Поиск авторов по алфавиту

Автор:Климент Александрийский

Климент Александрийский Строматы. кн. 3. (Греческий текст)

ΚΛΗΜΕΝΤΟΣ
ΣΤΡΩΜΑΤΕΩΝ ΤΡΙΤΟΣ

Ι

(1) Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλείδου « πυθομένων» φασὶ « τῶν ἀποστόλων μὴ πότε ἄμεινον ἐστι τὸ μὴ γαμεῖν» ἀποκρίνασθαι λέγουσι τὸν κύριον « οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον εἰσὶ γὰρ εὐνοῦχοι, οἱ μὲν ἐκ γενετῆς, οἴδέ ἐξ ἀνάγκηςἐξηγοῦνται δὲ τὸ ῥητὸν ὧδέ πωςˑ « φυσικήν τινες ἔχουσι πρὸς γυναῖκα ἀποστροφὴν ἐκ γενετῆς, οἵτινες τῇ φυσική ταύτῃ συγκράσει χρώμενοι καλῶς ποιοῦσι μὴ γαμοῦντες. οὗτοι», φασιν, « εἰσιν οἱ ἐκ γενετῆς εὐνοῦχοιοί δὲ ἐξ ἀνάγκης, ἐκεῖνοι οἱ θεατρικοὶ ἀσκηταί, οἵτινες διὰ τὴν ἀνθολκὴν τῆς εὐδοξίας κρατοῦσιν ἑαυτῶν, οἱ δὲ ἐκτετμημένοι κατὰ συμφορὰν εὐνοῦχοι γεγόνασι κατὰ ἀνάγκην. οἱ τοίνυν κατὰ ἀνάγκην οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται, οἱ δὲ ἕνεκα τῆς αἰωνίου βασιλείας εὐνουχίσαντες ἑαυτοὺς διὰ τὰ ἐκ τοῦ γάμου», φασί, « συμβαίνοντα τὸν ἐπιλογισμὸν τοῦτον λαμβάνουσι, τὴν περὶ τὸν πορισμὸν τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες.» (2) καὶ τῷ « ἀμεινον γαμήσαι πυροῦσθαι» « μὴ εἰς πῦρ ἐμβάλης τὴν ψυχὴν σου» λέγειν τὸν ἀπόστολον, « νυκτὸς καὶ ἡμέρας ἀντέχων καὶ φοβούμενος μὴ τῆς ἐγκρατεῖας ἀποπέσηςπρὸς γὰρ τὸ ἀντέχειν γενομένη ψυχὴ μερίζεται τῆς ἑλπίδος.» « ἀντέχου τοίνυν», φησὶ κατὰ λέξιν Ἱσίδωρος ἐν τοῖς Ἠθικοῖς, « μάχιμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος τοῦ θεοῦ, τὸ τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου. ὅταν δὲ εὐχαριστία σου», φησίν, « εἰς αἰτησιν ὑποπέσῃ καὶ αἰτῇς τὸ λοιπὸν οὐ κατορθῶσαι, ἀλλὰ μὴ σφαλῆναι, γαμησον.

 

 

455

ἀλλὰ νέος τις ἐστιν πένης κατωφερὴς καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθωˑ λεγέτω ὅτι εἰσελήλυθα ἐγὡ εἰς τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν ἐὰν δὲ ὑπόνοιαν ἔχῃ, εἰπάτωˑ ἀδελφέ, ἐπίθες μοι τὴν χεῖρα, ἵνα μὴ ἁμαρτήσωˑ καὶ λήψεται βοήθειαν καὶ νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπιτεύξεται. (3) ἐνίοτε δὲ τῷ μὲν στόματι λεγομεν οὐ θέλομεν ἁμαρτήσαι, δὲ διάνοια ἐγκειται ἐπὶ τὸ ἁμαρτάνειν. τοιοῦτος διὰ φόβον οὐ ποιεῖ θέλει, ἵνα μὴ κόλασις αὐτῷ ἑλλογισθή· δὲ ἀνθρωπότης ἔχει τινὰ ἀναγκάια καὶ φυσικά, [ ἄλλα δὲ φυσικὰ] μόνα, ἔχει τὸ περιβόλλεσθαι ἀναγκαῖον καὶ φυσικόν, φυσικὸν δὲ τὸ τῶν ἀφροδισίων, οὐκ ἀναγκαῖον δέ

Ταύτας παρεθέμην τὰς φωνὰς εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς Βασιλειδιανῶν, ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, πάντως γε σωθησομένων φύσει, κἂν νῦν ἀμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτά αὐτοῖς πράττειν συγχωροῦσιν οἰ προπάτορες τῶν δογμάτων, μὴ τοίνυν ὑποδυόμενοι τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τῶν ἐν ἔθνεσιν ἀκρατεστάτων ἀκολαστότερον βιοῦντες βλασφημίαν τῷ ὀνόματι προστριβέσθωσαν « οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοιἕως « ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.» (4) ἐγκράτεια τοίνυν σώματος ὑπεροψία κατὰ τὴν πρὸς θεὸν ὁμολογίαν, οὐ μόνον γὰρ περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ περὶ τὰ ἄλλα, ἐπιθυμεῖ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, ἐγκράτεια ἀναστρέφεται. ἔστὶ δὲ καὶ περὶ τὴν γλῶσσαν καὶ περὶ τὴν κτῆσιν καὶ περὶ τὴν χρήσιν καὶ περὶ τὴν ἐπιθυμίαν ἐγκράτεια. οὐ διδάσκει δαὕτη σωφρονεῖν μόνον, γε παρέχει σωφροσύνην ἡμῖν, δύναμις οὖσα καὶ θεῖα χάρις, τίνα οὖν τοῖς ἡμετέροις δοκεῖ περὶ τοῦ προκειμένου, λεκτέον ἡμεῖς εὐνουχίαν μὲν καὶ οἷς τοῦτο δεδώρηται ὑπὸ θεοῦ μακαρίζομεν, μονογαμίαν δὲ καὶ τὴν περὶ τὸν ἕνα γάμον σεμνότητα θαυμάζομεν, συμπάσχειν [ δὲ] δεῖν λέγοντες καὶ « ἀλλήλων τὰ βάρη βαστάζειν», μὴ ποτε τις « δοκῶν» καλῶς « ἑστάναι» καὶ αὐτὸς « πέσῃ». περὶ δὲ τοῦ δευτέρου γάμου « εἰ πυροῖ» φησὶν ἀπόστολος, « γάμησον».

 

 

456

II

(5) Οἱ δὲ ἀπὸ Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἄξιοῦσιν, ἐξ ὧν μεγίστη κατὰ τοῦ ὀνόματος ἐῤῥύη βλασφημία. Ἐπιφάνης οὗτος, οὗ καὶ τὰ συγγράμματα κομίζεται, υἱὸς ἦν Καρποκράτους καὶ μητρὸς Ἀλεξάνδρείας τοὔνομα τὰ μὲν πρὸς πατρὸς Ἀλεξανδρεύς, ἀπὸ δὲ μητρὸς Κεφαλληνεύς, ἔζησε δὲ τὰ πάντα ἔτη ἐπτακαίδεκα, καὶ θεὸς ἐν Σάμῃ τῆς Κεφαλληνίας τετίμηται, ἔνθα αὐτῷ ἱερὸν ῥυτῶν λίθων, βωμοί, τεμένη, μουσεῖον ᾠκοδόμηταί τε καὶ καθιέρωται, καὶ συνιόντες εἰς τὸ ἱερὸν οἱ Κεφαλλῆνες κατὰ νουμηνίαν γενέθλιον ἀποθέωσιν θύουσιν Ἐπιφάνει, σπένδουσί τε καὶ εὐωχοῦνται καὶ ὕμνοι ᾄδονται. ἐπαιδεύθη μὲν οὖν παρὰ τῷ πατρὶ τὴν τε ἐγκύκλιον παιδείαν καὶ τὰ Πλάτωνος, καθηγήσατο δὲ τῆς μοναδικῆς γνώσεως, ἀφ' οὗ καὶ τῶν Καρποκρατιανὼν αἵρεσις. (6) λέγει τοίνυν οὗτος ἐν τῷ Περὶ δικαιοσύνης « τὴν δικαιοσύνην τοῦ θεοῦ κοινωνίαν τινὰ εἶναι μετ' ἰσότητος. ἴσος γέ τοι πανταχόθεν ἐκταθεὶς οὐρανὸς κύκλῳ τὴν γῆν περιέχει πᾶσαν, καὶ πάντας νὺξ ἐπ ἴσης ἐπιδείκνυται τοὺς ἀστέρας, τὸν τε τῆς ἡμέρας αἴτιον καὶ πατέρα τοῦ φωτὸς ἥλιον θεὸς ἐξέχεεν ἄνωθεν ἴσον ἐπὶ γῆς ἅπασι τοῖς βλέπειν δυναμένοις, οἴ δὲ κοινῇ πάντες βλέπουσιν, ἐπεὶ μὴ διακρίνει πλούσιον πένητα, δῆμον ἄρχοντα, ἄφρονάς τε καὶ τοὺς φρονοῦντας, θηλείας ἄρσενας, ἑλευθέρους δούλους, ἀλλοὐδὲ τῶν ἀλόγων παρὰ τοῦτο ποιείται τι, πᾶσι δὲ ἐπ ἴσης τοῖς ζῴοις κοινὸν αὐτὸν ἐκχέας ἄνωθεν ἀγαθοῖς τε καὶ φαύλοις τὴν δικαιοσύνην ἐμπεδοῖ μηδενὸς δυναμένου πλεῖον ἔχειν μηδὲ ἀφαιρεῖσθαι τὸν πλησίον, ἵν' αὐτὸς κάκείνου τὸ φῶς διπλασιάσας ἔχῃ. ἥλιος κοινὰς τροφὰς ζῴοις ἅπασιν ἀνατέλλει, δικαιοσύνης [ τε] τῆς κοινῆς ἅπασιν ἐπ ἴσης δοθείσης, καὶ εἰς τὰ τοιαῦτα βοῶν γένος ὁμοίως γίνεται ὡς αἱ βόες καὶ συῶν ὡς οἱ σύες καὶ προβάτων ὡς τὰ πρόβατα καὶ τὰ λοιπὰ πάνταˑ δικαιοσύνη γὰρ ἐν αὐτοῖς ἀναφαίνεται κοινότης. ἔπειτα κατὰ κοινότητα πάντα ὁμοίως κατὰ γένος σπείρεται, τροφή τε κοινὴ χαμαὶ νεμομένοις ἀνεῖται πᾶσι τοῖς κτήνεσι καὶ πᾶσιν ἐπ ἴσης, οὐδενὶ νόμῳ κρατουμένη, τῇ δὲ παρὰ τοῦ διδόντος [ καὶ] κελεύσαντος χορηγίᾳ συμφώνως ἅπασι δικαιοσύνῃ παροῦσα. (7) ἀλλοὐδὲ τὰ τῆς γενέσεως νόμον ἔχει γεγραμμένον ( μετεγράφη

 

 

457

γὰρ ἄν), σπείρουσι δὲ καὶ γεννώσιν ἐπ ἴσης, κοινωνίαν ὑπὸ δικαιοσύνης ἔμφυτον ἔχοντες. κοινὴ πᾶσιν ἐπ' ἴσης ὀφθαλμὸν εἰς τὸ βλέπειν ποιητὴς τε καὶ πατὴρ πάντων δικαιοσύνῃ νομοθετήσας τῇ παρ' αὐτοῦ παρέσχεν, οὐ διακρίνας θήλειαν ἄῤῥενος, οὐ λογικὸν ἀλόγου, καὶ καθάπαξ οὐδενὸς οὐδὲν, ἰσότητι δὲ καὶ κοινότητι μερίσας τὸ βλέπειν ὁμοίως ἐνὶ κελεύσματι πᾶσι κεχάρισται. οἱ νόμοι δέ», φησὶν, « ἀνθρώπων ἀμαθίαν κολάζειν μὴ δυνάμενοι παρανομεῖν ἐδίδαξαν γὰρ ἰδιότης τῶν νόμων τὴν κοινωνίαν τοῦ θείου νόμου κατέτεμεν καὶ παρατρώγειμὴ συνιείς τὸ τοῦ ἀποστόλου ῥητόν, λέγοντος « διὰ νόμου τὴν ἁμαρτίαν ἔγνων»· τὸ τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς κοινότητα [ κοινά τε γὰρ] καρπουμένων μήτε γῆν μήτε κτήματα, ἀλλὰ μηδὲ γάμονˑ « κοινῇ γὰρ ἅπασιν ἐποίησε τὰς ἀμπέλους, αἵ μή[ τε] στρουθὸν μήτε κλέπτην ἀπαρνοῦνται, καὶ τὸν σῖτον οὕτως καὶ τοὺς ἄλλους καρπούς, δὲ κοινωνία παρανομηθεῖσα καὶ τὰ τῆς ἰσότητος ἐγέννησε θρεμμάτων καὶ καρπῶν κλέπτην. (8) κοινῇ τοίνυν θεὸς ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄῤῥενι κοινῇ συναγαγὼν καὶ πάνθ' ὁμοίως τὰ ζῷα κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετ' ἰσότητος. οἴ δὲ γεγονότες οὕτω τὴν συνάγουσαν κοινωνίαν τὴν γένεσιν αὐτῶν ἀπηρνήθησαν καὶ φασιν μίαν ἀγόμενος ἐχέτω, δυναμένων κοινωνεῖν ἁπάντων, ὥσπερ ἀπέφηνε τὰ λοιπὰ τῶν ζῴωνταῦτα εἰπὼν κατὰ λέξιν πάλιν ὁμοίως αὐταῖς ταῖς λέξεσιν ἐπιφέρει· « τὴν γὰρ ἐπιθυμίαν εὔτονον καὶ σφοδροτέραν ἐνεποίησε τοῖς ἄῤῥεσιν εἰς τὴν τῶν γενῶν παραμονήν, ἣν οὔτε νόμος οὔτε ἔθος οὔτε ἄλλο [ τι] τῶν ὄντων ἀφανίσαι δύναται. θεοῦ γὰρ ἐστι δόγμακαὶ πῶς ἔτι οὗτος ἐν τῷ καθ' ἡμᾶς ἐξετασθείη λόγῳ ἄντικρυς καὶ τὸν νόμον καὶ τὸ εὐαγγέλιον διὰ τούτων καθαιρῶν; ο μὲν γὰρ φησὶν « οὐ μοιχεύσειςτὸ δὲ « πᾶς προσβλέπων κατ' ἐπιθυμίαν ἤδη ἐμοίχευσεν» λέγει, τὸ γὰρ « οὐκ ἐπιθυμήσεις» πρὸς τοῦ νόμου λεγόμενον τὸν ἕνα δείκνυσι θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον λέγει γάρ· « οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον πλησίον δὲ οὐχ Ἰουδαῖος τῷ Ἰουδαίῳ, ἀδελφὸς γὰρ καὶ ταύτότης τοῦ πνεύματος, λείπεται δὴ πλησίον τὸν ἀλλοεθνῆ λέγειν. πῶς γὰρ οὐ πλησίον οἷός τε κοινωνῆσαι τοῦ πνεύματος; οὐ γὰρ μόνων Ἑβραίων, ἀλλὰ καὶ ἐθνῶν

 

 

458

πατὴρ Ἀβραὰμ. (9) εἰ δὲ μοιχευθεῖσα καὶ εἰς αὐτὴν πορνεύσας θανάτῳ κολάζεται, δῆλον δήπου τὴν ἐντολὴν τὴν λέγουσαν « οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον» περὶ τῶν ἐθνῶν διαγορεύειν, ἵνα τις κατὰ νόμων καὶ τῆς τοῦ πλησίον καὶ τῆς ἀδελφῆς ἀποσχόμενος ἄντικρυς ἀκούσῃ παρὰ τοῦ κυρίου· « ἐγὼ δὲ λέγω, οὐκ ἐπιθυμήσεις·» δὲ τοῦ « ἐγὼ» μορίου προσθήκη προσεχεστέραν δείκνυσι τῆς ἐντολῆς τὴν ἐνέργειαν, καὶ ὅτι θεομαχεί τε Καρποκράτης τ' Ἐπιφάνης, [ ὃς] ἐν αὐτῷ τῷ πολυθρυλήτῳ βιβλίῳ, τῷ Περὶ δικαιοσύνης λέγω, ὧδέ πῶς ἐπιφέρει κατὰ λέξιν « ἔνθεν ὡς γελοῖον εἰρηκότος τοῦ νομοθέτου ῥῆμα τοῦτο ἀκουστέον οὐκ ἐπιθυμήσεις πρὸς τὸ γελοιότερον εἰπεῖν τῶν τοῦ πλησίον αὐτὸς γὰρ τὴν ἐπιθυμίαν δοὺς ὡς συνέχουσαν τὰ τῆς γενέσεως ταύτην ἀφαιρεῖσθαι κελεύει μηδενὸς αὐτὴν ἀφελὼν ζῴου· τὸ δὲ τῆς τοῦ πλησίον γυναικὸς ἰδιότητα τὴν κοινωνίαν ἀναγκάζων ἔτι γελοιότερον εἶπεν

(10) Καὶ ταῦτα μὲν οἱ γενναίοι Καρποκρατιανοὶ δογματίζουσι. τούτους φασὶ καὶ τινας ἄλλους ζηλωτὰς τῶν ὁμοιων κακῶν εἰς τὰ δείπνα ἀθροιζομένους ( οὐ γὰρ ἀγάπην εἴποιμἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναιἐν πλησμονῇ τοι Κύπρις», φασι) τὸ καταισχμνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν. τοιαῦτα δὲ οἶμαι ταῖς κυνῶν καὶ συῶν καὶ τράγων λαγνείαις νομοθετεῖν τὸν Καρποκράτην ἔδει. δοκεῖ δὲ μοι καὶ τοῦ Πλάτωνος παρακηκοέναι ἐν τῇ Πολιτείᾳ φαμένου κοινὰς εἶναι τὰς γυναῖκας πάντων, κοινὰς μὲν τὰς πρὸ τοῦ γάμου τῶν αἰτεῖσθαι μελλόντων, καθάπερ καὶ τὸ θέατρον κοινὸν τῶν θεωμένων φάσκοντος, τοῦ προκαταλαβόντος δὲ ἐκάστην ἐκάστου εἶναι καὶ οὐκέτι κοινὴν τὴν γεγαμημένην. (11) Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς» μίγνυνται δὲ» φησὶν « οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν θέλῃ γῆμαι ἕτερος τὴν τοῦ ἑτέρουἐπὶ τούτων οἶμαι καὶ τῶν ὁμοίων

 

 

459

αἱρέσεων προφητικῶς Ἰούδαν ἐν τῇ ἐπιστολῇ εἰρηκέναι· « ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι» ( οὑ γὰρ ὅπαρ τῇ ἀληθείᾳ ἐπιβάλλουσιν) ἕως « καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα

 

III

(12) Ἤδη δὲ εἰ αὐτός τε Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν ( πολλοῦ γε ἔδει κοινάς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας), ἀλλοἱ μὲν ἀπὸ Μαρκίωνος φύσιν κακὴν ἐκ τε ὕλης κακῆς καὶ ἐκ δικαίου γενομένην δημιουργοῦˑ δὴ λόγῳ, μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν κεκληκότα ἀγαθόν, ἀλλοὐ τὸν ὡς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι τοῖς ὑπ αὐτοῦ κτισθεῖσιν. ἀλλοὗτοι γε ἀσεβεῖ θεομαχίᾳ τῶν κατὰ φύσιν ἐκστάντες λογισμῶν, τῆς μακροθυμίας καὶ χρηστότητος τοῦ θεοῦ καταφρονοῦντες, εἰ καὶ μὴ γαμεῖν ἐθέλουσιν, ἀλλὰ τροφαῖς χρῶνται ταῖς κτισταῖς καὶ τὸν ἀέρα τοῦ δημιουργοῦ ἀναπνέουσιν, αὐτοῦ τε ὄντες ἔργα καὶ ἐν τοῖς αὐτοῦ καταμένοντες, τὴν τε ξένην, ὡς φασι, γνῶσιν εὐαγγελίζονται, κἂν κατὰ τοῦτο χάριν ἐγνωκέναι τῷ κυρίῳ τοῦ κόσμου ὀφείλοντες καθ' ἐνταῦθα εὐηγγελίσθησαν. (13) ἀλλὰ πρὸς μὲν τοῦτους, ὁπόταν τὸν περὶ ἀρχῶν διαλαμβάνωμεν λόγον, ἀκριβέστατα διαλεξόμεθαˑ οἱ φιλόσοφοι δὲ ὧν ἐμνήσθημεν, παρὧν τὴν γένεσιν κακὴν εἶναι ἀσεβῶς ἐκμαθόντες οἱ ἀπὸ Μαρκίωνος καθάπερ ἰδίῳ δόγματι φρυάττονται, οὐ φύσει κακὴν βούλονται ταύτην εἶναι, ἀλλὰ τῇ ψυχῇ τῇ τὸ ἀληθὲς διιδούσῃˑ κατάγουσι γὰρ ἐνταῦθα τὴν ψυχὴν θείαν οὐσαν καθάπερ εἰς κολαστήριον τὸν κόσμον, ἀποκαθαίρεσθαι δὲ ταῖς ἐνσωματουμέναις ψυχαῖς προσήκει κατ' αὐτοὺς. κάστιν τὸ δόγμα τοῦτο οὐ τοῖς ἀπὸ Μαρκίωνος ἐτι, τοῖς δὲ ἐνσωματοῦσθαι καὶ μετενδεῖσθαι καὶ μεταγγίζεσθαι τὰς ψυχὰς ἄξιοῦσιν οἴκεῖον, πρὸς οὖς ἄλλος ἂν εἴη καιρὸς λέγειν, ὁπηνίκα ἂν περὶ ψυχῆς διαλαμβάνωμεν.

 

 

460

(14) Ἡράκλειτος γοῦν κακίζων φαίνεται τὴν γένεσιν, ἐπειδὰν φῇ· « γενόμενοι ζώειν ἐθέλουσι μόρους τ' ἔχειν» μᾶλλον δὲ ἀναπαύεσθαι, « καὶ παῖδας καταλείπουσι μόρους γενέσθαιδῆλος δὲ αὐτῷ συμφερόμενος καὶ Ἐμπεδοκλῆς λέγων·

κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον.

καὶ ἔτι·

έκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδε' ἀμείβων.

