Поиск авторов по алфавиту

Автор:Климент Александрийский

Климент Александрийский Строматы. кн. 2. (Греческий текст)

ΚΛΗΜΕΝΤΟΣ
ΣΤΡΩΜΑΤΕΩΝ ΔΕΥΤΕΡΟΣ

 

I

(1) Ἑξῆς δ’ ἄν εἴη διαλαβεῖν, ἐπεὶ «κλέπτας» τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφί, ὅπως τοῦτο δὶ ὀλίγων δειχθήσεται. οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρ' ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρ' ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν ἔν τε τοῖς περὶ πίστεως περὶ τε σοφίας γνώσεως τε καὶ ἐπιστήμης ἑλπίδος τε καὶ ἀγάπης περὶ τε μετανοίας καὶ ἐγκρατεῖας καὶ δὴ καὶ φόβον θεοῦ (σμῆνος ἀτεχνῶς τῶν ἀληθείας ἀρετῶν)· ὅσα τε ἀπαιτήσει ἡ κατὰ τὸν τόπον τὸν προκείμενον ὑποσημείωσις, περιληφθήσεται καὶ ὡς τὰ μάλιστα τὸ ἐπικεκρυμμένον τῆς βαρβάρου φιλοσοφίας, τὸ συμβολικὸν τοῦτο καὶ αἰνιγματώδες εἶδος, ἐζήλωσαν οἱ πραγματικῶς τὰ τῶν ἀρχαίων φιλοσοφήσαντες, χρησιμώτατον, μᾶλλον δὲ ἀναγκαιότατον τῇ γνώσει τῆς ἀληθείας ὑπάρχον. (2) ἐπὶ τούτοις ἀκόλουθον οἶμαι ὑπὲρ ὧν κατατρέχουσιν ἡμῶν Ἕλληνες ἀπολογήσασθαι ὀλίγαις συγχρωμένους γραφαῖς, εἴ πῶς ἠρεμα καὶ ὁ Ἰουδαῖος ἐπαῖων ἐπιστρέψαι δυνηθείη ἐξ ὧν ἐπίστευσεν εἰς ὃν οὐκ ἐπίστευσεν. διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὐρέσεως τῶν καινὼν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογείν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ’ εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πῶς ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δὶ ἑλέγχου βαρβάρου σωφρονισθέντες,

 

 

339

ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ μαθήματα, ἐφ' ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους. ὧν μὲν γὰρ δῃ κλέπται, καὶ δῃ καὶ ταῦτα ἀποδεικτέα περιαιρεθείσης αὐτοῖς τῆς φιλαυτίας, ἀ δὲ αὐτοὶ «διζησάμενοι ἑαυτοὺς» ἐξευρηκέναι φρυάττονται, τούτων ὁ ἔλεγχος· κατ' ἐπακολούθημα δὲ καὶ περὶ τῆς ἐγκυκλίου καλουμένης παιδείας, εἰς ὅσα εὔχρηστος, περὶ τε ἀστρολογικής καὶ μαθηματικής καὶ μαγικής γοητείας τε ἐπιδραμητέον. αὐχοῦσι γὰρ δὴ καὶ ἐπὶ ταῖσδε οἱ Πανέλληνες ὡς μεγίσταις ἐπιστήμαις. «ὃς δ’ ἐλέγχει μετὰ παῤῥησίας εἰρηνοποιεῖ.» (3) ἔφαμεν δὲ πολλάκις ἤδη μήτε μεμελετηκέναι μήτε μὴν ἐπιτηδεύειν ἑλληνίζειν ἱκανὸν γὰρ δὴ τοῦτο ἀποδημαγωγεῖν τῆς ἀληθείας τοὺς πολλοὺς, τὸ δὲ τῷ ὅντι φιλοσόφημα οὐκ εἰς τὴν γλῶσσαν, ἀλλ’ εἰς τὴν γνώμην ὀνήσει τοὺς ἐπαίοντας. δεῖ δ’, οἶμαι, τὸν ἀληθείας κηδόμενον οὐκ ἐξ ἐπιβολῆς καὶ φροντίδος τὴν φράσιν συνθεῖναι, πειρασθαι δὲ ὀνομάζειν μόνον ὡς δύναται ὃ βούλεται· τοὺς γὰρ τῶν λέξεων ἐχομένους καὶ περὶ ταύτας ἀσχολουμένους διαδιδράσκει τὰ πράγματα, γεωργοῦ μὲν οὖν ἴδιον τὸ ἐν ἀκάνθαις φυόμενον ῥόδον ἀβλαβώς λαβεῖν καὶ τεχνίτου τὸν ἐν ὀστρείου σαρκὶ κατορωρυγμένον μαργαρίτην ἐξευρεῖν, φασὶ δὲ καὶ τὰς ὀρνιθας ἡδίστην ἔχειν τὴν σαρκὸς ποιότητα, ὅτε οὐκ ἀφθονου τροφῆς παρατεθείσης αὐταῖς αἱ δὲ σκαλεύουσαι τοῖς ποσὶν ἐκλέγονται μετὰ πόνου τὰς τροφάς. εἴ τις οὖν τοῦ ὁμοιου θεωρητικὸς ἐν πολλοῖς τοῖς πιθανοῖς τε καὶ Ἑλληνικοῖς τὸ ἀληθὲς διαλεληθέναι ποθεί, καθάπερ ὑπὸ τοῖς μορμολυκείοις τὸ πρόσωπον τὸ ἀληθινόν, πολυπραγμονήσας θηράσεται. φησὶ γὰρ ἐν τῷ ὀράματι τῷ Ἐρμᾷ ἡ δύναμις ἡ φανεῖσα· «ὅ ἐὰν ἐνδέχηταί σοι ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται.»

