαπᾶν καὶ

 

 

176

εὐεργετεῖν δύνασθαι, οὐκ ἔσεσθε βασιλικοί, ἡ ἐπίτασις γὰρ τῆς κατὰ τὸν νόμον δικαιοσύνης τὸν γνωστικὸν δείκνυσιν. οὕτως τις κατὰ τὸ ἡγεμονοῦν τοῦ οἰκείου σώματος, τὴν κεφαλὴν, ταγείς, ἐπὶ τὴν ἀκρότητα τῆς πίστεως χωρήσας, τὴν γνῶσιν αὐτὴν, περὶ ἣν πάντα ἐστι τα αἰοθητήρια, ἀκροτάτης ὁμοίως τεύξεται τῆς κληρονομιάς, τὸ δὲ ἡγεμονικὸν τῆς γνώσεως σαφῶς ὁ ἀπόστολος τοῖς διαθρεῖν δυναμένοις ἐνδείκνυται, τοῖς Ἐλλαδικοῖς ἐκείνοις γράφων Κορινθίοις ὧδέ πῶς «ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθηναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περὶσσειαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι», οὐ τὴν ἐπέκτασιν τοῦ κηρύγματος τὴν κατὰ τὸν τόπον λέγων (ἐπεί καὶ ἐν Ἀχαΐᾳ πεπλεονακέναι τὴν πίστιν αὐτὸς φησὶν, (165) φέρεται δὲ κἂν ταῖς Πράξεσι τῶν ἀποστόλων καὶ ἐν ταῖς Ἀθήναις κηρύξας τὸν λόγον), ἀλλὰ τὴν γνῶσιν διδάσκει, τελείωσιν οὖσαν τῆς πίστεως, ἐπέκεινα περισσεύειν τῆς κατηχήσεως κατὰ τὸ μεγαλεῖον τῆς τοῦ κυρίου διδασκαλίας καὶ τὸν ἐκκλησιαστικὸν κανόνα, διὸ καὶ ὑποβὰς ἐπιφέρει «εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει.« πλὴν οἱ γε ἐπὶ τῷ κατειλήφθαι τὴν ἀλήθειαν αὐχοῦντες τῶν Ἑλλήνων εἰπάτωσαν ἡμῖν, παρὰ τίνος μαθόντες ἀλαζονεύονται. παρὰ θεοῦ μὲν γὰρ οὐκ ἄν φήσαιεν, παρὰ ἀνθρώπων δὲ ὁμολογοῦσιν. καὶ εἰ τοῦτο, ἤτοι γε παρ' ἑαυτῶν ὀψὲ ἐκμαθόντες, ὥσπερ ἀμέλει καὶ τετυφωμένοι τινὲς αὐτῶν αὐχοῦσιν, ἡ παρ' ἐτέρων τῶν ὁμοιων, ἀλλ’ οὐκ ἐχέγγυοι διδάσκαλοι περὶ θεοῦ λέγοντες ἄνθρωποι, καθὸ ἄνθρωποι οὐ γὰρ ἀξιόχρεως [γε] ἄνθρωπὸς γε ὢν καὶ περὶ θεοῦ τάληθῆ λέγειν, ὁ ἀσθενὴς καὶ ἐπίκηρος περὶ τοῦ ἀγεννήτου καὶ ἀφθάρτου καὶ τὸ ἔργον περὶ τοῦ πεποιηκότος. εἴθ ὁ μὴ περὶ αὐτοῦ τάληθῆ λέγειν δυνάμενος ἆρ’ οὐ πλέον οὐδὲ τὰ περὶ θεοῦ πιστευτέος; ὅσον γὰρ δυνάμει θεοῦ λείπεται ἄνθρωπος, τοσοῦτον καὶ ὁ λόγος αὐτοῦ ἐξασθενεῖ, κἂν μὴ θεόν, ἀλλὰ περὶ θεοῦ λέγῃ καὶ τοῦ θείου λόγου, ἀσθενὴς γὰρ φύσει ὁ ἀνθρώπειος λόγος καὶ ἀδύνατος φράσαι θεόν, οὐ τοῦνομα λέγω (κοινὸν γὰρ τοῦτο οὐ φιλοσόφων μόνον ὀνομάζειν, ἀλλὰ καὶ ποιητῶν) οὐδὲ τὴν οὐσίαν (ἀδύνατον γάρ), ἀλλὰ τὴν δύναμιν καὶ τὰ ἔργα τοῦ θεοῦ. (166) καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος

 

 