καὶ πάλιν

πόποι, δειλὸν θνητῶν γένος, δυσάνολβονˑ

οἵων ἐξ ἐρίδων ἐκ τε στοναχῶν ἐγένεσθε.

λέγει δὲ καὶ ἡ Σίβυλλα·

ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐοντες,

ὁμοίως τῷ γράφοντι ποιητῇ·

οὐδὲν ἀκιδνοτερον γαῖα τρέφει ἀνθρώποιο.

(15) ναὶ μὴν καὶ Θέογνις τὴν γένεσιν δείκνυσι κακὴν ὧδέ πῶς λέγωνˑ

πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον,

μηδ’ ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου·

φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι.

ἀκόλουθα δ’ αὐτοῖς καὶ ὁ τῆς τραγῳδίας ποιητὴς Εὐριπίδης γράφει·

ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους

τὸν φύντα θρηνεῖν εἰς ὅσ' ἔρχεται κακά·

τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον

χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.

καί αὖθις τὰ ὅμοια οὕτως ἐρεῖ·

τις δ’ οἶδεν εἰ τὸ ζῆν μὲν ἐστι κατθανεῖν,

τὸ κατθανεῖν δὲ [τὸ] ζῆν;

(16) ταὐτὸν δὴ τούτοις φαίνεται καὶ Ἡρόδοτος ποιῶν λέγοντα τὸν Σόλωνα· «ὦ Κροῖσε, πᾶς ἄνθρωπὸς ἐστι συμφορή.» καὶ ὁ μῦθος δὲ αὐτῷ σαφῶς ὁ περὶ τοῦ

 

 

461

Κλεόβιδος καὶ Βίτωνος οὐκ ἄλλο τι βούλεται ἀλλ’ ἤ ψέγειν μὲν τὴν γένεσιν, τὸν θάνατον δὲ ἐπαινεῖν.

οἵη περ φύλλων γενεή, τοίῃ δὲ καὶ ἀνδρῶν

Ὀμηρος λέγει. Πλάτων δὲ ἐν Κρατύλῳ Ὀρφεῖ τὸν λόγον ἀνατίθησι τὸν περὶ τοῦ κολάζεσθαι τὴν ψυχὴν ἐν τῷ σώματι, λέγει δὲ ὧδε· «καὶ γὰρ σῆμά τινὲς φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι· καὶ διότι τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης ὧν δὴ ἕνεκα δίδωσιν.» ἄξιον δὲ καὶ τῆς Φιλολάου λέξεως μνημονεῦσαιˑ (17) λέγει γὰρ ὁ Πυθαγόρειος ὧδε· «μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντιες, ὡς διὰ τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι συνέζευκται καὶ καθάπερ ἐν σήματι τούτῳ τέθαπται.» ἀλλὰ καὶ Πίνδαρος περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων λέγων ἐπιφέρειˑ

ὄλβιος ὅστις ἰδὼν [ἐ]κεῖνα [κοινὰ] εἶσ' ὑπὸ χθόναˑ

οἶδε μὲν βίου τελευτάν,

οἶδεν δὲ διόσδοτον ἀρχάν.

Πλάτων τε ἀκολούθως ἐν Φαίδωνι οὐκ ὀκνεῖ γράφειν ὧδέ πως· «καὶ οἱ τὰς τελετὰς δὲ ἡμῖν οὗτοι καταστήσαντες οὐ φαῦλοί τινες» ἕως «μετὰ θεῶν те οἰκήσει.» τί δὲ ὅταν λέγηˑ «ἕως ἄν τὸ σῶμα ἔχωμεν καὶ συμπεφυρμένῃ ἡμῶν ἡ ψυχῇ ἡ ῥωτά τοιούτου κακοῦ, οὐ μήποτε κτησώμεθα ἐκεῖνο ἱκανῶς οὗ ἐπιθυμοῦμεν»; οὐχὶ αἰτίαν τῶν μεγίστων κακῶν τὴν γένεσιν αἰνίσσεται; κἀν τῷ Φαίδωνι ἐπιμαρτυρεῖˑ «κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν τε καὶ τεθνάναι.» καὶ πάλιν (18) «οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ’ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθ' αὑτὴν γίνεσθαι.» καὶ μὴ τι συνᾴδει τῷ θείῳ ἀποστόλῳ λέγοντιˑ «ταλαίπωρος ἐγὼ ἄνθρωπος, τις με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τοῦτου;» εἰ μὴ τὴν ὁμοφροσύνην τῶν εἰς κακίαν ὑποσεσυρμένων σῶμα θανάτου τροπικῶς λέγει, τὴν τε συνουσίαν γενέσεως οὖσαν ἀρχὴν καὶ πρὸ τοῦ Μαρκίωνος

 

 

462

ἀποστρεφόμενος φαίνεται ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὁ Πλάτων. ἐπαινῶν γὰρ τὸ γῆρας ἐπιφέρει ὅτι «εὖ ἴσθι ὅτι ἐμοίγε, ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναι ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοῦς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί·» τῆς τε τῶν ἀφροδισίων χρήσεως ἐπιμνησθείςˑ «εὐφήμει, ἄνθρωπε, ἀσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τίνα καὶ ἄγριον δεσπότην ἀποφυγών.» (19) πάλιν δ’ ἐν τῷ Φαίδωνι τὴν γένεσιν κακίζων γράφειˑ «ὁ μὲν οὖν ἐν ἀποῤῥήτοις λεγόμενος περὶ αὐτῶν λόγος, ὡς ἐν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι.» καὶ αὖθιςˑ «οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοι εἰσὶν οἱ τῶνδε μὲν τῶν τόπων ἐν τῇ γῇ ἑλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι.» ἀλλ’ ὅμως οὕτως ἔχων αἵσθεται τῆς διοικήσεως καλῶς ἐχούσης καὶ φησινˑ «οὐ δεῖ δὴ ἑαυτὸν ἐκ ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν.» καὶ συνελόντι εἰπεῖν [τοῦ] κακὴν λογίζεσθαι τὴν ὕλην ἀφορμὴν οὐ παρέσχεν τῷ Μαρκίωνι, εὐσεβῶς αὐτὸς εἰπὼν περὶ τοῦ κόσμου τάδεˑ «παρά μὲν γὰρ τοῦ συνθέντος πάντα [τὰ] καλὰ κέκτηταιˑ παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.» (20) ἔτι δὲ σαφέστερον ἐπιφέρειˑ «τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτε φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι.» οὐδὲν δὲ ἧττον κἂν τοῖς Νόμοις ὀδύρεται τὸ τῶν ἀνθρώπων γένος λέγων ὧδεˑ «θεοὶ δὲ οἰκτείραντες τὸ τῶν ἀνθρώπων ἐπίπονον πεφυκὸς γένος ἀναπαύλας τε αὐτοῖς τῶν πόνων ἐτάξαντο τὰς τῶν ἑορτῶν ἀμοιβάς.» ἐν τε τῇ Ἐπινομίδι καὶ τὰς αἰτίας τοῦ οἴκτου δίεισι καὶ τάδε λέγειˑ «ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ, πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτ' αὖ τὸ γίνεσθαι καὶ ἔτι τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων γίγνεται ξύμπαντα, ὥς φαμεν ἅπαντες.» (21) τί δέ; οὐχὶ καὶ Ἡράκλειτος θάνατον τὴν γένεσιν καλεῖ Πυθαγόρᾳ τε καὶ τῷ ἐν Γοργίᾳ Σωκράτει ἐμφερῶς ἐν οἷς φησι «θάνατὸς ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες, ὕπνος»;

 

 

463

Ἀλλὰ τούτων μὲν ἅλις· ἐπειδὰν δὲ περὶ τῶν ἀρχῶν διαλαμβάνωμεν, τότε καὶ τὰς ἐναντιότητας ταύτας ἅς οἱ τε φιλόσοφοι αἰνίσσονται οἵ τε περὶ Μαρκίωνα δογματίζουσιν, ἐπισκεψόμεθαˑ πλὴν οὐκ ἀσαφῶς δεδεῖχθαι ἡμῖν νομίζω τὰς ἀφορμὰς τῶν ξένων δογμάτων τὸν Μαρκίωνα παρὰ Πλάτωνος ἀχαρίστως τε καὶ ἀμαθῶς εἰληφέναι.

(22) Ὁ δὲ περὶ ἐγκρατεῖας ἡμῖν προβαινέτω λόγος, ἐφάσκομεν δὲ τὴν δυσχρηστίαν ὑφορωμάνους Ἕλληνας πολλὰ εἰς τὴν γένεσιν τῶν παίδων ἀποφθέγξασθαί, ἀθέως δὲ ἐκδεξαμένους ταῦτα τοὺς περὶ Μαρκίωνα ἀχαριστεῖν τῷ δημιουργῷ. λέγει γὰρ ἡ τραγῳδίαˑ

τό μὴ γενέσθαι κρεῖττον ἤ φῦναι βροτούς.

ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσι

τίκτωˑ τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω,

στένω ματαίως, εἰσορῶσα [μέν] κακούς,

χρηστοὺς δ’ ἀπολλῦσ’ ὴν δὲ καὶ σεσωσμάνους,

τήκω τάλαιναν καρδίαν ὀῤῥωδίᾳ.

τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν

ψυχὴν ἀλύειν κάπὶ τῇδ’ ἔχειν πόνους;

καί ἔθ' ὁμωίωςˑ

ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖν,

παῖδας φυτεύειν οὔποτ' ἀνθρώπους ἐχρῆν

πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν.

ἐν δὲ τοῖς αὖθις λεγομένοις καὶ τὴν αἰτίαν τῶν κακῶν ἐναργῶς ἐπὶ τὰς ἀρχὰς ἐπανάγει λέγων ὧδε·

ὢ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι,

ἄνθρωπος ἐγένου καὶ τὸ δυστυχές βίου

ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο τρέφειν

ὅδ’ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοάςˑ

μή [τοι] νῦν τὰ θνητὰ θνητὸς ὤν ἀγνωμόνει.

(23) πάλιν δ’ αὖ τὰ ὅμωια τούτοις ὧδε ἀποδίδωσιˑ

θνητῶν δὲ ὄλβιος οὐδεὶς

 

 

464

οὐδέ εὐδαίμωνˑ

οὔπω γὰρ ἔφυ τις ἄλυπος.

καί εἶτ’ αὖθιςˑ

φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι,

ὅσαι δὲ μορφαί, τέρμα δ’ οὐκ εἴποι τις ἄν.

καί ἔθ' ὁμοίωςˑ

τῶν γὰρ ἐν βροτοῖς

οὐκ ἐστιν [οὐδὲν] διὰ τέλους εὐδαιμονοῦν.

(24) Ταύτῃ οὖν φασι καὶ τοὺς Πυθαγορείους ἀπέχεσθαι ἀφροδισίων. ἐμοὶ δέ ἔμπαλιν δοκοῦσι γαμεῖν μὲν παιδοποιίας ἕνεκα, τῆς δὲ ἐξ ἀφροδισίων ἡδονῆς ἐθέλειν κρατεῖν μετὰ τὴν παιδοποιίαν. ταύτῃ μυστικῶς ἀπαγορεύουσι κυάμοις χρῆσθαι, οὐχ ὅτι πνευματοποιὸν καὶ δύσπεπτον καὶ τοὺς ὀνείρους τεταραγμένους ποιεῖ τὸ ὅσπριον, οὐδὲ μὴν ὅτι ἀνθρώπου κεφαλῇ ἀπείκασται κύαμος κατὰ τὸ ἐπύλλιον ἐκεῖνο,

ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων,

μᾶλλον δὲ ὅτι κύαμοι ἐσθιόμενοι ἀτοκους ἐργάζονται τὰς γυναῖκας. Θεόφραστος γοῦν ἐν τῷ πέμπτῳ τῶν Φυτικῶν αἰτίων τὰ κελύφη τῶν κυάμων περὶ τὰς ῥίζας τῶν νεοφύτων δένδρων περιτιθέμενα ξηραίνειν τὰ φυόμενα ἱστορεῖ, καὶ αἱ κατοικίδιοι δὲ ὄρνιθες συνεχῶς ταῦτα σιτούμεναι ἄτοκοι γίνονται.

 

IV

(25) Τῶν δὲ ἀφ' αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν δι’ ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν χρήσιν τῶν κοσμικῶν παραιτουμένου. γίνεται δὲ αὐτῷ τῆς ἐγκρατεῖας αἴτιος, εἴ γε τοῦτο ἐγκράτειαν ῥητέον, αὐτὸς ὁ δημιουργός, πρὸς ὃν ὁ θεομάχος οὗτος γίγας ἀνθεστάναι οἴόμενος ἄκων ἐστὶν ἐγκρατὴς κατατρέχων καὶ τῆς κτίσεως καὶ τοῦ πλάσματος. κἂν συγχρήσωνται τῇ τοῦ κυρίου φωνῇ λέγοντος τῷ Φιλίππῳˑ «ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀκολούθει μοι,» ἀλλ’ ἐκεῖνο σκοπείτωσαν ὡς τὴν ὁμοίαν τῆς σαρκὸς πλάσιν καὶ Φίλιππος φέρει, νεκρὸν οὐκ ἔχων μεμιαμμένον. πῶς οὖν σαρκίον ἔχων νεκρὸν οὐκ εἶχεν; ὅτι ἐξανέστη τοῦ μνήματος τοῦ κυρίου τὰ πάθη

 

 

465

νεκρώσαντος, ἔζησε δὲ Χριστῷ. ἐπεμνήσθημεν δὲ καὶ τῆς κατὰ Καρποκράτην ἀθέσμου γυναικῶν κοινωνίας, περὶ δὲ τῆς Νικολάου ῥήσεως διαλεχθέντες ἐκεῖνο παρελίπομεν. ὡραίαν, φασί, γυναῖκα ἔχων οὗτος, μετὰ τὴν ἀνάληψιν τὴν τοῦ σωτῆρος πρὸς τῶν ἀποστόλων ὁνειδισθεὶς ζηλοτυπίαν, εἰς μέσον ἀγαγὼν τὴν γυναῖκα γῆμαι τῷ βουλομένῳ ἐπέτρεψεν. ἀκόλουθον γὰρ εἶναι φασι τὴν πρᾶξιν ταύτην ἐκείνῃ τῇ φωνῇ τῇ ὅτι «παραχρήσασθαι τῇ σαρκὶ δεῖ», καὶ δὴ κατακολουθήσαντες τῷ [τε] γενομένῳ τῷ τε εἰρημένῳ ἁπλῶς καὶ ἀβασανίστως ἀνέδην ἐκπορνεύουσιν οἱ τὴν αἵρεσιν αὐτοῦ μετιόντες. (26) πυνθάνομαι δ’ ἔγωγε τὸν Νικόλαον μηδεμιᾷ ἑτέρᾳ παρ' ἤν ἔγημεν κεχρῆσθαι γυναικὶ τῶν τ' ἐκείνου τέκνων [τὰς] θηλείας μὲν καταγηρᾶσαι παρθένους, ἄφθορον δὲ διαμεῖναι τὸν υἱὸν ὧν οὕτως ἐχόντων ἀποβολὴ πάθους ἦν εἰς μέσον τῶν ἀποστόλων ἡ τῆς ζηλοτυπουμένης ἐκκύκλησις γυναικός, καὶ ἡ ἐγκράτεια τῶν περισπουδάστων ἡδονῶν τὸ «παραχρῆσθαι τῇ σαρκὶ» ἐδίδασκεν. οὐ γὰρ, οἶμαι, ἐβούλετο κατὰ τὴν τοῦ σωτῆρος ἐντολὴν «δυσὶ κυρίοις δουλεύειν», ἡδονῇ καὶ θεῷ. λέγουσι γοῦν καὶ τὸν Ματθίαν οὕτως διδάξαι, σαρκὶ μὲν μάχεσθαι καὶ παραχρῆσθαι μηθὲν αὐτῇ πρὸς ἡδονὴν ἀκόλαστον ἐνδιδόντα, ψυχὴν δὲ αὔξειν διὰ πίστεως καὶ γνώσεως.

(27) Εἰσιν δ’ οἳ τὴν πάνδημον Ἀφροδίτην κοινωνίαν μυστικὴν ἀναγορεύουσιν ἐνυβρίζοντες καὶ τῷ ὀνόματιˑ λέγεται γὰρ καὶ τὸ ποιεῖν τι κακὸν ἐργάζεσθαι, ὥσπερ οὖν καὶ τὸ ἀγαθόν τι ποιεῖν ὁμωνύμως ἐργάζεσθαι, ὁμοίως δὲ καὶ ἡ κοινωνία ἀγαθὸν μὲν ἐν μεταδόσει ἀργυρίου καὶ τροφῆς καὶ στολῆς, οἴδέ καὶ τὴν ὁποίαν δήποτ οὖν ἀφροδισίων συμπλοκὴν κοινωνίαν ἀσεβῶς κεκλήκασιν. φασὶ γοῦν τινα αὐτῶν ἡμετέρᾳ παρθένῳ ὡραίᾳ τὴν ὅψιν προσελθόντα φάναιˑ «γέγραπται παντὶ τῷ αἰτοῦντί σε δίδου», τὴν δὲ σεμνῶς πάνυ ἀποκρίνασθαι μὴ συνιεῖσαν τὴν τάνθρώπου ἀσέλγειαν «ἀλλὰ περὶ γάμου τῇ μητρὶ διαλέγου.» ὢ τῆς ἀθεότητοςˑ καὶ τῶν τοῦ κυρίου φωνῶν διαψεύδονται οἱ τῆς ἀσελγείας κοινωνοί, οἱ τῆς λαγνείας ἀδελφοί, ὄνειδος οὐ φιλοσοφίας μόνον, ἀλλὰ καὶ παντὸς τοῦ βίου, οἱ παραχαράσσοντες τὴν ἀλήθειαν, μᾶλλον δὲ κατασκάπτοντες ὡς οἷόν τε αὐτοῖςˑ οἱι γὰρ τρισάθλιοι τὴν [τε] σαρκικὴν καὶ [τὴν] συνουσιαστικὴν

 

 

466

κοινωνίαν ἱεροφαντοῦσι καὶ ταύτην οἴονται εἰς τὴν βασιλείαν αὐτοὺς ἀνάγειν τοῦ θεοῦ. (28) εἰς τὰ χαμαιτυπεία μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία καὶ δῃ συμμέτοχοι εἶεν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι, εἶεν δ’ ἄν ἐν ταῖς μείζοσι παρ’ αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι ἀνέδην εἰσδεχόμεναι τοὺς βουλομένους ἅπαντας. «ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθὼς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς τὰ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτηςˑ ἀνανεοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῆ καὶ ὀσιότητι τῆς ἀλήθειας,» κατὰ τὴν ἐξομοίωσιν τοῦ θείου, «γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἡγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμήν εὐωδίας. πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἤ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία.» καὶ γὰρ ἀπὸ τῆς φωνῆς ἁγνεύειν μελετᾶν διδάσκων ὁ ἀπόστολος γράφειˑ «τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος» καὶ τὰ ἑξῆς ἕως «μᾶλλον δὲ καὶ ἑλέγχετε.»

(29) Ἐῤῥύη δὲ αὐτοῖς τὸ δόγμα ἐκ τινὸς ἀποκρύφου, καὶ δὴ παραθήσομαι τὴν λέξιν τὴν τῆς τούτων ἀσελγείας μητέραˑ καὶ εἴτε αὐτοὶ τῆς βίβλου συγγραφεῖς (ὅρα τὴν ἀπόνοιαν, εἰ καὶ θεοῦ διαψεύδονται δι’ ἀκρασίαν), εἴτε ἄλλοις περιτυχόντες τὸ καλὸν τοῦτο ἐνόησαν δόγμα διεστραμμένως ἀκηκοότεςˑ ἔχει δὲ οὕτως τὰ τῆς λέξεωςˑ «ἓν ἦν τὰ πάνταˑ ἐπεί δὲ ἔδοξεν αὐτοῦ τῇ ἐνότητι μὴ εἶναι μόνῃ, ἐξῆλθεν ἀπ’ αὐτοῦ ἐπίπνοια, καὶ ἐκοινώνησεν αὐτῇ καὶ ἐποίησεν τὸν ἀγαπητόνˑ ἐκ δὲ τοῦτου ἐξῆλθεν ἀπ’ αὐτοῦ ἐπίπνοια, ᾗ κοινωνήσας ἐποίησεν δυνάμεις μήτε ὁραθῆναι μήτε ἀκουσθῆναι δυναμένας» ἕως «ἐπ’ ὀνόματος ἰδιου ἐκάστην.» εἰ γὰρ καὶ οὗτοι καθάπερ οἱ ἀπὸ Οὐαλεντίνου πνευματικὰς ἐτίθεντο κοινωνίας, ἴσως τις αὐτῶν τὴν ὑπόληψιν ἐπεδέξατ’ [ἄν]ˑ σαρκικῆς δὲ ὕβρεως κοινωνίαν εἰς προφητείαν ἁγίαν ἀνάγειν ἀπεγνωκότος ἐστι τὴν σωτηρίαν. (30) τοιαῦτα καὶ οἱ ἀπὸ Προδίκου ψευδωνύμως γνωστικοὺς σφᾶς αὐτοὺς ἀναγορεύοντες δογματίζουσιν, υἱοὺς μὲν φύσει τοῦ πρώτου θεοῦ λέγοντες αὐτοὺςˑ καταχρώμενοι δὲ τῇ εὐγενείᾳ καὶ τῇ ἑλευθερίᾳ ζῶσιν ὡς βούλονται βούλονται δὲ

 

 

467

φιληδόνως, κρατηθῆναι ὑπ' οὐδενὸς νενομικότες ὡς ἄν κύριοι τοῦ σαββάτου καὶ ὑπεράνω παντὸς γένους πεφυκότες βασίλειοι παῖδές, βασιλεῖ δέ, φασί, νόμος ἄγραφος, πρῶτον μὲν οὖν οὐ ποιοῦσιν ἃ βούλονται πάντα, πολλὰ γὰρ αὐτοὺς κωλύσει καὶ ἐπιθυμοῦντας καὶ πειρωμένους, καὶ ἃ ποιοῦσι δέ, οὐχ ὡς βασιλεῖς, ἀλλ’ ὡς μαστιγίαι ποιοῦσι, λάθρᾳ γὰρ μοιχεύουσι τὸ ἁλῶναι δεδιότες καὶ τὸ καταγνωσθήναι ἐκκλίνοντες καὶ φοβούμενοι [τὸ] κολασθήναι. πῶς δὲ ἐλεύθερον ἡ ἀκρασία καὶ ἡ αἰσχρολογία; «πᾶς γὰρ», φησὶν, «ὁ ἁμαρτάνων δοῦλός ἐστιν,» ὁ ἀπόστολος λέγει. (31) ἀλλὰ πῶς κατὰ θεὸν πολιτεύεται ὁ πάσῃ ἐπιθυμίᾳ ἔκδοτον ἑαυτὸν παρασχὼν τοῦ κυρίου φήσαντος «ἐγὼ δὲ λέγω, μὴ ἐπιθυμήσης»; ἐκὼν δὲ τις ἁμαρτάνειν βούλεται καὶ δόγμα τίθησι τὸ μοιχεύειν καὶ καθηδυπάθεῖν καὶ λυμαίνεσθαι τοὺς ἄλλων γάμους, ὅπου γε καὶ τοὺς ἄλλους ἄκοντας ἁμαρτάνοντας ἑλεοῦμεν; κἂν εἰς ξένον τὸν κόσμον ἀφιγμένοι ὦσι, πιστοὶ ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν. ὑβρίζει δὲ τις ξένος πολίτας καὶ τούτους ἀδικεῖ, οὐχὶ δὲ ὡς παρεπίδημος τοῖς ἀναγκαίοις χρώμενος ἀπρόσκοπος τοῖς πολίταις διαβιοῖ; πῶς δὲ καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν μεμισημένοις διὰ τὸ μὴ πράσσειν τὰ ὑπὸ τῶν νόμων διηγορευμένα, τουτέστι τοῖς ἀδίκοις καὶ ἀκρατέσι καὶ πλεονέκταις καὶ μοιχοῖς τὰ αὐτὰ πράσσοντες θεὸν ἐγνωκέναι μόνοι λέγουσιν; ἐχρῆν γὰρ αὐτοὺς καὶ ἐν τοῖς ἀλλοτρίοις παρόντας καλῶς βιοῦν, ἵνα δὴ τῷ ὄντι τὸ βασιλικὸν ἐνδείξωνται. (32) ἤδη δὲ καὶ τοῖς ἀνθρωπίνοις νομοθέταις καὶ τῷ θείῳ νόμῳ ἀπεχθάνονται παρανόμως βιοῦν ἐπανηρημένοι. ὁ γοῦν ἐκκεντήσας τὸν πόρνον εὐλογούμενος πρὸς τοῦ θεοῦ δείκνυται ἐν τοῖς Ἀριθμοῖς. καὶ «ἐὰν εἴπωμεν,» φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ, «ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ,» τουτέστι μετὰ τοῦ θεοῦ, «καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειανˑ ἐάν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτὸς ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας.» (33) πόθεν οὖν κρείττους εἰσὶ τῶν κοσμικῶν οἱ τοιαῦτα πράσσοντες καὶ τοῖς χειρίστοις τῶν κοσμικῶν ὅμοιοι; ὅμοιοι γάρ, οἶμαι, τὰς φύσεις οἱ καὶ τὰς πράξεις ὅμοιοι. ὧν δὲ ὑπερφέρειν κατὰ τὴν εὐγένειαν ἀξιοῦσι, τούτων καὶ τοῖς ἤθεσιν ὑπερέχειν ὀφείλουσιν, ὅπως τὸν εἰς τήν

 

 

468

φυλακὴν συγκλεισμὸν διαφὐγωσιν. ὄντως γὰρ ὡς ὁ κύριος ἔφῃ, «ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλείω τῶν γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ.» περὶ δὲ τῆς τῶν βρωμάτων ἐγκράτειας δείκνυται ἐν τῷ Δανιήλ, συνελόντι δ’ εἰπεῖν, περὶ ὑπἀκοῆς ὁ Δαβὶδ ψάλλων λέγει· «ἐν τινι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ;» καὶ παραχρῆμα ἀκούειˑ «ἐν τῷ φυλάσσεσθαι τὸν λόγον σου ἐν ὅλῃ καρδίᾳ.» ὅ τε Ἱερεμίας φησί· «τάδε λέγει κύριοςˑ κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ πορεύσησθε.»

(34) Ἐντεῦθεν ἄλλοι τινὲς κινηθέντες μιαροί καὶ οὐτιδανοὶ τὸν ἄνθρωπον ὑπὸ διαφόρων δυνάμεων πλασθῆναι λέγουσι, καὶ τὰ μὲν μέχρις ὀμφαλοῦ θεοειδεστέρας τέχνης εἶναι, τὰ ἔνερθε δὲ τῆς ἥττονος, οὗ δὴ χάριν ὀρέγεσθαι συνουσίας, λέληθε δὲ αὐτοὺς ὅτι καὶ τὰ ἀνωτέρω μέρη τῆς τροφῆς ὀριγνᾶται καὶ λαγνεύει τισιν, ἐναντιοῦνται δὲ καὶ τῷ Χριστῷ πρὸς τοὺς Φαρισαίους εἰρηκότι τὸν αὐτὸν θεὸν καὶ τὸν «ἐκτὸς» ἡμῶν καὶ τὸν «ἔσω» ἄνθρωπον πεποιηκέναι. ἀλλὰ καὶ ἡ ὄρεξις οὐ τοῦ σώματὸς ἐστι, κἂν διὰ τὸ σῶμα γίνηται.

Ἄλλοι τινὲς, οὕς καὶ Ἀντιτάκτας καλοῦμεν, λέγουσιν ὅτι ὁ μὲν θεὸς ὁ τῶν ὅλων πατὴρ ἡμῶν ἐστι φύσει, καὶ πάνθ' ὅσα πεποίηκεν ἀγαθὰ ἐστινˑ εἷς δὲ τις τῶν ὑπ' αὐτοῦ γεγονότων ἐπέσπειρεν τὰ ζιζάνια τὴν τῶν κακῶν φύσιν γεννήσας, οἷς καὶ [δὴ] πάντας ἡμᾶς περιέβαλεν ἀντιτάξας ἡμᾶς τῷ πατρί. διὸ δὴ καὶ αὐτοὶ ἀντιτασσόμεθα τούτῳ εἰς ἐκδικίαν τοῦ πατρός, ἀντιπράσσοντες τῷ βουλήματι τοῦ δευτέρου, ἐπεὶ οὖν οὗτος «οὐ μοιχεύσεις» εἴρηκεν, ἡμεῖς, φασί, μοιχεύσωμεν ἐπὶ καταλύσει τῆς ἐντολῆς αὐτοῦ.

(35) Φαίημεν δ’ ἂν καὶ πρὸς τούτους, ὅτι τοὺς ψευδοπροφήτας καὶ τοὺς ὅσοι τὴν ἀλήθειαν ὑποκρίνονται ἐξ ἔργων γινώσκεσθαι παρειλήφαμεν. διαβάλλεται δὲ ὑμῶν τὰ ἔργαˑ πῶς ἔτι τῆς ἀληθείας ἀντέχεσθαι ὑμᾶς ἐρεῖτε; ἢ γὰρ οὐδὲν ἐστι κακὸν καὶ οὐκέτι μέμψεως ἄξιος ὃν αἰτιᾶσθε ὡς ἀντιτεταγμένον τῷ θεῷ, οὐδὲ κακοῦ τινὸς γέγονε ποιητικός (συναναιρεῖται γὰρ τῷ καρπῷ καὶ τὸ δένδρον), ἤ, εἰ ἐστι τὸ πονηρὸν ἐν ὑπάρξει, εἰπάτωσαν ἡμῖν, τί λέγουσιν εἶναι τὰς δοθείσας ἐντολὰς περὶ δικαιοσύνης, περὶ ἐγκρατεῖας, περὶ ὑπομονῆς, περὶ ἀνεξικακίας καὶ τῶν τούτοις ὁμοιων, φαύλας ἢ ἀστείας. καὶ εἰ μὲν φαύλη εἴη τὰ πλεῖστα

 

 

469

ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν ἡ ἐντολή, καθ' ἑαυτῆς νομοθετήσει ἡ κακία ἐπὶ καταλύσει τῇ ίδίᾳ, ὅπερ ἀδύνατον εἰ δὲ ἀγαθή, ἀντιτασσόμενοι ταῖς ἀγαθαῖς ἐντολαῖς ἀγαθῷ ἀντιτάσσεσθαι καὶ τὰ κακὰ πράσσειν ὁμολογοῦσιν. (36) ἤδη δὲ καὶ ὁ σωτὴρ αὐτός, ᾧ πείθεσθαι ἀξιοῦσιν μόνῳ, τὸ μισεῖν καὶ τὸ λοιδορεῖν κεκώλυκεν καὶ «μετὰ τοῦ ἀντιδίκου βαδίζων φίλος αὐτοῦ πειράθητι ἀπαλλαγῆναι» φησίν. ἢ τοίνυν καὶ τὴν Χριστοῦ παραίνεσιν ἀρνήσονται ἀντιτασσόμενοι τῷ ἀντιτεταγμενῳ, ἢ φίλοι γινόμενοι τούτῳ οὐκ ἀντιδικήσουσιν. τί δέ; οὐκ ἴστε, ὦ γεννάδαι (ὡς πρὸς παρόντας γὰρ εἴποιμ’ ἄν), ὅτι ταῖς καλῶς ἐχούσαις ἐντολαῖς μαχόμενοι τῇ ἰδίᾳ ἀνθίστασθε σωτὴρίᾳ; οὐ γὰρ τὰ διαγορευθέντα χρησίμως, ἀλλ’ ἑαυτοὺς καταστρέφετε, καὶ ὁ μὲν κύριος «τὰ ἀγαθὰ ὑμῶν ἔργα λαμψάτω» ἔφη, ὑμεῖς δὲ τὰς ἀσελγείας ὑμῶν ἐκφανεῖς ποιεῖτε, ἄλλως τε εἰ τὰς ἐντολᾶς καταλύειν τοῦ νομοθέτου θέλετε, τί δήποτε τὸ μὲν «οὐ μοιχεύσεις» καὶ «οὐ παιδοφθορήσεις» καὶ ὅσα εἰς ἐγκράτειαν συμβάλλεται, καταλύειν ἐπιχειρεῖτε δι’ ἀκρασίαν τὴν σφῶν, οὐ καταλύετε δὲ χειμώνα τὸν ὑπ' αὐτοῦ γενόμενον, ἵνα θέρος ποιήσητε μεσοῦντος ἔτι τοῦ χειμῶνος, οὐδὲ γῆν πλωτήν, βατήν δὲ θάλασσαν ἐργάζεσθε, καθάπερ οἱ τὰς ἱστορίας συνταξάμενοι τὸν βάρβαρον ἐθελήσαι Ξέρξην [φασίν]; (37) τί δ’ οὐχὶ πάσαις ταῖς ἐντολαῖς ἀντιτάσσεσθε; εἰπόντος γὰρ «αὐξάνεσθε καὶ πληθύνεσθε» ὑμᾶς τοὺς ἀντιτεταγμένους ἐχρῆν μηδ’ ὅλως συνουσίᾳ χρῆσθαι, καὶ εἰπόντος «ἔδωκα ὑμῖν πάντα εἰς τροφὰς καὶ ἀπολαύσεις» ὑμᾶς ἐχρῆν μηδενὸς ἀπολαύειν. ἀλλὰ καὶ «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» λέγοντος ὑμᾶς ἐχρῆν μὴ ἀποδιδόναι ἀντίταξιν ἀντιτάξει, καὶ τὸν κλέπτην κελεύσαντος τετραπλοῦν ἀποδιδόναι ὑμᾶς ἐχρῆν καὶ προσδοῦναι τῷ κλύέπτηˑ ὁμωίως τε αὖ καὶ τῇ «ἀγαπήσεις τὸν κύριον» ἐντολῇ ἀντιτασσομένους ἔδει οὐδὲ τὸν τῶν ὅλων θεὸν ἀγαπήσαι, καὶ πάλιν εἰπόντος «οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτόν» ὑμᾶς ἀκόλουθον ὴν καὶ τὰ γλυπτά προσκυνεῖν. πῶς οὖν οὐκ ἀσεβεῖτε αντιτασσόμενοι μέν, ὡς φάτε, τῷ δημιουργῳ, τὰ δὲ ὅμοια ταῖς πόρναις καὶ τοῖς μοιχοῖς ἐζηλωκότες; πῶς δὲ οὐκ αἰσθάνεσθε μείζονα ποιοῦντες ὅν ὡς ἀσθενῆ νομίζετε, εἴπερ ὃ βούλεται, τοῦτο

 

 

470

γίνεται, ἀλλ’ οὐχὶ ἐκεῖνο ὅπερ ἠθέλησεν ὁ ἀγαθός; ἔμπαλιν γὰρ ἀσθενὴς δείκνυται πρὸς ὑμῶν αὐτῶν ὁ ὑμετερος, ὡς φάτε, πατὴρ.

(38) Ἀναλέγονται δὲ καὶ οὗτοι ἐκ τινῶν προφητικῶν περικοπῶν λέξεις ἀπανθισάμενοι καὶ συγκαττύσαντες κακῶς κατ' ἀλληγορίαν εἰρημένας ἐξ εὐθείας λαβόντες. γεγράφθαι γὰρ φασιν «ἀντέστησαν θεῷ καὶ ἐσώθησαν.» οἱ δὲ καὶ «τῷ ἀναιδεῖ θεῷ» προστιθέασι, δέχονται δὲ ὡς βουλήν παρηγγελμένην τὸ λόγιον τοῦτο καὶ σωτηρίαν σφίσι λογίζονται τὸ ἀνθίστασθαι τῷ δημιουργῷ. «τῷ» μὲν οὖν «ἀναιδεῖ θεώ» οὐ γέγραπταιεί δὲ καὶ οὕτως ἔχοι, τὸν κεκλημένον διάβολον, ὦ ἀνόητοι, ἐξακούσατε ἀναιδῆ ἢ ὡς διαβάλλοντα τὸν ἄνθρωπον ἢ ὡς κατήγορον τῶν ἁμαρτανόντων ἢ ὡς ἀποστάτην. ὁ γοῦν λαός, ἐφ’ οὗ εἴρηται ἡ περικοπή, παιδευόμενοι ἐφ' οἷς ἡμαρτον βαρέως φέροντες καὶ στένοντες διεγόγγυζον τὴν εἰρημένην λέξιν, ὅτι τὰ μὲν ἀλλὰ ἔθνη παρανομοῦντα οὐ κολάζεται, αὐτοὶ δὲ μόνοι παρ' ἕκαστα κολούονται, ὡς καὶ Ἱερεμίαν εἰρηκέναι, «διὰ τί ὁδὸς ἀσεβῶν εὐοδοῦται;» ὅμοιον τούτῳ τὸ παρὰ τῷ Μαλαχίᾳ, τὸ προειρημένον, «ἀντέστησαν θεῷ καὶ ἐσώθησανˑ» χρηματιζόμενοι γὰρ οἱ προφῆται οὐ μόνον τινὰ ἀκούειν λέγουσι παρὰ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοὶ διαγγέλλοντες δείκνυνται κατὰ ἀνθυποφορὰν τὰ πρὸς τοῦ λαοῦ θρυλούμενα, ὡς ἐπιζητήματά τίνα ὑπὸ τῶν ἀνθρώπων ἀναφέροντες, ἐξ ὧν καὶ τὸ προκείμενον τυγχάνει ῥητόν. (39) καὶ μὴ τι πρὸς τούτους ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ἀποτεινόμενος γράφειˑ «καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασὶ τινες ἡμᾶς λέγειν, ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά, ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν.» οὗτοί εἰσιν οἱ κατὰ τὴν ἀνάγνωσιν φωνῆς τόνῳ διαστρέφοντες τὰς γραφὰς πρὸς τὰς ἰδιας ἡδονάς, καὶ τινῶν προσῳδιῶν καὶ στιγμῶν μεταθέσει τὰ παραγγελθέντα σωφρόνως τε καὶ συμφερόντως βιαζόμενοι πρὸς ἡδυπαθείας τὰς ἑαυτῶν. «οἱ παροξύνοντες τὸν θεὸν τοῖς λόγοις ὑμῶν» ὁ Μαλαχίας φησί, «καὶ εἴπατεˑ ἐν τινι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶςˑ πᾶς ὁ ποιῶν πονηρὸν ἀγαθὸς ἐνώπιον κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησενˑ καὶˑ ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης;»

 

 

V

(40) Ἴν' οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ’ αὖ καθ' ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώμεθά τε ἐπ' αὐτοῖς καὶ ἐπὶ μήχιστον τὰ ὑπομνήματα προάγωμεν, φέρε εἰς δύο διελόντες τάγματα ἀπάσας τὰς αἱρέσεις ἀποκρινώμεθα αὐτοῖς. ἤ γὰρ τοι ἀδιαφόρως ζῆν διδάσκουσιν, ἢ τὸ ὑπέρτονον ᾄδουσαι ἐγκράτειαν διὰ δυσσεβείας καὶ φιλαπεχθημοσύνης καταγγέλλουσι. πρότερον δὲ περὶ τοῦ προτέρου διαληπτέον τμήματος, εἰ πάντα ἔξεστιν ἑλέσθαι βίον, δῆλον ὅτι καὶ τὸν μετ' ἐγκρατεῖας, καὶ εἰ πᾶς βίος ἀκίνδυνος ἐκλεκτῷ, δῆλον ὅτι [ὁ] μετὰ ἀρετῆς καὶ σωφροσύνης πολὺ μᾶλλον ἀκίνδυνοςˑ δοθείσης γὰρ ἐξουσίας τῷ κυρίῳ τοῦ σαββάτου, εἴπερ ἀκολάστως βιώσαι, ἀνεύθυνον εἶναι, πολλῷ μᾶλλον ο κοσμίως πολιτευσάμενος οὐχ ὑπεύθυνος ἔσταιˑ «πάντα μὲν γὰρ ἐξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει», φησὶν ο ἀπόστολος. (41) εἰ δὲ καὶ πάντα ἔξεστι, δῆλον ὅτι καὶ τὸ σωφρονεῖν. ὥσπερ οὖν ὁ τῇ ἐξουσίᾳ εἰς τὸ κατ' ἀρετὴν βιῶσαι συγχρησάμενος ἐπαινετός, οὕτω πολὺ μᾶλλον ὁ τὴν ἐξουσίαν ἡμῖν δεδωκὼς ἐλευθέραν καὶ κυρίαν καὶ συγχωρήσας ἡμῖν βιοῦν ὡς βουλόμεθα σεμνὸς καὶ προσκυνητός, μὴ ἐάσας δουλεύειν ἡμῶν κατὰ ἀνάγκην τὰς αἱρέσεις καὶ τὰς φυγάς. εἰ δὲ τὸ ἀδεὲς ἐκάτερος ἔχει, ὅ τε ἀκρασίαν ὅ τε ἐγκράτειαν ἑλόμενος, ἀλλὰ τὸ σεμνὸν οὐχ ὅμοιον. ὁ μὲν γὰρ εἰς ἡδονὰς ἐξοκείλας σώματι χαρίζεται, ὁ δὲ σώφρων τὴν κυρίαν τοῦ σώματος ψυχὴν ἑλεύθεροι τῶν πάθων. κἂν «ἐπ’ ἑλευθερίᾳ κεκλῆσθαι» λέγωσιν ἡμᾶς, μόνον μὴ «τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκὶ» παρέχωμεν κατὰ τὸν ἀπόστολονˑ εἰ δὲ ἐπιθυμίᾳ χαριστέον καὶ τὸν ἐπονείδιστον βίον ἀδιάφορον ἡγητέον, ὡς αὐτοὶ λέγουσιν, ἤτοι πάντα ταῖς ἐπιθυμίαις πειστέον, καὶ, εἰ τοῦτο, τὰ ἀσελγέστατα καὶ ἀνοσιώτατα πρακτέον ἅπαντα ἑπομένους τοῖς ἀναπείθουσιν ἡμᾶςˑ ἢ τῶν ἐπιθυμιῶν τινὰς ἐκκλινοῦμεν καὶ οὐκέτι ἀδιαφόρως βιωτέον οὐδὲ ἀνέδην δουλευτέον τοῖς ἀτιμοτάτοις μέρεσιν ἡμῶν, γαστρὶ καὶ αἰδοίοις, δι’ ἐπιθυμίαν κολακευόντων τὸν ἡμέτερον νεκρόν, τρέφεται γὰρ καὶ ζωοποιείται διακονουμένη εἰς ἀπόλαυσιν ἐπιθυμία, καθάπερ ἔμπαλιν κολουομένη μαραίνεται. (42) πῶς δὲ ἐστι δυνατὸν ἡττηθέντα τῶν τοῦ σώματος ἡδονῶν

 

 

472

ἐξομοιοῦσθαι τῷ κυρίῳ ἢ γνῶσιν ἔχειν θεοῦ; πάσης γὰρ ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμία δὲ λύπη τις καὶ φροντὶς δὶ ἔνδειαν ὀρεγομένη τινος. ὥστ’ οὐχ ἄλλο τί μοι δοκοῦσιν οἱ τοῦτον ἐπανηρημένοι τὸν τρόπον ἀλλ’ ἢ τὸ λεγόμενον δὴ τοῦτο,