177

αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἶον θελήματι θέλημα καὶ τῷ ἀγίῳ πνεύματι τὸ ἄγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, «ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεῦματοσ«. μόνη τοίνυν ἡ παρ' ἡμῖν θεοδίδακτὸς ἐστι σοφία, ἀφ' ἧς αἰ πᾶσαι πηγαὶ τῆς σοφίας ἤρτηνται, ὅσαι γε τῆς ἀληθείας στοχάζονται, ἀμέλει ὡς ἂν τοῦ κυρίου ἥκοντος εἰς ἀνθρώπους τοῦ διδάξοντος ἡμᾶς μυρίοι σημάντορες, καταγγελεῖς, ἑτοιμασταί, πρόδρομοι ἄνωθεν ἐκ καταβολῆς κόσμου, δι' ἔργων, διὰ λόγων προμηνύοντες, προφητεύοντες ἑλεύσεσθαι, καὶ ποῦ καὶ πῶς καὶ τίνα τὰ σημεῖα. (167) ἀμέλει πόῤῥωθεν προμελετᾷ ὁ νόμος καὶ ἡ προφητεία, ἔπειτα δὲ ὁ πρόδρομος δείκνυσι τὸν παρόντα, μεθ’ ὃν οἱ κήρυκες τῆς ἐπιφανείας τὴν δύναμιν ἐκδιδάσκοντες μηνύουσιν. μόνοις καὶ οὐδὲ τούτοις ἅπασιν ήρεσαν, ἀλλὰ Πλάτωνι μὲν Σωκράτης καὶ Ξενοκράτει Πλάτων, Ἀριστοτέλης δὲ Θεοφράστῳ καὶ Κλεἀνθει Ζήνων, οἴ τοὺς ἰδίους μόνον αἰρετιστάς ἐπεισαν ὁ δὲ γε τοῦ διδασκάλου τοῦ ἡμἑτέρου λόγος οὐκ ἔμεινεν ἐν Ἰουδαίᾳ μόνῃ, καθάπερ ἐν τῇ Ἐλλάδι ἡ φιλοσοφία, ἐχύθῃ δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, πείθων Ἑλλήνων τε ὁμοῦ καὶ βαρβάρων κατὰ ἔθνος καὶ κώμην καὶ πόλιν πᾶσαν οἴκους ὅλους καὶ ἰδίᾳ ἕκαστον τῶν ἐπακηκοότων καὶ αὐτῶν γε τῶν φιλοσόφων οὐκ ὀλίγους ἤδη ἐπὶ τὴν ἀλήθειαν μεθιστάς. καὶ τὴν μὲν φιλοσοφίαν τὴν Ἑλληνικὴν ἐὰν ὁ τυχὼν ἄρχων κωλύσῃ, οἴχεται παραχρήμα, τὴν δὲ ἡμετέραν διδασκαλίαν ἐκτοτε σὺν καὶ τῇ πρώτῃ καταγγελίᾳ κωλύουσιν ὁμοῦ βασιλεῖς καὶ τύραννοι καὶ οἱ κατὰ μέρος ἄρχοντες καὶ ἡγεμόνες μετὰ τῶν μισθοφόρων ἁπάντων, πρὸς δὲ καὶ τῶν ἀπειρων ἀνθρώπων, καταστρατευόμενοί τε ἡμῶν καὶ ὅση δύναμις ἐκκόπτειν πειρώμενοι ἤ δὲ καὶ μᾶλλον ἀνθεῖ οὐ γὰρ ὡς ἀνθρωπίνη ἀποθνησκει διδασκαλία οὐδ’ ὡς ἀσθενὴς μαραίνεται δωρεὰ (οὐδεμία γὰρ ἀσθενὴς δωρεὰ θεοῦ), μένει δὲ ἀκώλυτος, διωχθησεσθαι εἰς τέλος προφητευθεῖσα. (168) εἶτα περὶ μὲν ποιητικῆς Πλάτων «κοῦφον γὰρ τι χρῆμα καὶ ἱερὸν ποιητὴσ« γράφει «καὶ οὐχ οἷός τε ποιεῖν, πρὶν ἂν ἐνθεος τε καὶ ἐκφρων γένηται». καὶ ὁ Δημόκριτος ὁμοίωςˑ «ποιητὴς δὲ ἅσσα μὲν ἂν γράφῃ μετ' ἐνθουσιασμοῦ καὶ ἱεροῦ πνεύματος, καλὰ κάρτα ἐστίν.» ἴσμεν δὲ οἷα ποιηταὶ

 

 

178

λέγουσιν. τοὺς δὲ τοῦ παντοκράτορος προφήτας θεοῦ οὐκ ἄν τις καταπλαγείη, ὄργανα θείας γενομένους φωνῆς;

Καθάπερ οὖν ἀνδριάντα ἀποπλασάμενοι τοῦ γνωστικοῦ, ἤδη μὲν ἐπεδείξαμεν, οἷός ἐστι, μέγεθος τε καὶ κάλλος ἤθους αὐτοῦ ὡς ἐν ὑπογραφῇ δηλώσαντες ὁποῖος γὰρ κατὰ τὴν θεωρίαν ἐν τοῖς φυσικοῖς, μετὰ ταῦτα δηλωθήσεται, ἐπὰν περὶ γενέσεως κόσμου διαλαμβάνειν ἀρξώμεθα.


Страница сгенерирована за 0.22 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.