πρὸς τ' αἴσχεσιν ἄλγεα πάσχειν,

«ἐπίσπαστον» ἑαυτοῖς αἱρούμενοι «κακὸν» νῦν καὶ ές ὕστερον. εἰ μὲν οὖν πάντα ἐξῆν καὶ μηδὲν ἦν δέος ἀποτυχεῖν τῆς ἑλπίδος διὰ πράξεις πονηρᾶς, ἴσως ἦν ἂν τις αὐτοῖς πρόφασις τοῦ βιοῦν κακῶς τε καὶ ἑλεεινῶςˑ ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι’ ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἑλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ [δὲ] σφαλείημεν αὐτοῦ, «ἀθανάτῳ κακῷ» περιπεσεῖν ἀνάγκη, καταχολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι’ ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐχ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ διατελεστέον. καθαρὸς γὰρ ὢν καὶ πάσης κακίας ἀπηλλαγμένος ὁ νοῦς δεκτικὸς πῶς ὑπάρχει τῆς τοῦ θεοῦ δυνάμεως, ἀνισταμένης ἐν αὐτῷ τῆς θείας εἰκόνοςˑ «καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπὶ τῷ κυρίῳ ἀγνίζει», φησίν, «ἑαυτὸν καθὼς ἐκεῖνος ἀγνός ἐστιν.» (43) θεοῦ δὲ γνῶσιν λαβεῖν τοῖς ἔτι ὑπὸ τῶν παθῶν ἀγομένοις ἀδύνατονˑ οὐκοῦν οὐδὲ τῆς ἑλπίδος τυχεῖν μηδεμίαν τοῦ θεοῦ γνῶσιν [περι]πεποιημένοιςˑ καὶ τοῦ μὲν ἀποτυγχάνοντος τοῦδε τοῦ τέλους ἡ τοῦ θεοῦ ἄγνοια κατηγορεῖν ἔοικε, τὸ δὲ ἀγνοεῖν τὸν θεὸν ἡ τοῦ βίου πολιτεία παρίστησιν. παντάπασι γὰρ ἀδύνατον ἅμα τε [καὶ] ἐπιστήμονα εἶναι καὶ τὴν τοῦ σώματος κολακείαν [μὴ] ἐπαισχύνεσθαιˑ οὐδέ γὰρ συνᾴδειν ποτε δύναται τὸ ἀγαθὸν εἶναι τὴν ἡδονὴν τῷ μόνον εἶναι τὸ καλὸν ἀγαθὸν ἢ καὶ μόνον καλὸν τὸν κύριον καὶ μόνον ἀγαθὸν τὸν θεὸν καὶ μόνον ἐραστόν. «ἐν Χριστῷ δὲ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.» «εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, τὰ ἄνω φρονείτε, μὴ τὰ ἐπὶ τῆς γῆς. ἀπεθάνετε γὰρ, καὶ ἡ ζωῇ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ,» οὐχὶ δὲ πορνεία ἣν

 

 

473

ἀσκοῦσιν. «νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, δὶ ἃ ἔρχεται ἡ ὁργῇ.» ἀποθέσθωσαν οὖν καὶ αὐτοὶ «ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος αὐτῶν, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν.» (44) τὰ γὰρ τῆς πολιτείας ἐλέγχει σαφῶς τοὺς ἐγνωκότας τὰς ἐντολάς, ἐπεὶ οὐχ οἶος ὁ λόγος τοῖος ὁ βίος· ἀπὸ δὲ τῶν καρπῶν τὸ δένδρον, οὐκ ἀπὸ τῶν ἀνθῶν καὶ πετάλων, γνωρίζεται, ἡ γνῶσις οὖν ἐκ τοῦ καρποῦ καὶ τῆς πολιτείας, οὐκ ἐκ τοῦ λόγου καὶ τοῦ ἄνθουςˑ οὐ γὰρ λόγον ψιλὸν εἶναι τὴν γνῶσίν φαμεν, ἀλλὰ τίνα ἐπιστήμην θείαν καὶ φῶς ἐκεῖνο τὸ ἐν τῇ ψυχῇ ἐγγενόμενον ἐκ τῆς κατὰ τὰς ἐντολὰς ὑπἀκοῆς τὸ πάντα κατάδηλα ποιοῦν τὰ [τε] ἐν γενέσει αὐτὸν τε τὸν ἄνθρωπον ἑαυτόν τε γινώσκειν παρασκευάζον καὶ τοῦ θεοῦ ἐπήβολον καθίστασθαι διδάσκον. ὃ γὰρ ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἐν τῷ νῷ ἡ γνῶσις. μηδὲ λεγόντων ἐλευθερίαν τὴν ὑπὸ ἡδονῆς δουλείαν, καθάπερ οἱ τὴν χολὴν γλυκεῖανˑ ἡμεῖς γὰρ ἐλευθερίαν μεμαθήκαμεν ἣν ὁ κύριος ἡμᾶς ἑλεύθεροι μόνος, ἀπολύων τῶν ἡδονῶν τε καὶ τῶν ἐπιθυμιῶν καὶ τῶν ἄλλων παθῶν, «ὁ λεγων, ἔγνωκα τὸν κύριον, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστὶν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν», Ἰωάννης λέγει.

 

VI

(45) Τοῖς δὲ εὐφήμως δὶ ἐγκρατεῖας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γάμον καὶ παιδοποιίαν μηδὲ ἀντεισάγειν τῷ κόσμῳ δυστυχήσοντας ἑτέρους μηδὲ ἐπιχορηγεῖν τῷ θανάτῳ τροφὴν ἐκεῖνα λεκτέονˑ πρῶτον μὲν τὸ τοῦ ἀποστόλου Ἰωάννουˑ «καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν ἐγνώκαμεν ὅτι ἐσχάτη ὥρα ἐστὶν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶνˑ εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν.» ἔπειτα καὶ διαστρεπτέον αὐτοὺς τὰ ὑπ’ αὐτῶν φερόμενα διαλύοντας ὧδέ πῶςˑ τῇ Σαλώμῃ ὁ κύριος πυνθανομένῃ, «μέχρι πότε θάνατος ἱσχύσει;» οὐχ ὡς κακοῦ τοῦ βίου ὅντος καὶ τῆς κτίσεως πονηρᾶς, «μέχρις ἂν» εἶπεν «ὑμεῖς αἱ γυναῖκες τίκτητε,» ἀλλ’ ὡς τὴν ἀκολουθίαν τὴν

 

 

474

φυσικὴν διδάσκωνˑ γενέσει γὰρ πάντως ἕπεται καὶ φθορά. (46) τρυφῆς μὲν οὖν καὶ πάσης ἀκοσμίας ἡμᾶς ὁ νόμος ἐξάγειν προῄρηται, καὶ τοῦτό ἐστιν αὐτοῦ τέλος, ἐκ τῆς ἀδικίας ἡμᾶς εἰς δικαιοσύνην ὑπάγειν, γάμους τε αἱρουμένους σώφρονας καὶ παιδοποιίας καὶ πολιτείας, ὁ δὲ κύριος «οὐ καταλύειν τὸν νόμων ἀφικνεῖται, ἀλλὰ πληρῶσαι»· πληρῶσαι δὲ οὐχ ὡς ἐνδεῆ, ἀλλὰ τῷ τὰς κατὰ νόμον προφητείας ἐπιτελεῖς γενέσθαι κατὰ τὴν αὐτοῦ παρουσίαν, ἐπεὶ τὰ τῆς ὀρθῆς πολιτείας καὶ τοῖς δικαίως βεβιωκόσι πρὸ τοῦ νόμου διὰ τοῦ λόγου ἐκηρύσσετο. οἱ τοίνυν πολλοὶ τὴν ἐγκράτειαν οὐκ εἰδότες σώμυατι πολιτεύονται, ἀλλ’ οὐ πνεύματι. «γῆ δὲ καὶ σποδός» τὸ σῶμα ἄνευ πνεύματος, αὐτίκα μοιχείαν ἐξ ἐνθυμήσεως κρίνει ὁ κύριοςˑ τί γάρ; οὐκ ἔστι καὶ γάμῳ ἐγκρατῶς χρῆσθαι καὶ μὴ πειρασθαι διαλύειν «ὃ συνέζευξεν ὁ θεὸς»; τοιαῦτα γὰρ διδάσκουσιν οἱ τῆς συζυγίας μερισταί, δι’ οὖς καὶ τὸ ὄνομα βλασφημεῖται. μιαράν δὲ εἶναι τὴν συνουσίαν λέγοντες οὗτοι οἱ τὴν σύστασιν καὶ αὐτοὶ ἐκ συνουσίας εἰληφότες πῶς οὐκ ἂν εἶεν μιαροί; τῶν δὲ ἁγιασθέντων ἅγιον οἶμαι καὶ τὸ σπέρμα. (47) ἡγιάσθαι μὲν οὖν ἡμῖν ὀφείλει οὐ μόνον τὸ πνεῦμα, ἀλλὰ καὶ ὁ τρόπος καὶ ὁ βίος καὶ τὸ σῶμαˑ ἐπεὶ τινι λόγῳ ὁ ἀπόστολος Παῦλος ἡγιἀσθαι λέγει τὴν γυναῖκα ὑπὸ τοῦ ἀνδρὸς ἢ τὸν ἄνδρα ὑπὸ τῆς γυναικός; τί δὲ ἐστιν ὅπερ ὁ κύριος εἶπεν πρὸς τοὺς περὶ τοῦ ἀποστασίου πυνθανομένους, εἰ ἔξεστιν ἀπολῦσαι γυναῖκα Μωυσέως ἐπιτρέψαντος; «πρὸς τὴν σκληροκαρδίαν ὑμῶν», φησίν, «ὁ Μωυσῆς ταῦτα ἔγραψενˑ ὑμεῖς δὲ οὐκ ἀνέγνωτε ὅτι τῷ πρωτοπλάστῳ ὁ θεὸς εἶπενˑ ἔσεσθε οἱ δύο εἰς σάρκα μίαν; ὥστε ὁ ἀπολύων τὴν γυναῖκα χωρὶς λόγου πορνείας ποιεῖ αὐτὴν μωιχευθπηναι.» ἀλλὰ «μετὰ τὴν ἀνάστασιν», φησίν, «οὔτε γαμοῦσιν οὔτε γαμίζονται.» καὶ γὰρ περὶ τῆς κοιλίας καὶ τῶν βρωμάτων εἴρηταιˑ «τὰ βρώμυατα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσειˑ» τούτους ἐπιῤῥαπίζων τοὺς δίκην κάπρων καὶ τράγων ζῆν οἰομένους, ἵνα μὴ ἀδεῶς ἐσθίοιεν καὶ ὀχεύοιεν. (48) εἰ γοῦν τὴν ἀνάστασιν ἀπειλήφασιν, ὡς αὐτοὶ λέγουσι, καὶ διὰ τοῦτο ἀθετοῦσι τὸν γάμον, μηδὲ ἐσθιέτωσαν μηδὲ πινέτωσανˑ καταργεῖσθαι γὰρ ἔφη τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ ἀπόστολος ἐν τῇ ἀναστάσει. πῶς οὖν καὶ πεινῶσι καὶ διψῶσι καὶ [τὰ κατὰ] τὴν σάρκα

 

 

475

πάσχουσι καὶ τὰ ἄλλα ὅσα ὁ διὰ Χριστοῦ τελείαν τὴν προσδοκωμένην ἀνάστασιν λαβὼν οὐ πείσεται; ἀλλὰ καὶ οἱ τὰ εἴδωλα σεβόμενοι βρωμάτων τε ἅμα καὶ ἀφροδισίων ἀπέχονται. «οὐκ ἔστι δὲ ἡ βασιλεία θεοῦ βρῶσις καὶ πόσις» φησίν. ἀμέλει διὰ φροντίδος ἐστι καὶ τοῖς Μάγοις οἴνου τε ὁμοῦ καὶ ἐμψύχων καὶ ἀφροδισίων ἀπέχεσθαι λατρεύουσιν ἀγγέλοις καὶ δαίμοσιν. ὡς δὲ ἡ ταπεινοφροσύνη πραότης ἐστὶν, οὐχὶ δὲ κακουχία σώματος, οὔτω καὶ ἡ ἐγκράτεια ψυχῆς ἀρετὴ ἡ οὐκ ἐν φανερῷ, ἀλλˑ ἐν ἀποκρύφῳ.

(49) Εἰσίν θ' οἳ πορνείαν ἄντικρυς τὸν γάμον λέγουσι καὶ ὑπὸ τοῦ διαβόλου ταύτην παραδεδόσθαι δογματίζουσι, μιμεῖσθαι δ’ αὐτοὺς οἱ μεγάλαυχοί φασι τὸν κύριον μήτε γήμαντα μήτε τι ἐν τῷ κόσμῳ κτησάμενον, μᾶλλον παρὰ τοὺς ἄλλους νενοηκέναι τὸ εὐαγγέλιον καυχώμενοι. λέγει δὲ αὐτοῖς ἡ γραφήˑ «ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.» εἶτ’ οὐκ ἴσασι τὴν αἰτίαν τοῦ μὴ γῆμαι τὸν κύριονˑ πρῶτον μὲν γὰρ τὴν ἰδίαν νύμφην εἶχεν, τὴν ἐκκλησίαν, ἔπειτα δὲ οὐδὲ ἄνθρωπος ἦν κοινός, ἵνα καὶ βοηθοῦ τινος κατὰ σάρκα δεηθῇˑ οὐδέ τεκνοποιήσασθαι ἦν αὐτῷ ἀναγκαῖον ἀιδίως μένοντι καὶ μόνῷˑ υἱῷ θεοῦ γεγονότι. αὐτὸς δὲ οὗτος ὁ κύριος λέγειˑ«ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» καὶ πάλινˑ «ὥσπερ δὲ ἦν ἐν ταῖς ἡμέραις Νῶε, ἦσαν γαμοῦντες γαμίζοντες, οἰκοδομοῦντες φυτεύοντες, καὶ ὡς ἦν ἐν ταῖς ἡμέραις Λώτ, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.» καὶ ὅτι οὐ πρὸς τὰ ἔθνη λέγει, ἐπιφέρειˑ «ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» καὶ πάλινˑ «οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκεῖναις ταῖς ἡμέραις.» καίτοι καὶ ταῦτα ἀλληγορεῖται. διὰ τοῦτο οὐδὲ τοὺς καιροὺς ὥρισεν «οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ», ἵνα διαμένῃ κατὰ τὰς γενεάς ὁ κόσμος. (50) τὸ δὲ «οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτονˑ εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶνˑ ¨ο δυνάμενος χωρεῖν χωρείτωˑ» οὐκ ἴσασιν ὅτι μετὰ τὴν τοῦ ἀποστασίου ῥῆσιν πυθομένων τινῶν ὅτι «ἐὰν οὕτως ᾖ ἡ αἰτία τῆς γυναικός, οὐ συμφέρει τῷ ἀνθρώπῳ γαμῆσαι,» τότε ὁ κύριος ἔφηˑ «οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον,

 

 

476

ἀλλ' οἶς δέδοται» τοῦτο γὰρ οἱ πυνθανόμενοι μαθεῖν ἠβουλήθησαν, εἰ συτχωρεῖ καταγνωσθείσης ἐπὶ πόρνείᾳ γυναικὸς καὶ ἐκβληθείσης ἑτέραν γῆμαι.

Φασὶ δὲ καὶ ἀθλητὰς οὐκ ὀλίγους ἀφροδισίων ἀπέχεσθαι δι’ ἄσκησιν σωματικὴν ἐγκρατευομένους, καθάπερ τὸν Κροτωνιάτην Ἀστύλον καὶ Κρίσωνα τὸν Ἱμεραῖον. καὶ Ἀμοιβεὺς δὲ ὁ κιθαρῳδὸς νεόγαμος ὢν ἀπέσχετο τῆς νύμφης. ὅ τε Κυρηναῖος Ἀριστοτέλης Λαΐδα ἐρῶσαν ὑπερεώρα μόνοςˑ (51) ὁμωμοκώς οὖν τῇ ἐταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τίνα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων. ὥστ’ οὐδ’ ἡ εὐνουχία ἐνάρετον, εἰ μὴ δι’ ἀγάπην γίνοιτο τὴν πρὸς τὸν θεόν.

Αὐτίκα περὶ τῶν βδελυσσομένων τὸν γάμον Παῦλος ὁ μακάριος λέγειˑ «ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκάλίαις δαιμόνιων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων.» καὶ πάλιν λέγειˑ «μηδεὶς ὑμᾶς καταβραβευέτω ἐν ἐθελοθρησκείᾳ ταπεινοφροσύνης καὶ ἀφειδίᾳ σώματος.» ὁ δὲ αὐτὸς κάκεῖνα γράφειˑ «δέδεσαι γυναικί; μὴ ζητεῖ λύσινˑ λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.» καὶ πάλινˑ «ἕκαστος δὲ τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς.» (52) τί δέ; οὐχὶ καὶ οἱ παλαιοὶ δίκαιοι εὐχαρίστως τῆς κτίσεως μετελάμβανον; οἴ δὲ καὶ ἐπαιδοποιήσαντο γήμαντες ἐγκρατῶς. καὶ τῷ μὲν Ἡλίᾳ οἱ κόρακες ἔφερον τροφὴν ἄρτους καὶ κρέακαί Σαμουὴλ δὲ ὁ προφήτης, [ἥν] ὅν καταλελοίπει κωλεὸν ἐξ ὧν ἤσθιε, φέρων ἔδωκε τῷ Σαοὺλ φαγεῖν. οἴ δέ, καὶ τούτους ὑπερφέρειν λέγοντες πολιτείᾳ καὶ βίῳ, οὐδὲ συγκριθήναι ταῖς ἐκείνων πράξεσι δυνήσονται. «ὁ μὴ ἐσθίων» τοίνυν «τὸν ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ κρινέτωˑ ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.» ἀλλὰ καὶ ὁ κύριος περὶ ἑαυτοῦ λέγων «ἦλθεν» φησὶν «Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιˑ δαιμόνων ἔχει, ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσινˑ ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλός.» ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάζουσι; Πέτρος μὲν γὰρ καὶ Φίλιππος

 

 

477

ἐπαιδοποιήσαντο, Φίλιππος δὲ καὶ τὰς θυγατέρας ἀνδράσιν ἐξέδωκεν, (53) καὶ ὅ γε Παῦλος οὐκ ὀκνεῖ ἔν τινι ἐπιστολῇ τὴν αὐτοῦ προσαγορεύειν σύζυγον, ἣν οὐ περιεκόμιζεν διὰ τὸ τῆς ὑπηρεσίας εὐσταλές. λέγει οὖν ἔν τινι ἐπιστολῇˑ «οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι;» ἀλλ’ οὗτοι μὲν οἰκείως τῇ διακονίᾳ, ἀπερισπάστως τῷ κηρύγματι προσανέχοντες, οὐχ ὡς γαμετάς, ἀλλ’ ὡς ἀδελφὰς περιῆγον τὰς γυναῖκας συνδιακόνους ἐσομένας πρὸς τὰς οἰκουροὐς γυναῖκας, δι’ ὧν καὶ εἰς τὴν γυναικωνῖτιν ἀδιαβλήτως παρεισεδύετο ἡ τοῦ κυρίου διδασκαλία. ἴσμεν γὰρ καὶ ὅσα περὶ διακόνων γυναικῶν ἐν τῇ ἐτέρᾳ πρὸς Τιμόθεον ἐπιστολῇ ὁ γενναῖος διατάσσεται Παῦλος. ἀλλὰ μὴν ὁ αὐτὸς οὗτος κέκραγεν ὡς «οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις,» οὐδὲ μὴν ἀποχὴ οἴνου καὶ κρεῶν, «ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.» τις αὐτῶν μηλωτὴν καὶ ζώνην δερματίνην ἔχων περιέρχεται ὡς Ἡλίας; τις δὲ σάκκον περιβέβληται γυμνὸς τὰ ἄλλα καὶ ἀνυπόδετος ὡς Ἡσαΐας; ἢ περὶζωμα μόνον λινοῦν, ὡς Ἱερεμίας; Ἰωάννου δὲ τὴν ἔνστασιν τὴν γνωστικὴν τοῦ βίου τις μιμήσεται; ἀλλὰ καὶ οὕτω βιοῦντες ηὐχαρίστουν τῷ κτίσαντι οἱ μακάριοι προφῆται.

(54) Ἡ δὲ Καρποκράτους δικαιοσύνη καὶ τῶν ἐπ ἴσης αὐτῷ τὴν ἀκόλαστον μετιόντων κοινωνίαν ὧδέ πῶς καταλύεται. ἅμα γὰρ τῷ φάναι «τῷ αἰτοῦντί σε δός» ἐπιφέρειˑ «καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς», ταύτην διδάσκων τὴν κοινωνίαν, οὐχὶ δὲ τὴν λάγνον. πῶς δὲ ὁ αἰτῶν καὶ λαμβάνων καὶ δανειζόμενος ἀπὸ μηδενὸς ὑπάρχοντος τοῦ ἔχοντος καὶ διδόντος καὶ δανείζοντος; τί δ’ ὅταν ὁ κύριος φῇˑ «ἐπείνασα καὶ ἐχορτάσατέ με, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἡμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβόλετέ με.» εἶτα ἐπιφέρειˑ «ἐφ’ ὅσον ἐποιήσατε ἐνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» οὐχὶ δὲ τὰ αὐτὰ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομοθετεί; «ὁ διδοὺς πτωχῷ δανείζει θεῷ» καὶ «μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ» φησὶν. (55) καὶ πάλιν «ἐλεημοσυναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε» εἶπεν. «πενία» δὲ «ἄνδρα ταπεινοῖˑ χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.» ἐπιφέρει δέˑ «ἰδοὺ ἀνήρ, ὃς οὐκ ἔδωκεν ἐπὶ τόκῳ τὸ ἀργύριον αὐτοῦ, ἀποδεκτὸς γίνεταιˑ» καὶ «λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος κρίνεται»

 

 

478

οὐχὶ διασαφεῖ ἄντικρυς; ὡς οὖν ἐξ ἐναντίων ὁ κόσμος σύγκειται ὥσπερ ἐκ θερμοῦ καὶ [ψυχροῦ] ξηροῦ τε καὶ ὑγροῦ, οὕτω κάκ τῶν διδόντων κάκ τῶν λαμβανόντων. πάλιν τε αὖ ὅταν εἴπῃ· «εἰ θέλεις τέλειος γενέσθαι, πωλήσας τὰ ὑπάρχοντα δὸς πτωχοῖς,» ἐλέγχει τὸν καυχώμενον ἐπὶ τῷ «πάσας τὰς ἐντολὰς ἐκ νεότητος τετηρηκέναι»ˑ οὐ γὰρ πεπληρώκει τὸ «ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν». τότε δὲ ὑπὸ τοῦ κυρίου συντελειούμενος ἐδιδάσκετο δι’ ἀγάπην μεταδιδόναι. (56) καλῶς οὖν πλουτεῖν οὐ κεκώλυκεν, ἀλλὰ γὰρ τὸ ἀδίκως καὶ ἀπλήστως πλουτεῖνˑ «κτήσις» γὰρ «ἐπισπευδομένη μετὰ ἀνομίας ἑλάττων γίνεται.» «εἰσὶ» γὰρ «οἳ σπείροντες πλείονα ποιοῦσι, καὶ οἳ συνάγοντες ἑλαττοῦνται» περὶ ὧν γέγραπταιˑ «εσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶναˑ» ὁ μὲν γὰρ «σπείρων καὶ πλείονα συνάγων» οὗτὸς ἐστιν ὁ διὰ τῆς ἐπιγείου καὶ πρόσκαιρου μεταδόσεως τὰ οὐράνια κτώμενος καὶ τὰ αἰώνια, ἕτερος δὲ ὁ μηδενὶ μεταδιδούς, κενῶς δὲ «θησαυρίζων ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει» (περὶ οὗ γέγραπταιˑ «συνάγων τοὺς μισθοὺς συνήγαγεν εἰς δεσμὸν τετρυπημένον»), τοῦτου τὴν χώραν εὐφορῆσαι λέγει ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, ἔπειτα τοὺς καρποὺς ἀποθέσθαι βουληθέντα, οἰκοδομησάμενον ἀποθήκας μείζονας κατὰ τὴν προσωποποιίαν εἰπεῖν πρὸς ἑαυτόνˑ «ἔχεις ἀγαθὰ πολλὰ ἀποκείμενά σοι εἰς ἔτη πολλά, φάγε, πιε, εὐφραίνουˑ ἄφρον οὖν, ἔφη, ταύτῃ γὰρ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. ἃ οὖν ἡτοίμασας, τινι γένηται;»

 

VII

(57) Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται, ἡ καθ' ἡμᾶς δὲ τὸ μὴ ἐπιθυμεῖν, οὐχ ἵνα τις ἐπιθυμῶν καρτερῇ, ἀλλ’ ὅπως καὶ τοῦ ἐπιθυμεῖν ἐγκρατεύηται. λαβεῖν δὲ ἄλλως οὐκ ἔστι τὴν ἐγκράτειαν ταύτην ἢ χάριτι τοῦ θεοῦ. διὰ τοῦτο εἶπεν «αἰτεῖτε καὶ δοθήσεται ὑμῖν». ταύτην ἔλαβεν τὴν χάριν καὶ ὁ Μωυσῆς τὸ ἐνδεὲς σῶμα περικείμενος, ἵνα τεσσαράκοντα ἡμέρας μήτε πεινάσῃ μήτε διψήσῃ. ὡς δὲ ὑγιαίνειν ἄμεινον τοῦ νοσοῦντα περὶ ὑγείας διαλέγεσθαι, οὕτω τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν καὶ

 

 

479

ἡ κατὰ ἀλήθειαν ἐγκράτεια τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης. οὐ γὰρ ὅπου φῶς, ἐκεῖ σκότος· ἔνθα δὲ ἐστιν ἐπιθυμία ἐγκαθεζομένῃ, μόνη τυγχάνουσα, κἂν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ παρόν, καθόλου δὲ ἡμῖν προΐτω ὁ λόγος περὶ τε γάμου περὶ τε τροφῆς καὶ τῶν ἄλλων μηδὲν κατ' ἐπιθυμίαν ποιεῖν, θέλειν δὲ μόνα ἐκεῖνα τὰ ἀναγκαῖα. οὐ γὰρ ἐσμεν ἐπιθυμίας τέκνα, ἀλλὰ θελήματος. καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδ’ ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώφρονι παιδοποιούμενος θελήματι. οὐ γὰρ «τῆς σαρκὸς πρόνοιαν ποιεῖσθαι εἰς ἐπιθυμίας» ἐμάθομεν, «εὐσχημόνως δὲ ὡς ἐν ἡμέρμ» τῷ Χριστῷ καὶ τῇ κυριακῇ τῇ φωτεινῇ ἀγωγῇ, «περιπατοῦντες, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔρισι καὶ ζήλοις.» (59) ἀλλὰ γὰρ οὐ μόνον περὶ τι ἓν εἶδος τὴν ἐγκράτειαν συνορᾶν προσήκεῖ, τουτέστι τὰ ἀφροδίσια, ἀλλὰ γὰρ καὶ περὶ τὰ ἀλλὰ ὅσα σπαταλώσα ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, περιεργαζομένη δὲ τὴν κλιδήν. ἐγκράτειά ἐστιν ἀργυρίου καταφρονεῖν, τρυφῆς, κτήσεως, θέας καταμεγαλοφρονεῖν, στόματος κρατεῖν, κυριεύειν λογισμῶν τῶν πονηρῶν, ἤδη δὲ καὶ ἄγγελοί τινες ἀκρατεῖς γενόμενοι ἐπιθυμίᾳ ἁλόντες οὐρανόθεν δεῦρο καταπεπτώκασιν. Οὐαλεντῖνος δὲ ἐν τῇ πρὸς Ἀγαθόποδα ἐπιστολῇ «πάντα» φησὶν «ὑπομείνας ἐγκρατὴς ἦνˑ θεότητα Ἰησοῦς εἰργάζετο, ἤσθιεν καὶ ἔπινεν ἰδίως οὐκ ἀποδιδοὺς τὰ βρώματα. τοσαύτη ἦν αὐτῷ ἐγκρατεῖας δύναμις, ὥστε καὶ μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν.»

Ἡμεῖς μὲν οὖν δι’ ἀγάπην τὴν πρὸς τὸν κύριον καὶ δι’ αὐτὸ τὸ καλὸν ἐγκράτειαν ἀσπαζόμεθα, τὸν νεὼν τοῦ πνεύματος ἁγιάζοντεςˑ καλὸν γὰρ «διὰ τὴν βασιλείαν τῶν οὐρανῶν εὐνουχίζειν ἑαυτὸν» πάσης ἐπιθυμίας καὶ «καθαρίζειν τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι». (60) οἳ δέ, διὰ τὸ μῖσος τὸ πρὸς τὴν σάρκα τῆς κατὰ γάμον συναλλαγῆς καὶ τῆς τῶν καθηκόντων βρωμάτων μεταλήψεως ἀχαρίστως ἀπαλλάττεσθαι ποθοῦντες, ἀμαθείς τε καὶ ἄθεοι, ἀλόγως ἐγχρατευόμενοι, καθάπερ τὰ πλεῖστα τῶν ἄλλων ἐθνῶν. Βραχμᾶναι γοῦν οὔτε ἐμψυχον ἐσθίουσιν οὔτε οἶνον πίνουσιν ἀλλ’ οἳ μὲν

 

 

480

αὐτῶν καθ' ἐκάστην ἡμέραν ὡς ἡμεῖς τὴν τροφὴν προσίενται, ἔνιοι δ’ αὐτῶν διὰ τριῶν ἡμερων, ὡς φησιν Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τοῖς Ἰνδικοῖςˑ καταφρονοῦσι δὲ θανάτου καὶ παρ’ οὐδὲν ἡγοῦνται τὸ ζῆν πείθονται γὰρ εἶναι παλιγγενεσίαν, θεοὺς δὲ σέβουσιν Ἡρακλέα καὶ Πᾶνα. οἱ καλούμενοι δὲ Σεμνοὶ τῶν Ἰνδῶν γυμνοὶ διαιτῶνται τὸν πάντα βίονˑ οὗτοι τὴν ἀλήθειαν ἀσκοῦσι καὶ περὶ τῶν μελλόντων προμηνύουσι καὶ σέβουσι τίνα πυραμίδα, ὑφ' ἣν ὀστέα τινὸς θεοῦ νομίζουσιν ἀποκεῖσθαι. οὔτε δὲ οἱ γυμνοσοφισταὶ οὔθ' οἱ λεγόμενοι Σεμνοὶ γυναιξὶ χρώνταιˑ παρὰ φύσιν γὰρ τοῦτο καὶ παράνομον δοκοῦσι, δι’ ἣν αἰτίαν σφᾶς αὐτοὺς ἁγνοὺς τηροῦσι, παρθενεύουσι δὲ καὶ αἱ Σεμναὶ. δοκοῦσι δὲ παρατηρεῖν τὰ οὐράνια καὶ διὰ τῆς τούτων σημειώσεως τῶν μελλόντων προμαντεύεσθαί τινα.

 

VIII

(61) Ἐπεὶ δὲ οἱ τὴν ἀδιαφορίαν εἰσάγοντες βιαζόμενοι τινας ὀλίγας γραφὰς συνηγορεῖν αὐτῶν τῇ ἡδυπαθείᾳ οἴονται, ἀτὰρ δὴ κάκείνην «ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσειˑ οὐ γὰρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν» (καὶ τινας ἄλλας τοιαύτας, ὧν ἐπὶ τοιούτοις μεμνῆσθαι οὐκ εὔλογονουˑ γὰρ ἐπισκευάζω ναῦν πειρατικήν), φέρε δὴ διὰ βραχέων διακόψωμεν αὐτῶν τὴν ἐγχείρησιν. αὐτὸς γὰρ ὁ γενναῖος ἀπόστολος τῇ προειρημένῃ λέξει ἐπιφέρων ἀπολύσεται τὸ ἔγκλημαˑ «τί οὖν; ἁμαρτήσωμεν, ὅτι οὐκ ἐσμέν ὑπὸ νόμων, ἀλλ’ ὑπὸ χάριν; μὴ γένοιτο.» οὕτως ἐνθέως καὶ προφητικῶς καταλύει παραχρῆμα τὴν σοφιστικὴν τῆς ἡδονῆς τέχνην. (63) οὐ συνιᾶσιν οὖν, ὡς ἔοικεν, ὅτι «τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν,» ἵνα ἀ διὰ τοῦ σώματος ἔπραξέν τις ἀπολάβῃ. «ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις,» οὐκέτι ἁμαρτητικήˑ «τὰ ἀρχαῖα παρῆλθεν», ἀπελουσάμεθα τὸν βίον τὸν παλαιόνˑ «ἰδοὺ γέγονε καινά», ἁγνεία ἐκ πορνείας, [καὶ] ἐγκράτεια ἐξ ἀκρασίας, δικαιοσύνη ἐξ ἀδικίας. «τις γὰρ μετοχὴ δικαιοσύνη καὶ ἀνομίᾳ; ἣ τις κοινωνία φωτὶ πρὸς σκότος; τις δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; τις μερὶς πιστῷ μετὰ ἀπίστου; τις δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας

 

 

481

καθαρίσωμεν ἑαυτοὑς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.»

 

ΙX

(63) Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφημου ἐγκράτειας κάκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημενˑ φέρεται δέ, οἶμαι, ἐν τῷ κατ' Αἰγυπτίους εὐαγγελίῳ. φασὶ γὰρ, ὅτι αὐτὸς εἶπεν ὁ σωτὴρˑ «ἦλθον καταλῦσαι τὰ ἔργα τῆς θηλείας,» θηλείας μὲν τῆς ἐπιθυμίας, ἔργα δὲ γένεσιν καὶ φθοράν, τί οὖν ἂν εἴποιεν; κατελύθη ἡ διοίκησις αὕτη; οὐκ ἂν φησαιενμένει γὰρ ἐπὶ τῆς αὐτῆς οἰκονομίας ὁ κόσμος, ἀλλ’ οὐκ ἐψεύσατο ὁ κύριοςˑ τῳ ὄντι γὰρ τὰ τῆς ἐπιθυμίας κατέλυσεν ἔργα, φιλαργυρίαν, φιλονικίαν, φιλοδοξίαν, γυναικομανίαν, παιδεραστίαν, ὀψοφαγίαν, ἀσωτίαν καὶ τὰ τούτοις ὅμοιαˑ τούτων δὲ ἡ γένεσις φθορὰ τῆς ψυχῆς, εἴ γε «νεκροὶ τοῖς παραπτώμασι» γινόμεθαˑ καὶ αὕτη ἡ θήλεια ἀκρασία ἦν. γένεσιν δὲ καὶ φθορὰν τὴν ἐν κτίσει προηγουμένως γίνεσθαι ἀνάγκη μέχρι παντελοῦς διακρίσεως καὶ ἀποκαταστάσεως ἐκλογῆς, δι’ ἣν καὶ αἰ τῷ κόσμῳ συμπεφυρμέναι οὐσίαι τῇ οἰκειότητι προσνέμονται. (64) ὅθεν εἰκότως περὶ συντέλειας μηνύσαντος τοῦ λόγου ἡ Σαλώμη φησὶˑ «μέχρι τίνος οἰ ἄνθρωποι ἀποθανοῦνται;» ἄνθρωπον δὲ καλεῖ ἡ γραφὴ διχῶς, τὸν τε φαινόμενον καὶ τὴν ψυχήν, πάλιν τε αὖ τὸν σῳζόμενον καὶ τὸν μή. καὶ θάνατος ψυχῆς ἡ ἁμαρτία λέγεται, διὸ καὶ παρατετηρημένως ἀποκρίνεται ὁ κύριοςˑ «μέχρις ἂν τίκτωσιν αἱ γυναῖκες,» τουτέστι μέχρις ἂν αἰ ἐπιθυμίαι ἐνεργῶσι. «διὰ τοῦτο ὥσπερ δὶ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσπῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτονˑ καί ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδάμ μέχρι Μωυσέως,» φησὶν ὁ ἀπόστολοςˑ φυσικῇ δὲ ἀνάγκῃ θείας οἰκονομίας γενέσει θάνατος ἕπεται, καὶ συνόδῳ ψυχῆς καὶ σώματος ἡ τούτων διάλυσις ἀκολουθεῖ. εἰ δὲ ἕνεκεν μαθήσεως καὶ ἐπιγνώσεως ἡ γένεσις, ἀποκαταστάσεως δὲ ἡ διάλυσιςˑ ὡς δὲ αἰτία θανάτου διὰ τὸ τίκτειν ἡ γυνὴ νομίζεται, οὕτω καὶ ζωῆς διὰ τὴν αὐτὴν αἰτίαν λεχθήσεται ἡγεμών. (65) αὐτίκα ἣ προκατάρξασα τῆς παραβάσεως «ζωὴ» προσηγορεύθη, διὰ τὴν τῆς διαδοχῆς

 

 

482

αἰτίαν τῶν τε γεννωμένων τῶν τε ἁμαρτανόντων γίνεται ὁμοίως δικαίων ὡς καὶ ἀδικων μήτηρ, ἐκάστου ἡμῶν ἑαυτὸν δικαιοῦντος ἣ ἔμπαλιν ἀπειθῆ κατασκευάζοντος. ὅθεν οὐχ ἡγοῦμαι ἔγωγε μυσάττεσθαι τὴν ἐν σαρκὶ ζωὴν τὸν ἀπόστολον, ὁπηνίκα ἂν φῇˑ «ἀλλ’ ἐν πάσῃ παῤῥησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματι μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου, ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος, εἰ δὲ τὸ ζῆν ἐν σαρκί, καὶ τοῦτό μοι καρπὸς ἔργου, τί αἰρήσομαι οὐ γνωρίζωˑ συνέχομαι τε ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ κρεῖττονˑ τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.» ἐνεδείξατο γὰρ, οἶμαι, διὰ τούτων σαφῶς τῆς μὲν ἐξόδου τοῦ σώματος τὴν πρὸς θεὸν ἀγάπην τελείωσιν εἶναι, τῆς δὲ ἐν σαρκὶ παρουσίας τὴν εὐχάριστον διὰ τοῦς σωθῆναι δεομένους ὑπομονήν. (66) τί δὲ οὐχὶ καὶ τὰ ἑξῆς τῶν πρὸς Σαλώμην εἰρημένων ἐπιφέρουσιν οἱ πάντα μᾶλλον ἣ τῷ κατὰ τὴν ἀλήθειαν εὐαγγελικῷ στοιχήσαντες κανόνι; φαμένης γὰρ αὐτῆς «καλῶς οὖν ἐποίησα μὴ τεκοῦσα», ὡς οὐ δεόντως τῆς γενέσεως ποφαλαμβανομένης, ἀμείβεται λέγων ὁ κύριοςˑ «πᾶσαν φάγε βοτάνην, τὴν δὲ πικρίαν ἐχουσαν μὴ φάγης.» σημαίνει γὰρ καὶ διὰ τούτων ἐφ' ἡμῖν εἶναι καὶ οὐκ ἐξ ἀνάγκης κατὰ κώλυσιν ἐντολῆς ἤτοι τὴν ἐγκράτειαν ἣ καὶ τὸν γάμον, καὶ ὅτι ὁ γάμος συνεργάζεται τι τῇ κτίσει προσδιασαφῶν. (67) μήτ’ οὖν ἀμάρτημά τις ἡγείσθω τὸν γάμον τὸν κατὰ λόγον, εἰ μὴ πικρὰν ὑπολαμβάνει παιδοτροφίαν (πολλοῖς γὰρ ἔμπαλιν ἀτεκνία λυπηρότατον), μήτ, ἄν πικρά ἡ παιδοποιία φαίνηται τινι μεταπερωπῶσα τῶν θείων διὰ τὰς χρειώδεις ἀσχολίας, μὴ φέρων [δ’] οὗτος εὐκόλως τὸν μονήρη βίον ἐπιθυμείτω γάμου, ἐπεὶ τὸ εὐάυρεστον μετὰ σωφροσύνης ἀβλαβὲς καὶ κύριος ἕκαστος ἡμῶν τυγχάνει τῆς περὶ τέκνων γονῆς αἱρέσεως. συνορῶ δ’ ὅπως τῇ προφάσει τοῦ γάμου οἱ μὲν ἀπεσχημένοι τοῦτου μὴ κατὰ τὴν ἁγίαν γνῶσιν εἰς μισανθρωπίαν ὑπεῤῥύησαν καὶ τὸ τῆς ἀγάπης οἴχεται παρ' αὐτοῖς, οἴ δὲ ἐνσχεθέντες καὶ ἡδυπαθήσαντες τῇ τοῦ νόμου συμπεριφορᾷ, ὡς φησιν ὁ προφήτης, «παρωμοιώθησαν τοῖς κτήνεσιν».

 

 

483

Х

(68) Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ' οἶς μέσος ἐστὶν ὁ κύριος; ἤ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγει, ὅτι ἀνδρὶ γυνὴ διὰ θεοῦ ἀρμόζεται; ἀλλὰ κἂν εὐζωνὸς τις εἶναι θέλῃ, οὐχ αἱρούμενος τὴν παιδοποιίαν διὰ τὴν ἐν παιδοποιίᾳ ἀσχολίαν, «μενέτω» φησὶν ὁ ἀπόστολος «ἄγαμος ὡς κἀγώ». βοὐλεσθαι γὰρ λέγειν τὸν κύριον ἐξηγοῦνται μετὰ μὲν τῶν πλειόνων τὸν δημιουργὸν εἶναι τὸν γενεσιουργὸν θεόν, μετὰ δὲ τοῦ ἑνὸς τοῦ ἑκλεκτοῦ τὸν σωτῆρα, ἄλλου δηλονότι θεοῦ τοῦ ἀγαθοῦ υἱὸν πεφυκότα. τὸ δ’ οὐχ οὕτως ἔχειˑ ἀλλ' ἔστι μὲν καὶ μετὰ τῶν σωφρόνως γημάντων καὶ τεκνοποιησάντων ὁ θεὸς δὶ υἱοῦ, ἔστι δὲ καὶ μετὰ τοῦ ἐγκρατευσαμένου λογικῶς ὁ αὐτὸς ὡσαύτως θεὸς.

Εἶεν δ’ ἄν καὶ ἄλλως οἱ μὲν τρεῖς θυμός τε καὶ ἐπιθυμία καὶ λογισμός, σὰρξ δὲ καὶ ψυχὴ καὶ πνεῦμα κατ' ἄλλον λόγον. (69) τάχα δὲ καὶ τὴν κλῆσιν τὴν τε ἐκλογὴν δευτέραν καὶ τρίτον τὸ εἰς τὴν πρώτην τιμὴν κατατασσόμενον γένος αἰνίσσεται ἡ προειρημένη τριάςˑ μεθ ὧν ἡ πανεπίσκοπος τοῦ θεοῦ δύναμις ἀμερῶς μεριστή. ὁ τοίνυν ταῖς κατὰ φύσιν ἐνεργείαις τῆς ψυχῆς ἐν δέοντι χρώμενος ἐπιθυμεῖ μὲν τῶν καταλλήλων, μισεῖ δὲ τὰ βλάπτοντα, καθὼς αἱ ἐντολαὶ προστάττουσινˑ «ἐνευλογήσεις γὰρ», φησί, «τὸν εὐλογοῦντα καὶ καταράσῃ τὸν καταρώμενον.» ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεὸν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατεῖας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἐνώσας τὴν γνῶσιν, πίστιν, ἀγάπην, εἷς ὣν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ «κατ' εἰκόνα» ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱὸς [ἐστιν]. οὕτως «οἱ δύο καὶ οἱ τρεῖς» ἐπὶ τὸ αὐτὸ συνάγονται, τὸν γνωστικὸν ἄνθρωπον.

(70) Εἴη δ’ ἂν καὶ ἡ ὁμόνοια τῶν πολλῶν ἀπὸ τῶν τριῶν ἀριθμουμένη μεθ’ ὧν ὁ κύριος, ἡ μία ἐκκλησία, ὁ εἰς ἄνθρωπος, τὸ γένος τὸ ἕν. ἢ μὴ τι μετὰ μὲν τοῦ

 

 

484

ἑνὸς τοῦ Ἱουδαίου ὁ κύριος νομοθετὼν ἤν, προφητεύων δὲ ἤδη καὶ τὸν Ἱερεμίαν ἀποστέλλων εἰς Βαβυλῶνα, ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν διὰ τῆς προφητείας καλῶν, συνῆγε λαοὺς τοὺς δύο, τρίτος δὲ ἦν ἐκ τῶν δυεῖν κτιζόμενος εἷς εἰς καινὸν ἄνθρωπον, ᾧ δὴ ἐμπεριπατεῖ τε καὶ κατοικεῖ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ; νόμος τε ὁμοῦ καὶ προφῆται σὺν καὶ τῷ εὐαγγελίῳ ἐν ὀνόματι Χριστοῦ εἰς μίαν συνάγονται γνῶσιν. οὐκοῦν οἱ διὰ μῖσος μὴ γαμοῦντες ἣ δὶ ἐπιθυμίαν ἀδιαφόρως τῇ σαρκὶ καταχρώμενοι οὐκ ἐν ἀριθμῷ τῶν σῳζομένων ἐκείνων μεθ' ὧν ὁ κύριος.

 

XI

(71) Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρούμενης ἐγκρατεῖας μηνύοντες. ἐκάστῃ δὲ τῶν αἱρέσεων τὴν οἰκείως ἐνισταμένην γραφὴν ὁ συνίων ἐπιλεγόμενος κατὰ καιρὸν χρήσεται πρὸς κατάλυσιν τῶν παρὰ τὰς ἐντολὰς δογματιζόντων. ἄνωθεν μὲν οὖν ὁ νόμος, ὥσπερ προειρήκαμεν, τὸ «οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον», τῆς τοῦ κυρίου προσεχοῦς κατὰ τὴν νέαν διαθήκην φωνῆς προαναπεφώνηκεν τῆς αὐτῆς αὐτοπροσώπως λεγούσηςˑ «ἠκούσατε τοῦ νόμου παραγγέλλοντοςˑ οὐ μοιχεύσεις. ἐγὼ δὲ λέγωˑ οὐκ ἐπιθυμήσεις.» ὅτι γὰρ σωφρόνως ἐβούλετο ταῖς γαμεταῖς χρῆσθαι τοὺς ἄνδρας ὁ νόμος καὶ ἐπὶ μόνη παιδοποιίᾳ, δῆλον ἐκ τοῦ κωλύειν μὲν τῇ αἰχμαλώτῳ παραχρήμα ἐπιμίγνυσθαι τὸν ἄγαμον, ἐπιθυμήσαντος δὲ ἅπαξ τριάκοντα πενθεῖν ἐπιτρέπειν ἡμέρας κειραμένῃ καὶ τὰς τρίχας, εἰ δὲ μηδ’ οὕτως μαραίνοιτο ἡ ἐπιθυμία, τότε παιδοποιεῖσθαι, δεδοκιμασμένης τῆς ὁρμῆς τῆς κυριευούσης κατὰ τὴν προθεσμίαν τοῦ χρόνου εἰς ὄρεξιν εὔλογον. (72) ὅθεν οὐ δείξειας [ὰν] ἐγκύμονι πλησιάσαντα τῶν πρεσβυτέρων τινὰ κατὰ τὴν γραφὴν, ἀλλ' ὕστερον μετά τε τὴν κυοφορίαν μετά τε τὴν τοῦ τεχθέντος γαλακτουχίαν εὕροις ἂν πάλιν πρὸς τῶν ἀνδρῶν γινωσκομένας τὰς γυναῖκας, αὐτίκα τοῦτον εὑρήσεις τὸν σκοπὸν καὶ τὸν τοῦ Μωυσέως πατέρα φυλάσσοντα, τριετίαν διαλιπόντα μετὰ τὴν τοῦ Ἀαρὼν ἀποκύησιν γεννήσαντα τὸν Μωσέα. ἥ τε αὖ Λευιτικὴ φυλὴ τοῦτον φυλάσσουσα τὸν τῆς φύσεως νόμον ἐκ θεοῦ ἐλάττων τὸν ἀριθμὸν παρὰ τὰς ἄλλας εἰς τὴν προκατηγγελμένην εἰσῆλθε γῆν οὐ γὰρ ῥᾳδίως

 

 

485

αὐξάνει γένος εἰς πολυπληθίαν σπειράντων μὲν τῶν ἀνδρῶν τῶν τὸν κατὰ τοὺς νόμους γάμον ἀναδεδεγμένων, ἀναμενόντων δὲ οὐ τὴν κυοφορίαν μόνον, ἀλλὰ καὶ τὴν γαλακτουχίαν. (73) ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατ' ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἱουδαίους «τριῶν ἡμερῶν» κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων, «ἡμεῖς οὖν ναοί τοῦ θεοῦ ἐσμενˑ καθὼς εἶπεν ὁ προφήτης, ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονται μου λαός,» ἐὰν κατὰ τὰς ἐντολὰς πολιτευώμεθα εἴτε ὁ καθ' ἕκαστον ἡμῶν εἴτε καὶ ἀθρόα ἡ ἐκκλησία. «διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθεˑ κάγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.» οὐ τῶν γεγαμηκότων, ὥς φασιν, ἀλλὰ τῶν ἐθνῶν τῶν ἐν πόρνείᾳ βιούντων ἐτι, πρὸς δὲ καὶ τῶν προειρημένων αἱρέσεων ἀφορισθῆναι ὡς ἀκαθάρτων καὶ ἀθεων κελεύει προφητικῶς ἡμᾶς. (74) ὅθεν καὶ ὁ Παῦλος, πρὸς τοὺς ὁμοιους ἀποτεινόμενος τοῖς εἰρημένοις, «ταύτας οὖν ἔχετε τὰς ἐπαγγελίας» φησὶν, «ἀγαπητοίˑ καθαρίσωμεν ἑαυτῶν τὰς καρδίας ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦˑ» «ζηλῳ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἐνὶ ἀνδρὶ παρθένον ἁγνήν παραστῆσαι τῷ Χριστῷ.» ἐκκλησία δὲ ἄλλον οὐ γαμεῖ τὸν νυμφίον κεκτημένη, ἀλλ’ ὁ καθ’ ἕκαστον ἡμῶν ἣν ἂν βούληται κατὰ τὸν νόμον γαμεῖν, τὸν πρῶτον λέγω γάμον, ἔχει τὴν ἐξουσίαν. «φοβοῦμαι δὲ μὴ πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἀπλότητος τῆς εἰς τὸν Χριστόν», σφόδρα εὐλαβῶς καὶ διδασκαλικῶς εἴρηκεν ὁ ἀπόστολος. (75) διὸ καὶ ὁ θαυμάσιος Πέτρος φησὶνˑ «ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν καλὴν ἔχοντες ἐν τοῖς ἔθνεσινˑ ὅτι οὕτως ἐστι τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἐργασίαν, ὡς ἑλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι θεοῦ.» ὁμοίως δὲ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ρωμαίους ἐπιστολῇ γράφειˑ «οἵτινες

 

 

486

ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτή; ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθῃ, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας» ἕως «μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ.»

(76) Καὶ δὴ ἐνταῦθα γενόμενος δοκῶ μοι μὴ παραλείψειν ἀνεπισημείωτον, ὅτι τὸν αὐτὸν θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου ὁ ἀπόστολος κηρύσσειˑ τό γὰρ «οὐκ ἐπιθυμήσεις» ἐν τῷ εὐαγγελίῳ γεγραμμένον τῷ νόμῳ περιτίθησιν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἕνα εἰδὼς τὸν διὰ νόμου καὶ προφητῶν κηρύξαντα καὶ τὸν δι’ αὐτοῦ εὐαγγελισθέντα πατέρα, φησὶ γάρˑ «τί ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτοάλλά τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμουτήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγενˑ οὐκ ἐπιθυμήσεις.» κἂν οἱ ἀντιτασσόμενοι τῶν ἑτεροδόξων προσαποτεινόμενον τὸν Παῦλον τῷ κτίστῃ εἰρηκέναι ὑπολάβωσι τὰ ἑξῆς «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκὶ μου, ἀγαθόν», ἀλλ’ ἀναγινωσκόντων τὰ προειρημένα καὶ τὰ ἐπιφερόμεναˑ προεῖπε γάρˑ «ἀλλˑ ἡ οἴκοῦσα ἐν ἐμοὶ ἁμαρτία», δι’ ἦν ἀκόλουθον ἦν εἰπεῖν ὅτι «οὐκ οἰκεῖ ἐν τῇ σαρκὶ μου ἀγαθόν». (77) ἑπομένως [δ’] ἐπήγαγεν»ˑ εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ἐγὼ ποιώ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ’ ἡ οἴκοῦσα ἐν ἐμοὶ ἁμαρτία,» ἥτις «ἀντιστρατευομένῃ τῷ νόμῳ» τοῦ θεοῦ καὶ «τοῦ νοὸς μου», φησὶν, «αἰχμαλωτίζει με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωποςˑ τις με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τοῦτου;» πάλιν τε αὖ (κάμνει γὰρ οὐδ’ ὁπωστιοῦν ὠφελῶν) οὐκ ὀκνεῖ ἐπιλέγεινˑ «ὁ γὰρ νόμος τοῦ πνεύματος ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», ἐπεὶ διὰ τοῦ υἱοῦ «ὁ θεὸς κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» πρὸς τούτοις ἔτι ἐπισαφηνίζων τὰ προειρημένα ἐπιβοᾷˑ «τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν» δηλῶν ὡς ὅτι μὴ νεώς, τάφος δ’ ἐστὶν ἔτι τῆς ψυχῆςˑ ὁπηνίκα γὰρ ἁγιασθῇ τῷ θεῷ, «τὸ πνεῦμα», ἐποίσει, «τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὃς ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.» (78) αὖθις οὖν τοῖς φιληδόνοις ἐπιπλήττων ἐκεῖνα προστίθησιˑ «τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, ὅτι οἱ κατὰ σάρκα

 

 

487

ζῶντες τὰ τῆς σαρκὸς φρονοῦσιν, καὶ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸνˑ τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οἱ δὲ ἐν σαρκὶ ὅντες», οὐχ ὥς τινες δογματίζουσι, «θεῷ ἀρέσαι οὐ δύνανται,» ἀλλ’ ὡς προειρήκαμεν. εἶτα πρὸς ἀντιδιαστολὴν τούτων τῇ ἐκκλησίᾳ φησὶνˑ «ὐμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ· ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἴκεῖ ἐν ὑμῖν. εἰ δὲ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ. εἰ δὲ Χρίστος ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωῇ διὰ δικαιοσύνην, ἄρα οὖν, ἀδελφοί, ὀφείλεται ἐσμεν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. ὅσοι γὰρ πνεύματι θεοῦ ἀγονται, οὗτοι εἰσὶν υἱοὶ θεοῦ.» καὶ πρὸς τὴν εὐγένειαν καὶ πρὸς τὴν ἐλευθερίαν τὴν καταπτύστως ὑπὸ τῶν ἑτεροδόξων εἰσαγομένην [τῶν] ἐπ ἀσελγείᾳ καυχωμένων ἐπιφέρει λέγων «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἑλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν ἀββα ὁ πατὴρ·» τουτέστιν εἰς τοῦτο ἑλάβομεν, ἵνα γινώσκωμεν τοῦτον ᾧ προσευχόμεθα, τὸν τῷ ὅντι πατέρα, τὸν τῶν ὅντων μόνον πατέρα, τὸν εἰς σωτηρίαν παιδεύοντα ὡς πατέρα καὶ τὸν φόβον ἀπείλεῖ.

 

XII

(79) Ἡ δὲ «ἐκ συμφώνου πρὸς καιρὸν σχολάζουσα τῇ προσευχῇ» συζυγία ἐγκρατείας ἐστι διδασκαλίαˑ προσέθηκε γὰρ τὸ μὲν «ἐκ συμφώνου», ἵνα μὴ τις διαλύσῃ τὸν γάμον, «πρὸς καιρὸν» δὲ ὡς μὴ κατὰ ἀνάγκην ἐπιτηδεύων τὴν ἐγκράτειαν ὁ γήμας ὀλισθήσῃ ποτὲ εἰς ἁμαρτίαν, φειδοῖ μὲν τῆς ἑαυτοῦ συζυγίας, ἐπιθυμίᾳ δὲ ἀλλοτρίᾳ περιπεσών. ᾧ λόγῳ καὶ τὸν ἀσχημονεῖν ἑαυτόν ἐπὶ τῇ παρθενοτροφίᾳ ὑπολαμβάνοντα καλῶς εἰς γάμον ἐκδώσειν τὴν θυγατέρα ἐλεγεν. ἡ πρόθεσίς τε ἐκάστου τοῦ τε ἑαυτόν εὐνουχίσαντος τοῦ τε αὖ γάμῳ διὰ παιδοποιίαν συζεύξαντος ἀνένδοτος πρὸς τὸ ἧττον διαμένειν ὀφείλει, εἰ μὲν γὰρ ἐπιτεῖναι οἷός τε ἔσται τὸν βίον, μείζονα ἀξίαν ἐν θεῷ αὐτὸς ἑαυτῳ περιποιήσεται, καθσρῶς ἅμα καὶ λελογισμένως ἐγκρατευσάμενοςˑ εἰ δὲ ὑπερβὰς ὃν εἵλετο κανόνα εἰς μείζονα δόξαν, ἔπειτα ἀποπέσῃ πρὸς τὴν ἐλπίδα. ἕχει γάρ

 

 

488

ὥσπερ ἡ εὐνουχία οὕτω καὶ ὁ γάμως ἰδίας λειτουργίας καὶ διακονίας τῷ κυρίῳ διαφερούσας, τέκνων λέγω κήδεσθαι καὶ γυναικός· πρόφασις γὰρ, ὡς ἔοικεν, τῷ κατὰ γάρων τελείῳ ἡ τῆς συζυγίας οἰκειότης γίνεται τὴν πρόνοιαν πάντων ἀναδεδεγμένῳ κατὰ τὸν οὶκον τὸν κοινὸνˑ αὐτίκα φησὶν ἐπισκόπους δεῖν καθίστασθαι τοὺς ἐκ τοῦ ἰδιου οἴκου καὶ τῆς ἐκκλησίας ἁπάσης προΐστασθαι μελετήσαντας. «ἕκαστος» οὖν «ἐν ᾧ ἐκλήθη» ἔργῳ τὴν διακονίαν ἐκτελείτω, ἵνα ἐλεύθερος ἐν Χριστῷ γένηται, τὸν οἰκεῖον τῆς διακονίας ἀπολαμβάνων μισθόν. (80) πάλιν τε αὖ περὶ τοῦ νόμου διαλεγόμενὸς ἀλληγορίᾳ χρώμενος «ἡ γὰρ ὕπανδρος γυνὴ» φησὶ «τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ» καὶ τὰ ἐξῆς. αὖθις τεˑ «ἡ γυνὴ δέδεται ἑφ’ ὅσον ζῇ χρόνον ὁ ἀνὴρ αὐτηςˑ έἀν δὲ ἀποθάνῃ, ἑλευθέρα ἐστὶν γαμηθήναι, μόνον ἐν κυρίῳˑ μακαρία δὲ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμήν γνώμην.» ἀλλ’ ἐπὶ μὲν τῆς προτέρας περικοπῆς «ἐθανατώθητε» φησὶ «τῷ νόμῳ», οὐ τῷ γάμῳ, «εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι,» νύμφην καὶ ἐκκλησίαν, ἣν ἁγνήν εἶναι δεῖ τῶν τε ἔνδον ἐννοιῶν τῶν ἐναντίων τῇ ἀληθείᾳ τῶν τε ἔξωθεν πειραζόντων, τουτέστι τῶν τὰς αἱρέσεις μετιόντων καὶ πορνεύειν ἀπὸ τοῦ ἑνὸς ἀνδρὸς ἀναπειθόντων, τοῦ παντοκράτορος θεοῦ, «ἴνα μὴ ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν», τὴν λεγομένην «ζωὴν», καὶ ἡμεῖς ὑπὸ τῆς κατὰ τὰς αἱρέσεις λίχνου πανουργίας παραβῶμεν τὰς ἐντολάς. ἡ δευτέρα δὲ περικοπὴ μονογαμίαν ἵστησιν. οὐ γὰρ, ὡς τινες ἐξηγήσαντο, δέσιν γυναικὸς πρὸς ἄνδρα τὴν σαρκὸς πρὸς τὴν φθορὰν ἐπιπλοκὴν μηνύεσθαι ὑποτοπητέονˑ τῶν γὰρ ἄντικρυς διαβόλῳ προσαπτόντων τὴν τοῦ γάμου εὕρεσιν ἀθέων ἀνθρώπων ἐπίνοιαν κατηγορεῖ, δι’ ἧς κινδυνεύει βλασφημεῖσθαι ὁ νομοθέτης. (81) Τατιανὸν οἶμαι τὸν Σύρον τὰ τοιαῦτα τολμᾶν δογματίζειν. γράφει γοῦν κατὰ λέξιν ἐν τῷ Περὶ τοῦ κατὰ τὸν σωτῆρα καταρτισμούˑ «συμφωνία μὲν οὖν ἁρμόζει προσευχῇ, κοινωνία δὲ φθορᾶς λύει τὴν ἔντευξιν. πάνυ γοῦν δυσωπητικῶς διὰ τῆς συγχωρήσεως εἴργειπάλιν γὰρ ἐπὶ ταύτό συγχωρήσας γενέσθαι διὰ τὸν σατανᾶν καὶ τὴν ἀκρασίαν, τὸν πεισθησόμενον δυσὶ κυρίοις μέλλειν δουλεύειν ἀπεφήνατο, διὰ μὲν συμφωνίας θεῷ, διὰ δὲ τῆς ἀσυμφωνίας ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ.» ταῦτα δὲ φησι τὸν ἀπόστολον ἐξηγούμενοςˑ σοφίζεται δὲ

 

 

489

τὴν ἀλήθειαν δὶ ἀληθοῦς ψεῦδος κατασκευάζων. ἀκρασίαν μὲν γὰρ καὶ πορνείαν διαβολικά εἶναι πάθη καὶ ἡμεῖς ὁμολογοῦμεν, γάμου δὲ τοῦ σώφρονος μεσιτεύει συμφωνία, ἐπὶ τε τὴν εὐχήν ἐγκρατῶς ἄγουσα ἐπὶ τε τὴν παιδοποιίαν μετὰ σεμνότητος νυμφεύουσα. γνῶσις γοῦν καὶ ὁ τῆς παιδοποιίας καιρὸς πρὸς τῆς γραφῆς εἴρηται, ἐπειδὰν φῇˑ «ἔγνω δὲ Ἀδάμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ· ἐξανέστησεν γὰρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ.» ὁρᾷς εἰς τίνα βλασφημοῦσιν οἱ μυσαττόμενοι τὴν σώφρονα σπορὰν καὶ τῷ διαβόλῳ προσάπτοντες τὴν γένεσιν; οὐ γὰρ θεὸν ἁπλῶς προσεῖπεν ὁ τῇ τοῦ ἄρθρου προτάξει τὸν παντοκράτορα δηλώσας. (82) ἡ δὲ ἐπιφορὰ τοῦ ἀποστόλου «καὶ πάλιν ἐπὶ τὸ αὐτὸ γίνεσθαι διὰ τὸν σατανάν» ἐκεῖνο προανακόπτει [τὸ] μὴ εἰς ἐπιθυμίας ἑτέρας ἐκτραπηναί ποτέού γὰρ ἀποκρούεται τέλεον τὰς τῆς φύσεως ὁρέξεις δυσωποῦσα ἡ πρόσκαιρος συμφωνία, δι’ ἀς εἰσάγει πάλιν τὴν συζυγίαν τοῦ γάμου, οὐκ εἰς ἀκρασίαν καὶ πορνείαν καὶ τὸ τοῦ διαβόλου ἔργον, ἀλλ’ ὅπως μὴ ὑποπέσῃ ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ. χωρίζει δὲ καὶ τὸν παλαιὸν ἄνδρα καὶ τὸν καινὸν ὁ Τατιανός, ἀλλ’ οὐχ ὡς ἡμεῖς φαμενπαλαιὸν μὲν ἄνδρα τὸν νόμον, καινὸν δὲ τὸ εὐαγγέλιον συμφωνοῦμεν αὐτῷ καὶ αὐτοὶ λέγοντες, πλὴν οὐχ ἡ βούλεται ἐκεῖνος κατάλύων τὸν νόμων ὡς ἄλλου θεοῦἀλλ' ὁ αὐτὸς ἀνὴρ καὶ κύριος παλαιά καινίζων οὐ πολυγαμίαν ἑτι συγχωρεῖ (τότε γὰρ ἀπῆτει ὁ καιρός, ὅτε αὐξάνεσθαι καὶ πληθὐνειν ἐχρῆν), μονογαμίαν δὲ εἰσάγει διὰ παιδοποιίαν καὶ τὴν τοῦ οἴκου κηδεμονίαν, εἰς ἣν «βοηθός» ἐδόθη ἡ γυνήκαί εἴ τινι ὁ ἀπόστολος δι’ ἀκρασίαν καὶ πύρωσιν «κατὰ συγγνώμην» δευτέρου μεταδίδωσι γάμου, [ἐπεὶ] καὶ οὗτος οὐχ ἁμαρτάνει μὲν κατὰ διαθήκην (οὐ γὰρ κεκώλυται πρὸς τοῦ νόμου), οὐ πληροί δὲ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας τὴν κατ' ἐπίτασιν τελειότηταˑ δόξαν δὲ αὐτῷ οὐράνιον περιποιεῖ μείνας ἐφ' ἑαυτοῦ καὶ τὴν διάλυθεῖσαν θανάτῳ συζυγίαν ἄχραντον φυλάσσων καὶ τῇ οἰκονομίᾳ πειθόμενος εὐαρέστως, καθ' ἣν «ἀπερίσπαστος» τῆς τοῦ κυρίου γέγονε λειτουργίας, οὐδὲ μὴν τὸν ἀπὸ τῆς κατὰ συζυγίαν κοίτης ὁμοίως ὡς πάλαι βαπτίζεσθαι καὶ νῦν προστάσσει ἡ θεῖα διὰ κυρίου πρόνοια, οὐ γὰρ ἐπάναγκες παιδοποιίας ἀφίστησι τοὺς πιστεύοντας δι’ ἐνὸς

 

 

490

βαπτίσματοζ εἰς τὸ παντελὲς τῆς ὁμιλίας ἀπολούσας ὁ κύριος, ὁ καὶ τὰ πολλὰ Μωυσέως δὶ ἑνὸς περιλαβὼν βαπτίσματος. (84) ἄνωθεν οὖν ὁ νόμος τὴν ἀναγέννησιν ἡμῶν προφητεύων διὰ σαρκικῆς γενέσεως ἐπὶ τῇ γεννητικῇ [καταβολῇ] τοῦ σπέρματος προσέφερε τὸ βάπτισμα, οὐ βδελυσσόμενος ἀνθρώπου γένεσινˑ ὃ γὰρ φαίνεται γεννηθεὶς ἄνθρωπος, τοῦτο δύναται ἡ τοῦ σπέρματος καταβολή, οὔκουν αἱ πολλαὶ συνουσίαι γόνιμοι, ἀλλ’ ἡ τῆς μήτρας παραδοχὴ τὴν γένεσιν ὁμολογεῖ, ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλαττομένου τοῦ σπέρματος εἰς ἑμβρυον. πῶς δὲ ὁ μὲν γάμως παλαιὸς μόνον καὶ νόμου εὕρημα, ἀλλοῖος δὲ ὁ κατὰ τὸν κύριον γάμος τοῦ αὐτοῦ θεοῦ πρὸς ἡμῶν τηρουμένου; «οὐ γὰρ ἄν ο συνέζευξεν ὁ θεός, διαλύσειέν πότε ἄνθρωπος» εὐλόγως, πολὺ δὲ πλέον ἅπερ ὁ πατὴρ προσέταξεν, τηρήσει ταῦτα καὶ ὁ υἱός, εἰ δὲ ὁ αὐτὸς νομωθέτης ἅμα καὶ εὐαγγελιστής, οὐ μάχεται ποτε ἑαυτῷ. ζῇ γὰρ ὁ νόμος πνευματικὸς ὢν καὶ γνωστικῶς νοούμενος, ἡμεῖς δ’ «ἐθανατώθημεν τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι,» τῷ ὑπὸ τοῦ νόμου προφητευθέντι, «ἵνα καρποφορήσωμεν τῷ θεῷ.» διὸ «ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἅγια καὶ δικαία καὶ ἀγαθή.» ἐθανατώθημεν οὖν τῷ νόμῳ, τουτέστι τῇ ὑπὸ τοῦ νόμου δηλουμένῃ ἁμαρτίᾳ, ἣν δείκνυσιν, οὐ γεννᾷ θ νόμος, διὰ τῆς προστάξεως τῶν ποιητέων καὶ ἀπαγορεύσεως ὧν οὐ ποιητέον ἑλέγχων τὴν ὑποκειμωνην ἁμαρτίαν, «ἴνα φανῇ ἁμαρτία». εἰ δὲ ἁμαρτία ὁ γάμος ὁ κατὰ νόμων, οὐκ οἶδα πῶς τις ἐρεῖ θεὸν ἐγνωκέναι λέγων τὸ πρόσταγμα τοῦ θεοῦ ἁμαρτίαν εἶναιˑ ἁγίου δὲ ὄντος τοῦ νόμου ἅγιος ὁ γάμως. τὸ μυστήριον τοίνυν τοῦτο εἰς τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν ἄγει ὁ ἀπόστολος. καθάπερ «τὸ γεννώμωνον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, οὕτω τὸ ἐκ πνεύματος πνεῦμα» οὐ μόνον κατὰ τὴν ἀποκύησιν, ἀλλὰ καὶ κατὰ τὴν μάθησιν. αὐτίκα «ἅγια τὰ τέκνα», αἱ εὐαρεστήσεις, τῷ θεῷ τῶν κυριακῶν λόγων νυμφευσάντων τὴν ψυχήν, πορνεία γοῦν καὶ γάμος κεχώρισται, ἐπεὶ μακρὰν ἀφέστηκε τοῦ θεοῦ ὁ διάβολος, «καὶ ὑμεῖς οὖν ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντιˑ» συνεξακούεται γὰρ προσεχῶς ὑπηκόους γενομωνους, ἐπεὶ καὶ κατὰ τὴν ἀλήθειαν τοῦ νόμου τῷ αὐτῷ κυρίῳ ὑπακούομων

 

 

491

πόῤῥωθεν παρακελευομένῳ. (85) καὶ μὴ τι ἐπὶ τῶν τοιούτων εἰκότως «τὸ πνεῦμα» ἄντικρυς «λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν συνείδησιν καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον. ἁγιά-ζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.» ἐπάναγκες μὲν οὖν οὐ

κωλυτέον γαμεῖν οὐδὲ μὴν κρεοφαγεῖν ἢ οἰνοποτεῖν, γέγραπται γόρˑ «καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πίνειν οἶνον,» ἐὰν διὰ προσκόμματος ἐσθίηˑ καὶ «καλὸν μένειν ὡς κάγώ,» ἀλλ’ ὅ τε χρώμενος «μετ' εὐχαριστίας» ὅ τε αὖ μὴ χρώμενος καὶ αὐτὸς «μετ' εὐχαριστίας» μετὰ τε ἐγκρατοῦς ἀπολαύσεως βιούτω κατὰ λόγον. (86) καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περὶ τε γάμων περὶ τε παιδοποιίας περὶ τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάρων ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμωυ πρὸς τὸ εὐαγγέλιον, ἀποδέχονται ἑκάτερον τὸν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τὸν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς «έκλήθη ἕκαστος», ἑλόμενον ἀπταίστως καὶ τελείως, καὶ «ἦν ἡ γῆ τοῦ Ἰακὼβ ἐπαινουρωνη παρὰ πᾶσαν τὴν γῆν», φησὶν ὁ προφήτης, τὸ σκεῦὸς τοῦ πνεύματος αὐτοῦ δοξάζων. κατατρέχει δὲ τῆς γενέσεως φθαρτὴν καὶ ἀπολλυμένην λέγων καὶ βιάζεται τις, ἐπὶ τεκνοποιίας λέγων εἰρηκέναι τὸν σωτῆρα ἐπὶ γῆς «μὴ θησαυρίζειν ὅπου σὴς καὶ βρῶσις ἀφανίζει», καὶ τὰ τοῦ προφήτου προσπαρατιθέναι τούτοις οὐκ αἰσχύνεταιˑ «πάντες [ὡς] ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ σὴς βρώσεται ὑμᾶς.» ἀλλ’ οὐδὲ ἡμεῖς ἀντιλέγομεν τῇ γραφῇ, ὅτι φθαρτὰ ἡμῖν τὰ σώματα καὶ φύσει ῥευστάˑ τάχα δ’ ἄν καὶ οἷς διελέγετο ὡς ἁμαρτωλοῖς προφητεύοι φθορὰν, ο σωτὴρ δὲ οὐ περὶ τεκνοποιίας εἴρηκεν, ἀλλ’ εἰς μετάδοσιν κοινωνίας προτρέπων τοὺς κτᾶσθαι μόνον τὴν τοῦ πλούτου περιουσίαν, ἐπικουρεῖν δὲ τοῖς δεομένοις μὴ βουλομένους. (87) διὸ φησινˑ «ἐργάζεσθε μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν

 

 

492

μένουσαν εἰς ζωὴν αἰώνιον.» ὁμοίως δὲ κάκεῖνο κομίζουσι τὸ ῥητόν «οἱ υἱοὶ τοῦ αἰῶνος ἐκείνου οὔτε γαμοῦσιν οὔτε γαμίζονται.» ἀλλὰ τὸ ἔρώτημα τοῦτο [τὸ] περὶ νεκρῶν ἀναστάσεως καὶ τοὺς πυνθανομένους αὐτοὺς ἐὰν ἀναπεμπάσηταί τις, οὐκ ἀποδοκιμάζοντα τὸν γάμον εὐρήσει τὸν κύριον, θεραπεύοντα δὲ τὴν κατὰ τὴν ἀνάστασιν τῆς σαρκικῆς ἐπιθυμίας προσδοκίαν, τὸ δὲ «οἱ υἱοὶ τοῦ αἰῶνος τούτου» οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλ’ ἐπ' ἴσης τῷ «οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι», διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέσεώς τις [εἰς] τόνδε τὸν βίον παρελεύσεται, ἀλλ’ ἡδε ἡ γένεσις τὴν ὁμοίαν ἐπιδεχομένη φθορὰν οὐκέτι ἀναμένει τὸν ἅπαξ τοῦδε τοῦ βίου κεχωρισμένον. «εἷς μὲν οὖν ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς,» ἀλλὰ καὶ ἁπάντων πατὴρ κατὰ τὴν δημιουργίαν αὐτός. «μὴ καλέσητε οὖν ὑμῖν ἐπὶ τῆς γῆς πατέρα» φησίν, οἷον μὴ αἴτιον ἡγήσησθε τὸν σπείραντα ὑμᾶς τὴν κατὰ σάρκα σπορὰν τῆς οὐσίας ὑμῶν, ἀλλὰ συναίτιον γενέσεως, μᾶλλον δὲ διάκονον γενέσεως. (88) οὕτως οὖν ἐπιστραφέντας ἡμᾶς αὖθις ὡς τὰ παιδία γενέσθαι βούλεται, τὸν ὄντως πατέρα ἐπιγνόντας, δὶ ὕδατος ἀναγεννηθέντας, ἄλλης ταύτης οὔσης [ἢ τῆς] ἐν τῇ κτίσει σπορᾶς, ναί, φησίν, «ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίουˑ ὁ δὲ γαμήσας πῶς ἀρέσει τῇ γυναικίˑ» τί δέ; οὐκ ἔξεστι καὶ τῇ γυναικὶ κατὰ θεὸν ἀρέσκοντας εὐχαριστεῖν τῷ θεῷ; οὐχὶ δὲ ἐφεῖται καὶ τῷ γεγαμηκότι σὺν καὶ τῇ συζύγῳ μεριμνᾶν τὰ τοῦ κυρίου; ἀλλὰ καθάπερ «ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι», οὕτω καὶ ἡ γεγαμημένη τὰ τοῦ ἀνδρὸς καὶ τὰ τοῦ κυρίου μεριμνᾷ ἐν κυρίῳ, ἵνα ἡ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματιˑ ἄμφω γὰρ ἅγιαι ἐν κυρίῳ, ἣ μὲν ὡς γυνή, ἣ δὲ ὡς παρθένος, πρὸς ἐντροπὴν δὲ καὶ ἀνακοπὴν τῶν εὐεπιφόρων εἰς τὸν δεύτερον γάμων ἀρμονίως ὁ ἀπόστολος ὑπέρτονον φθέγγεται καὶ αὐτίκα φησίˑ «πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματὸς ἐστινˑ ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» (89) εἰ δὲ πορνείαν τὸν γάμον τολμᾷ τις λέγειν, πάλιν ἐπὶ τὸν νόμον καὶ τὸν κύριον ἀνατρέχων βλασφημεῖ. ὡς γὰρ ἡ πλεονεξία πορνεία λέγεται τῇ αὐταρκείᾳ ἐναντιουμένη, καὶ ὡς [ἡ] εἰδωλολατρεία ἐκ τοῦ ἑνὸς εἰς τοὺς πολλοὺς ἐπινέμησις οὖσα θεούς, οὕτως πορνεία ἡ ἐκ τοῦ ἑνὸς γάμου εἰς τοὺς πολλοὺς ἐστιν

 

 

493

ἔκπτωσις· τριχῶς γὰρ, ὡς εἰρήκαμεν, ἥ τε πορνεία ἥ τε μοιχεια παρὰ τῷ ἀποστόλῳ λαμβάνεται. ἐπὶ τούτων ὁ προφήτης φησί· «ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε», καὶ πάλινˑ «κατεμιάνθης ἐν γῇ ἀλλοτρίᾳ», τὴν [τε] κοινωνίαν μιαρὰν ἡγούμενος τὴν ἀλλοτρίῳ σώματι συμπλαχεῖσαν καὶ μὴ τῷ κατὰ συζυγίαν εἰς παιδοποιίαν διδομένῳ. ὅθεν καὶ ὁ ἀπόστολος «βούλομαι οὖν» φησὶ «νεωτέρας γαμεῖν, τεχνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντιχειμένῳ λοιδορίας χάριν ἤδη γὰρ τινες ἐξετράπησαν ὁπίσω τοῦ σατανᾶ.» (90) ναὶ μὴν καὶ τὸν τῆς μιᾶς γυναικὸς ἄνδρα πάνυ ἀποδέχεται, κἂν πρεσβύτερος ᾖ κἂν διάκονος κἂν λαϊκός, ἀνεπιλήπτως γάμῳ χρώμενοςˑ «σωθήσεται δὲ διὰ τῆς τεκνογονίας.» πάλιν τε αὖ ὁ σωτὴρ τοὺς Ἰουδαίους «γενεᾶν» εἰπὼν «πονηρὰν καὶ μοιχαλίδα» διδάσκει μὴ ἐγνωκότας νόμων ὡς ὁ νόμος βούλεται, παραδόσει δὲ τῇ τῶν πρεσβυτέρων καὶ ἐντάλμασιν ἀνθρώπων κατηκολουθηκότας, μοιχεύειν τὸν νόμον, οὐχ ὡς «ἄνδρα καὶ κύριον τῆς παρθενίας» αὐτῶν δεδεγμένους. τάχα δὲ καὶ ἐπιθυμίαις δεδουλωμένους ἀλλοκότοις οἶδεν αὐτούς, δι’ ἃς καὶ συνεχῶς δουλούμένοι ταῖς ἀμαρτίαις ἐπιπράσκοντο τοῖς ἀλλοφύλοις, ἐπεὶ παρὰ γε τοῖς Ἰουδαίοις οὐκ ἦσαν ἀποδεδειγμέναι γυναῖκες κοιναί, ἀλλὰ καὶ ἡ μοιχεία ἀπηγόρευτο. ὁ δὲ εἰπὼν «γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν» εἰς τὸ δεῖπνον τὸ θεῖον ὑπόδειγμα ἦν εἰς ἔλεγχον τῶν διὰ ἡδονὰς ἀφισταμένων τῆς θείας ἐντολῆς, ἐπεὶ τούτῳ τῷ λόγῳ οὔθ’ οἱ πρὸ τῆς παρουσίας δίκαιοι οὔθ’ οἱ μετὰ τὴν παρουσίαν γεγαμηκότες κἂν ἀπόστολοι ὦσι σωθήσονται. κἂν ἐκεῖνο προκομίσωσιν αὖθις, ὡς καὶ ὁ προφήτης φησὶν «ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου», ἐχθροὺς τὰς ἁμαρτίας ἀκουέτωσανˑ μία δὲ τις ἁμαρτία, οὐχ ὁ γάμως, ἀλλ’ ἡ πορνεία, ἐπεὶ καὶ τὴν γένεσιν εἰπάτωσαν ἁμαρτίαν καὶ τὸν τῆς γενέσεως κτίστην.

 

XIII

(91) Τοιούτοις ἐπιχειρεῖ καὶ ὁ τῆς δοκήσεως ἐξάρχων Ἰούλιος Κασσιανός. ἐν γοῦν τῷ Περὶ ἐγκρατείας ἢ περὶ εὐνουχίας κατὰ λέξιν φησὶνˑ «καὶ μηδεὶς λεγέτω ὅτι, ἐπειδὴ τοιαῦτα μόρια ἔσχομεν ὡς τὴν μων θήλειαν οὕτως ἐσχηματίσθαι, τὸν δὲ ἄῤῥενα οὕτως, τὴν μὲν πρὸς τὸ δέχεσθαι, τὸν δὲ πρὸς τὸ ἐνσπείρειν,

 

 

494

συγκεχώρηται τὸ τῆς ὁμιλίας παρὰ θεοῦ. εἰ γὰρ ὴν παρὰ θεοῦ εἰς ὃν σπεύδομεν ἡ τοιαύτη διασκευή, οὐκ ἂν ἐμαχάρισεν τοὺς εὐνούχους, οὐδ’ ἂν ὁ προφήτης εἰρήκει μὴ εἶναι ξύλον ἄκαρπον αὐτούς, μεταλαβὼν ἀπὸ τοῦ δένδρου ἐπὶ τὸν κατὰ προαίρεσιν ἄνθρωπον ἑαυτὸν τῆς τοιαύτης ἐννοιας εὐνουχίζοντα.» (92) καὶ ἔτι ἐπαγωνιζόμενος τῇ ἀθέῳ δόξῃ ἐπιφέρειˑ «πῶς δὲ οὐκ ἄν καὶ εὐλόγως τις αἰτιῷτο τὸν σωτῆρα, εἰ μετέπλασεν ἡμᾶς καὶ τῆς πλάνης ἀπήλλαξεν καὶ τῆς κοινωνίας τῶν μορίων καὶ προσθεμάτων καὶ αἰδοίων;» τὰ παραπλήσια τῷ Τατιανῷ κατὰ τοῦτο δογματίζων. ὁ δ’ ἐκ τῆς Οὐαλεντίνου ἐξεφοίτησε σχολῆς, διὰ τοῦτό τοι ὁ Κασσιανὸς φησιˑ «πυνθανομένης τῆς Σαλώμης πότε γνωσθήσεται τὰ περὶ ὧν ἤρετο, ἔφη ὁ κύριοςˑ ὅταν τὸ τῆς αἰσχύνης ἔνδυμα πατήσητε καὶ ὅταν γένηται τὰ δύο ἐν καὶ τὸ ἄῤῥεν μετὰ τῆς θηλείας οὔτε ἄῤῥεν οὔτε θῆλυ.»

(93) Πρῶτον μὲν οὖν ἐν τοῖς παραδεδομένοις ἡμῖν τέτταρσιν εὐαγγελίοις οὐχ ἔχομεν τὸ ῥητόν, ἀλλ’ ἐν τῷ κατ' Αἰγυπτίους, ἔπειτα δὲ ἀγνοεῖν μοι δοκεῖ ὅτι θυμὸν μὲν ἄῤῥενα ὁρμήν, θήλειαν δὲ τὴν ἐπιθυμίαν αἰνίττεται, οἷς ἐνεργήσασι μετάνοια ἕπεται καὶ αἰσχύνη, ὅταν οὖν μήτε τις θυμῷ μήτ ἐπιθυμίᾳ χαρισάμενος, ἀ δὴ καὶ ἐξ ἔθους καὶ τροφῆς κακῆς αὐξήσαντα ἐπισχιάζει καὶ ἐγχαλύπτει τὸν λογισμόν, ἀλλ’ ἀποδυσάμενος τὴν ἐκ τούτων ἀχλύν ἐκ μετανοίας χαταισχυνθείς πνεῦμα καὶ ψυχὴν ἐνώσῃ κατὰ τὴν τοῦ λόγου ὑπακοήν, τότε, ὡς καὶ ὁ Παῦλος φησιν, «οὐχ ἔνι ἐν ὑμῖν οὐχ ἄῤῥεν, οὐ θῆλυ.» ἀποστάσα γὰρ τοῦδε τοῦ σχήματος, ώ διαχρίνεται τὸ ἄῤῥεν καὶ τὸ θῆλυ, ψυχὴ μετατίθεται εἰς ἕνωσιν, οὐθέτερον οὖσα. ἡγεῖται δὲ ὁ γενναῖος οὗτος Πλατωνικώτερον θείαν οὖσαν τὴν ψυχὴν ἄνωθεν

ἐπιθυμίᾳ θηλυνθεῖσαν δεῦρο ἥκειν εἰς γένεσιν καὶ φθοράν.

 

XIV

(94) Αὐτίκα βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν διὰ τούτωνˑ «φοβοῦμαι δὲ μή, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἀπλότητος τῆς εἰς τὸν Χριστόν.» ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐχ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν (κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἂν ποτε ἐξ

 

 

495

ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλ’ εἰς τοὺς πεπλανημένους τὰ νοήματα, εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι «πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν», οὐκ ἀναμείνας τὸν καιρὸν τοῦ θελήματος. (95) ὁ αὐτὸς οὖν ἦν ὁ κύριος καὶ τότε κρίνων τὴν προλαβοῦσαν τὸν γάμον ἐπιθυμίαν. ὅταν οὖν ὁ ἀπόστολος εἴπῃ «ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτιζόμενον», ἡμῖν λέγει τοῖς πεπλασμένοις ὑπὸ τῆς τοῦ παντοκράτορος βουλήσεως ὡς πεπλάσμεθα, παλαιὸν δὲ [καί καινὸν] οὐ πρὸς γένεσιν καὶ ἀναγέννησίν φησιν, ἀλλὰ πρὸς τὸν βίον τὸν τε ἐν παρακοῇ τὸν τε ἐν ὑπακοῇ. «χιτῶνας δὲ δερμάτινους» ἡγεῖται ὁ Κασσιανὸς τὰ σώματα περὶ ὧν ὕστερον καὶ τοῦτον καὶ τοὺς ὁμοίως αὐτῷ δογματίζοντας πεπλανημένους ἀποδείξομεν, ὅταν περὶ τῆς ἀνθρώπου γενέσεως τὴν ἐξήγησιν ἐπομένως τοῖς προλεχθήναι δεομένοις μεταχειριζώμεθα. ἑτι φησίν· «οἱ ὑπὸ τῶν γηίνων βασιλευόμενοι καὶ γεννῶσι καὶ γεννῶνται, ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὐ καὶ σωτῆρα ἀπεκδεχόμεθα.» καλῶς οὖν εἰρῆσθαι καὶ ταῦτα ἴσμεν ἡμεῖς, ἐπεὶ ὡς «ξένοι καὶ παρεπιδημοῦντες» πολιτεύεσθαι ὀφείλομεν, οἱ γαμοῦντες ὡς μὴ γαμοῦντες, οἱ κτώμενοι ὡς μὴ κτώμενοι, οἱ παιδοποιοῦντες ὡς θνητοὺς γεννῶντες, ὡς καταλείψοντες τὰ κτήματα, ὡς καὶ ἄνευ γυναικὸς βιωσόμενοι ἐὰν δέῃ, οὐ προσπαθῶς τῇ κτίσει χρώμενοι, «μετ' εὐχαριστίας» δ’ ἁπάσης καὶ μεγαλοφρονοῦντες.

 

XV

(96) Αὖθίς τε ὅταν φῇ «καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἀπτεσθαιˑ διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω,» οἷον ἐπεξηγούμενος πόλιν λέγει· «ἴνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς.» οὐ γὰρ τοῖς ἐγκρατῶς χρωμένοις τῷ γάμῳ ἐπὶ παιδοποιίᾳ μόνη «διὰ τὴν ἀκρασίαν» φησίν, ἀλλὰ τοῖς καὶ πέρα παιδοποιίας προβαίνειν ἐπιθυμοῦσιν, ὡς μὴ πολὺ ἐπιπνεύσας ὁ δι’ ἐναντίας ἐκκυμήνῃ τὴν ὄρεξιν εἰς ἀλλοτρίας ἡδονάς. τάχα δὲ ἐπεὶ τοῖς δικαίως βιοῦσιν ἀνθίσταται διὰ ζῆλον καὶ ἀντιφιλονικεῖ, ὑπάγεσθαι τούτους τῷ ἑαυτοῦ τάγματι βουλόμενος,

 

 

496

ἀφορμὰς δι’ ἐγκρατείας ἐπιπόνου παρέχειν τούτοις βούλεται. (97) εἰκότως οὖν φησι· «κρεῖττον γαμεῖν ἢ πυροῦσθαι», ὅπως ο ἀνὴρ ἀποδιδῷ τῇ γυναικὶ τὴν ὀφειλὴν καὶ ἡ γυνὴ τῷ ἀνδρί, καὶ μὴ ἀποστερῶσιν ἀλλήλους τῆς διὰ τῆς θείας [οίκονομίας] εἰς γένεσιν δοθείσης βοήθειας, «ὃς δ’ ἄν μὴ μισήσῃ», φασί, «πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα, ἐμὸς εἶναι μαθητὴς οὐ δύναται.» οὐ τὸ γένος μισεῖν παρακελεύεται· «τίμα», γὰρ φησι, «πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται,» ἀλλὰ μὴ ἀπάγου, φησίν, ἀλόγοις ὁρμαῖς μηδὲ μὴν τοῖς πολιτικοῖς ἔθεσι συνάπτου· οἶκος μὲν γὰρ ἐκ γένους συνίσταται, πόλεις δὲ ἐξ οἴκων, καθὼς καὶ ὁ Παῦλος τοὺς περὶ γάμον ἀσχολουμένους «κόσμῳ ἀρέσκειν» ἔφη.

Πάλιν ὁ κύριὸς φησὶν «ὁ γήμας μὴ ἐκβαλλέτω καὶ ὁ μὴ γαμήσας μὴ γαμείτω,» ὁ κατὰ πρόθεσιν εὐνουχίας ὁμωλογήσας μὴ γῆμαι ἄγαμος διαμενέτω. (98) ἀμφοτέροις γοῦν ὁ αὐτὸς κύριος διὰ τοῦ προφήτου Ἡσαΐου τὰς καταλλήλους δίδωσιν ἐπαγγελίας ᾧδέ πῶς λέγων «μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ξύλον εἰμι ξηρόν, τάδε λέγει ὁ κύριος τοῖς εὐνούχοις· ἐὰν φυλάξητε τὰ σάββατά μου καὶ ποιήσητε πάντα ὅσα ἐντέλλομαι, δώσω ὑμῖν τόπον κρείττονα υἱῶν καὶ θυγατέρωνˑ» οὐ γὰρ μόνον ἡ εὐνουχία δικαιοῖ οὐδὲ μὴν τὸ τοῦ εὐνούχου σάββατον, ἐὰν μὴ ποιήσῃ τὰς ἐντολάς. τοῖς γαμήσασι δὲ ἐπιφέρει καὶ φησινˑ «οἱ ἐκλεκτοί μου οὐ πονέσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ἐστὶν ὑπὸ κυρίου.» τῷ γὰρ κατὰ λόγον τεκνοποιησαμένῳ καὶ ἀναθρεψαμένῳ καὶ παιδεύσαντι ἐν κυρίῳ καθάπερ καὶ τῷ διὰ τῆς ἀληθοῦς κατηχήσεως γεννήσαντι κεῖταί τις μισθὸς ὥσπερ καὶ τῷ ἐκλεκτῷ σπέρματι. ἄλλοι δὲ «κατάραν» τὴν παιδοποιίαν ἐκδέχονται καὶ οὐ συνιᾶσι κατ' αὐτῶν ἐκείνων λέγουσαν τὴν γραφήν, οἱ γὰρ τῷ ὄντι τοῦ κυρίου ἐκλεκτοὶ οὐ δογματίζουσιν οὐδὲ τεκνοποιοῦσιν τὰ εἰς κατάραν ὥσπερ αἵ αἱρέσεις. (99) εὐνοῦχος τοίνυν οὐχ ὁ κατηναγκασμένος τὰ μόρια οὐδὲ μὴν ὁ ἄγαμος εἴρηται, ἀλλ’ ὁ ἄγονος ἀληθείας. «ξύλον» οὗτος «ξηρὸν» ἦν πρότερον, ὑπακούσας δὲ τῷ λόγῳ καὶ «φυλάξας τὰ σάββατα» κατὰ ἀποχὴν ἁμαρτημάτων καὶ ποιήσας τὰς ἐντολὰς ἐντιμότερος ἔσται τῶν ἄνευ πολιτείας ὀρθῆς λόγῳ μόνῳ παιδευομένων. «τεκνία,» φησίν, «ὀλίγον ἔτι μεθ’ ὑμῶν εἰμι,» ὁ διδάσκαλος, διὸ καὶ Παῦλος Γαλάταις ἐπιστέλλων φησίˑ «τεκνία

 

 

497

μου, οὔς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» πάλιν τε αὖ Κορινθίοις γράφων «ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ» λέγει, «ἀλλ' οὐ πολλοὺς πατέραςˑ ἐν γὰρ Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» διὰ τοῦτο «οὐκ εἰσελεύσεται εὐνοῦχος εἰς ἐκκλησίαν θεοῦ», ὁ ἄγονος καὶ ἄκαρπος καὶ πολιτείᾳ καὶ λόγῳ, ἀλλ’ «οἱ μὲν εὐνουχίσαντες ἑαυτοὺς» ἀπὸ πάσης ἁμαρτίας «διὰ τὴν βασιλείαν τῶν οὐρανῶν» μακάριοι οὗτοι εἰσὶν οἱ τοῦ κόσμου νηστεύοντες.

 

XVI

(100) «Ἐπικατάρατος» δὲ «ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα» ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ’ ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ λαοῦ καὶ τῇ ἀπειθείμᾳˑ ἐπιφέρει γοῦνˑ «διὰ τί γὰρ ἐγεννήθην τοῦ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἰ ἡμέραι μου;» αὐτίκα πάντες οἱ κηρύσσοντες τὴν ἀλήθειαν διὰ τὴν ἀπείθειαν τῶν ἀκουόντων ἐδιώκοντό τε καὶ ἐκινδύνευον. «διὰ τί γὰρ οὐκ ἐγένετο ἡ μήτρα τῆς μητρός μου τάφος, ἵνα μὴ ἴδω τὸν μόχθον τοῦ Ἰακὼβ καὶ τὸν κόπον τοῦ γένους Ἰσραήλ;» Ἔσδρας ὁ προφήτης λέγει, «οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου,» Ἰώβ φησιν, «οὐδ’ εἰ μία ἡμέρα ἡ ζωὴ αὐτοῦ.» λεγέτωσαν ἡμῖν ποῦ ἐπόρνευσεν τὸ γεννηθὲν παιδίον, ἡ πῶς ὑπὸ τὴν τοῦ Ἀδὰμ ὑποπέπτωκεν ἀράν τὸ μηθὲν ἐνεργῆσαν. ἀπολείπεται δὲ αὐτοῖς, ὡς ἔοικεν, ἀκολούθως λέγειν τὴν γένεσιν εἶναι κακὴν, οὐ τὴν τοῦ σώματος μόνην, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς δι’ ἣν καὶ τὸ σῶμα. καὶ ὅταν ὁ Δαβὶδ εἴπῃ «ἐν ἁμαρτίαις συνελήφθην καὶ ἐν ἀνομίαις ἐκίσσησέν με ἡ μήτηρ μου», λέγει μὲν προφητικῶς μητέρα τὴν Εὔαν, ἀλλὰ «ζώντων Εὔα μήτηρ» ἐγένετο, καὶ εἰ ἐν ἁμαρτίᾳ συνελήφθη, ἀλλ’ οὐκ αὐτὸς ἐν ἁμαρτίᾳ οὐδὲ μὴν ἁμαρτία αὐτός. (101) εἰ δὲ καὶ πᾶς ὁ ἐπιστρέφων ἐξ ἁμαρτίας ἐπὶ τὴν πίστιν ἀπὸ τῆς συνήθειας τῆς ἁμαρτωλοῦ οἷον μητρὸς ἐπὶ τὴν ζωὴν ἐπιστρέφει, μαρτυρήσει μοι εἷς τῶν δώδεκα προφητῶν φήσας, «εἰ δώ πρωτότοκα ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου.» οὐ διαβάλλει τὸν εἰπόντα «αὐξάνεσθε

 

 

498

καὶ πληθύνεσθε», ἀλλὰ τὰς πρώτας ἐκ γενέσεως ὁρμάς, καθ' ἃς θεὸν οὐ γινώσκομεν, «ἀσεβείας» λέγει, εἰ δὲ τις κατὰ τοῦτο λέγει κακὴν τὴν γένεσιν, καὶ κατ' ἐκείνο εἰπάτω ἀγαθήν, καθὸ ἐν αὐτῇ τὴν ἀλήθειαν γινώσκομενˑ «ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετεˑ ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσι,» δηλαδὴ οἱ ἁμαρτάνοντεςˑ «ἐπειδὴ ἡ πάλη ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικά,» δυνατοί δὲ ἐκπειράσαι οἱ «κοσμοκράτορες τοῦ σκότους», διὰ τοῦτο αἰ συγγνώμαι. διὰ τοῦτο καὶ ὁ Παῦλος «αὐτό μου τὸ σῶμα ὑποπιέζω καὶ δουλαγωγῶ» φησίν, ὅτι «πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται» (άντὶ τοῦ εἰς πάντα ἐγκρατεύεται, οὐ πάντων ἀπεχόμενος, ἀλλ’ οἷς ἐκρινεν, ἐγκρατῶς χρώμενος), «ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἵνα ἄφθαρτον,» νικῶντες ἐν τῇ πάλῃ, οὐχὶ δὲ ἀκονιτὶ στεφανούμενοι. ἤδη τινὲς καὶ τῆς παρθένου τὴν χήραν εἰς ἐγκράτειαν προτιμώσι καταμωγαλοφρονήσασαν ἧς πεπείραται ἡδονῆς.

 

XVII

(102) Εἰ δὲ ἡ γένεσις κακόν, ἐν κακῷ λεγόντων οἱ βλάσφημοι τὸν γενέσεως μετειληφότα κύριον, ἐν κακῳ τὴν γεννήσασαν παρθένον, οἴμοι τῶν κακῶν, βλασφημοῦσι τὸ βούλημα τοῦ θεοῦ καὶ τὸ μυστήριον τῆς κτίσεως, τὴν γένεσιν διαβάλλοντες. διὰ ταῦτα ἡ δόκησις Κασσιανῳ, διὰ ταῦτα καὶ Μαρκίωνι, ναὶ μὴν καὶ Οὐαλεντίνῳ τὸ σῶμα τὸ ψυχικόν, ὅτι φασίν»ˑ ὁ ἄνθρωπος παρωμοιώθη τοῖς κτήνεσιν» εἰς συνδυασμὸν ἀφικνούμενοςˑ ἀλλ' ὅταν ἐπιβαίνειν ἀλλοτρίᾳ κοίτῃ ὀργήσας ὡς ἀληθῶς θελήσῃ, τότε τῷ ὄντι ὁ τοιοῦτος ἐκθηριοῦταιˑ «ἱπποι θηλυμανεῖς ἐγενηθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζεν.» κἂν ἀπὸ τῶν ἀλογων ζῴων τὴν ἐπιτήδευσιν τῆς συνουσίας ὁ ὄφις εἰληφὼς καὶ παραπείσας τῇ κοινωνίᾳ τῆς Εὔας συγκαταθέσθαι τὸν Ἀδάμ τύχῃ, ὡς ἄν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων, ὡς ἀξιοῦσι τινες, ἡ κτίσις πάλιν βλασφημεῖται ἀσθενεστέρους τοὺς ἀνθρώπους τῆς τῶν ἀλογων φύσεως πεποιηκυῖα, οἷς κατηκολούθησαν οἱ πρωτόπλαστοι τοῦ θεοῦ. (103) εἰ δὲ ἡ μὲν φύσις ἦγεν αὐτοὺς ὡς καὶ τὰ ἄλογα πρὸς παιδοποιίαν, ἐκινήθησαν δὲ θᾶττον ἡ προσῆκον ἦν ἔτι νέοι πεφυκότες ἀπάτῃ παραχθέντες, δίκαια μὲν ἡ κρίσις τοῦ

 

 

499

θεοῦ ἐπὶ τοὺς οὐκ ἀναμείναντας τὸ βούλημα, ἀγία δὲ ἡ γένεσις δὶ ἤν ὁ κόσμος συνέστηκεν, δὶ ἣν αἱ οὐσίαι, δι’ ἣν αἰ φύσεις, δι’ ἣν ἄγγελοι, δι’ ἣν δυνάμεις, δι’ ἣν ψυχαὶ, δι’ ἣν ἐντολαὶ, δι’ ἣν νόμος, δι’ ἣν τὸ εὐαγγέλιον, δι’ ἣν ἡ γνῶσις τοῦ θεοῦˑ καὶ «πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτουˑ καὶ ο μὲν χόρτος ξηραίνεται, τὸ δὲ ἄνθος καταπίπτειˑ ἀλλὰ τὸ ῥῆμα τοῦ κυρίου μένει,» τὸ χρῖσαν τὴν ψυχὴν καὶ ἑνῶσαν τῷ πνεύματι. πῶς δ’ ἄνευ τοῦ σώματος ἡ κατὰ τὴν ἐκκλησίαν καθ' ἡμᾶς οἰκονομία τέλος ἑλάμβανεν; ὅπου γε καὶ αὐτὸς ἡ κεφαλὴ τῆς ἐκκλησίας ἐν σαρκὶ μέν, ἀειδὴς δὲ ἑλήλυθεν καὶ ἄμορφος, εἰς τὸ ἀειδές καὶ ἀσώματον τῆς θείας αἰτίας ἀποβλέπειν ἡμᾶς διδάσκων, «δένδρον γὰρ ζωῆς», φησὶν ὁ προφήτης, «ἐν ἐπιθυμίᾳ ἀγαθῇ γίνεται,» διδάσκων ἐπιθυμίας ἀστείους καὶ καθαρὰς τὰς ἐν τῷ ζῶντι κυρίῳ. (104) ἤδη δὲ ἐθέλουσι τὴν ἀνδρὸς κατὰ γάμον πρὸς γυναῖκα ὁμιλίαν γνῶσιν εἰρημένην ἁμαρτίαν εἶναιˑ ταύτην γὰρ ὑπὸ τῆς βρώσεως μηνύεσθαι τοῦ ξύλου τοῦ καλοῦ καὶ πονηροῦ, διὰ τῆς τοῦ «ἔγνω» σημασίας παράβασιν ἐντολῆς διδάσκουσαν. εἰ δὲ τοῦτο, καὶ ἡ τῆς ἀληθείας γνῶσις βρῶσις ἐστι «τοῦ ξύλου τῆς ζωῆς», ἔστιν οὖν κἀκείνου τοῦ ξύλου μεταλαβεῖν τὸν σώφρονα γάμονˑ προείρηται δὲ ἡμῖν ὡς καὶ καλῶς καὶ κακῶς ἔστι χρήσασθαι τῷ γάμῳ, καὶ τοῦτ’ ἔστι τὸ ξύλον τῆς γνώσεως, ἐὰν μὴ παρανομῶμεν τὸν γάμον, τί δέ; οὐχὶ ὁ σωτὴρ ὥσπερ τὴν ψυχήν, οὕτω δὲ καὶ τὸ σῶμα ἰᾶτο τῶν παθῶν; οὐκ ἂν δὲ εἰ ἐχθρά ἡ σὰρξ ἦν τῆς ψυχῆς, ἐπετείχιζεν αὐτῇ τὴν ἐχθρὰν δι’ ὑγείας ἐπισκευάζων. «τοῦτο δὲ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἶμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ,» ἡ γὰρ ἁμαρτία φθορὰ οὖσα οὐ δύναται κοινωνίαν ἔχειν μετὰ τῆς ἀφθαρσίας, ἥτις ἐστι δικαιοσύνη, «οὕτως ἀνόητοι», φησὶν, «ἐστέ; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖτε;»

 

XVIII

(105) Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτὴρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότητος τὴν ἐγκράτειαν, ἐξὸν ἑλέσθαι τὴν εὐνουχίαν κατὰ τὸν ὑγιῆ κανόνα μετ' εὐσεβείας, εὐχαριστοῦντα μὲν ἐπὶ τῇ δοθείσῃ χάριτι, οὐ μισοῦντα δὲ τὴν

 

 

500

κτίσιν οὐδὲ ἐξουθενοῦντα τοὺς γεγαμηκόταςˑ κτιστὸς γὰρ ὁ κόσμος, κτιστὴ καὶ ἡ εὐνουχία, ἄμφω δὲ εὐχαριστούντων ἐν οἷς ἐτάχθησαν, εἰ γινώσκουσι καὶ ἐφ' οἶς ἐτάχθησαν. οἳ δὲ ἀφηνιάσαντες ἐξύβρισαν, «ἵπποι θηλυμανεῖς» τῷ ὅντι «γενόμενοι καὶ ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντες», αὐτοί τε ἀκατασχέτως ἐκχεόμενοι καὶ τοὺς πλησίον ἀναπείθοντες φιληδονεῖν, ἀθλίως ἐπαΐοντες ἐκείνων τῶν γραφῶν, «τὸν σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν.» (106) διὰ τούτους ὁ αὐτὸς προφήτης συμβουλεύων ἡμῖν λέγειˑ «μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν, ἔκκλινον τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶνˑ οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖςˑ αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά,» τουτέστι τῆς ἀκαθαρσίας ἀντιποιούμένοι καὶ τοὺς πλησίον τὰ ὅμοια ἐκδιδάσκοντες, «πολεμισταί, πλῆκται ταῖς οὐραῖς αὐτῶν,» κατὰ τὸν προφήτην, ἃς κέρκους Ἕλληνες καλοῦσιν. εἶεν δ’ ἄν οὓς αἰνίσσεται ἡ προφητεία, καταφερεῖς, ἀκρατεῖς, οἱ ταῖς οὐραῖς αὐτῶν πολεμισταί, σκότους καὶ «ὀργῆς τέκνα», μιαιφόνοι αὐτῶν τε αὐθένται καὶ τῶν πλησίον ἀνδροφόνοι. «ἐκκαθσρατε τὴν παλαιάν ζύμην, ἵνα ἡτε νέον φύραμα,» ὁ ἀπόστολος ἡμῖν ἐμβοᾷ. καὶ πάλιν ἀσχάλλων ἐπὶ τοιούτοις τισί διατάττεται «μὴ συναναμίγνυσθαι, ἐὰν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἀρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» «ἐγὼ γὰρ διὰ νόμωυ νόμῳ ἀπέθανον,» λέγει, «ἴνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαιˑ ζῳ δὲ οὐκέτι ἐγὼ,» ὡς ἔζων κατὰ τὰς ἐπιθυμίας, «ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς» διὰ τῆς τῶν ἐντολῶν ὑπἀκοῆς ἁγνῶς καὶ μακαρίωςˑ ὥστε τότε μὲν ἔζων ἐν σαρκὶ σαρκικῶς, «ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ.» (107) «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε,» τῆς ἐναντίας πολιτείας ἀποτρέπων ἡμᾶς ὁ κύριος λέγει, ἐπεὶ «ἡ καταστροφὴ ἀνδρῶν παρανόμων κακή, καὶ αὗται εἰσιν αἰ ὁδοὶ πάντων τῶν συντελούντων τὰ ἄνομα.» «οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ,» φησὶν ὁ κύριοςˑ «καλὸν ἦν αὐτῷ εἰ μὴ ἐγεννήθη, ἢ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαιˑ κρεῖττον ἦν αὐτῷ περιτεθήναι μύλον καὶ καταποντισθῆναι εἰς θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαιˑ» «τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι’ αὐτοὺς βλασφημεῖται.»

 

 

501

ὅθεν γενναίως ὁ ἀπόστολος «ἔγραψα ὑμῖν» φησὶν «ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις» ἕως «τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι.» καὶ ὅτι οὐ τὸν γάμον πορνείαν λέγει, ἐπιφέρειˑ «ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σώμά ἐστιν;» ἣ πόρνην τις ἐρεῖ τὴν παρθένον πρὶν ἢ γῆμαι; «καὶ μὴ ἀποστερεῖτε», φησίν, «ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου πρὸς καιρόν,» διὰ τῆς «ἀποστερεῖτε» λέξεως τὸ ὀφείλημα τοῦ γάμου, τὴν παιδοποιίαν, ἐμφαίνων, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐδήλωσεν εἰπών, «τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί,» (108) μεθ’ ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός, καὶ ἔτι σαφέστερον εἰπώνˑ «τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἡ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγὼ, οὐχ ὁ κύριοςˑ εἴ τις ἀδελφὸς» ἕως «νῦν δὲ ἄγιἀ ἐστι.» τί δὲ λέγουσι πρὸς ταῦτα οἱ τοῦ νόμωυ κατατρέχοντες καὶ τοῦ γάμου ὡς κατὰ νόμων συγκεχωρημένου μόνον, οὐχὶ δὲ καὶ κατὰ τὴν διαθήκην τὴν καινήν; τί πρὸς ταύτας εἰπεῖν ἔχουσι τὰς νομοθεσίας οἱ τὴν σπορὰν καὶ τὴν γένεσιν μυσαττόμενοι; ἐπεὶ καὶ «τὸν ἐπίσκοπον τοῦ οἴκου καλῶς προϊστάμενον» νομωθετεῖ τῆς ἐκκλησίας ἀφηγεῖσθαι, οἶκον δὲ κυριακὸν «μιᾶς γυναικὸς» συνίστησι συζυγία. (109) «πάντα οὖν καθαρὰ τοῖς καθαροῖς,» λέγει, «τοῖς δὲ μεμιαμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίαται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.» ἐπὶ δὲ τῆς παρὰ τὸν κανόνα ἡδονῆς «μὴ πλανᾶσθε» φησίνˑ «οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοί οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. καὶ ἡμεῖς μὲν ἀπελουσάμεθα,» οἱ ἐν τούτοις γενόμενοι, οἳ δέ, εἰς ταύτην ἀπολούοντες τὴν ἀσέλγειαν, ἐκ σωφροσύνης εἰς πορνείαν βαπτίζουσι, ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσι χαρίζεσθαι δογματίζοντες, ἀκρατεῖς ἐκ σωφρόνων εἶναι διδάσκοντες καὶ τὴν ἐλπίδα τὴν σφῶν ταῖς τῶν μορίων ἀναισχυντίαις προσανέχοντες, ἀποκηρύκτους εἶναι τῆς βασιλείας τοῦ θεοῦ, ἀλλ’ οὐκ ἐγγράφους τοὺς φοιτητὰς παρασκευάζοντες, «ψευδωνύμου γνώσεως» προσηγορίᾳ τὴν εἰς τὸ ἐξώτερον σκότος

 

 

502

ὁδοιπορίαν ἐπανηρημένοι. «τὸ λοιπόν, ἀδελφοί, ὅσα ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθεˑ ὅσα καὶ ἐμάθετε [ἃ] καὶ παρελάβετε καὶ ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί, ταῦτα πράσσετεˑ καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.» (110) καὶ ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ τὰ ὅμοια λέγειˑ «ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν, τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοὴ τῆς ἀληθείας, ὡς τέκνα ὑπἀκοῆς, μὴ συσχήματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπταιˑ ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.»

Ἀλλὰ γὰρ πέρα τοῦ δέοντος ἡ πρὸς τοὺς ψευδωνύμους τῆς γνώσεως ὑποκριτὰς ἀναγκαία γενομένη ἀπήγαγεν ἡμᾶς καὶ εἰς μακρὸν ἐξέτεινε τὸν λόγον ἀντιλογία. ὅθεν καὶ ὁ τρίτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς τοῦτο ἕχει τὸ πέρας.


Страница сгенерирована за 0.22 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.