 

II

(4) «Ἐπὶ δὲ σῆ σοφίᾳ μὴ ἐπαίρου,» αἱ Παροιμίαι λέγουσιν, «ἐν πᾶσαις δὲ ὁδοῖς γνώριζε αὐτὴν, ἵνα ὀρθοτομή τὰς ὁδοὺς σου· ὁ δὲ ποὺς σου οὐ μὴ προσκόπτη.» βούλεται μὲν γὰρ διὰ τούτων δείξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν. αἱ δὴ ὁδοὶ σοφίας ποικίλαι ὀρθοτομεῖν ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὁδὸς δὲ ἡ

 

 

340

πίστιςˑ «ὁ δὲ πούς σου μὴ προσκοπτέτω,» λέγει περὶ τινῶν ἐναντιοῦσθαι δοκούντων τῇ μιὰ καὶ θείᾳ τῇ προνοητική διοικήσει, ὅθεν ἐπάγειˑ «μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ,» κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, «φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν,» ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ. φησὶ γάρˑ «καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ.» αὕτη παιδεία σοφίαςˑ «ὃν γὰρ ἀγαπᾳ κύριος παιδεύει,» ἀλγεῖν μὲν ποιῶν εἰς σύνεσιν, ἀποκαθιστὰς δὲ εἰς εἰρήνην καὶ ἀφθαρσίαν. (5) ἡ μὲν οὖν βάρβαρος φιλοσοφία, ἣν μεθέπομεν ἡμεῖς, τελεία τῷ ὅντι καὶ ἀληθής. φησὶ γοῦν ὲν τῇ Σοφίᾳˑ «αὐτὸς γὰρ μοι δέδωκεν τῶν ὅντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου» καὶ τὰ ἑξῆς ἕως «καὶ δυνάμεις ῥιζῶν.» ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων, ἑξῆς δὲ καὶ περὶ τῶν νοητῶν αἰνίττεται δι’ ὧν ἐπάγειˑ «ὅσα τέ ἐστι κρυπτά καὶ ἐμφανῆ ἔγνωνˑ ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία.» ἔχεις ἐν βραχεῖ τὸ ἐπάγγελμα τῆς καθ' ἡμᾶς φιλοσοφίας, ἀνάγει δὲ ἡ τούτων μάθησις, μετὰ ὀρθῆς πολιτείας ἀσκηθεῖσα, διὰ τῆς πάντων τεχνίτιδος σοφίας ἐπὶ τὸν ἡγεμόνα τοῦ παντός, δύσάλωτὸν τι χρῆμα καὶ δυσθήρατον, ἐξαναχωροῦν ἀεὶ καὶ πόῤῥω ἀφιστάμενον τοῦ διώκοντος. ὁ δὲ αὐτὸς μακρὰν ὧν ἐγγυτάτω βέβηκεν, θαῦμα ἄῤῥητον «θεὸς ἐγγίζων ἐγὼ,» φησὶ κύριοςˑ πόῤῥω μὲν κατ' οὐσίαν (πῶς γὰρ ἄν συνεγγίσαι ποτε τὸ γεννητὸν ἀγεννήτῳ;), ἐγγυτάτω δὲ δυνάμει, ἡ τὰ πάντα ἐγκεκόλπισται. «εἰ ποιήσει τις κρύφα», φησί, «τι, καὶ οὐκ ἐπόψομαι αὐτόν;» καὶ δὴ πάρεστιν ἀεὶ τῇ τε ἐποππκῇ τῇ τε εὐεργετικῇ τῇ τε παιδευτικῇ ἀπτομένη ἡμῶν δυνάμει δύναμις τοῦ θεοῦ. (6) ὅθεν ὁ Μωσῆς οὔποτε ἀνθρωπίνῃ σοφίᾳ γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος, «ἐμφάνισόν μοι σεαυτὸν» φησὶ καὶ «εἰς τὸν γνόφον», οὗ ἦν ἡ φωνῇ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὅντος ἐννοιαςού γὰρ ἐν γνόφῳ ἡ τόπῳ ὁ θεὸς, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ τῆς τῶν γεγονότων ἰδιότητος. διὸ οὐδ’ ἐν μέρει καταγίνεται ποτε ἅτε περιέχων οὐ περιεχόμενος ἡ κατὰ ὁρισμόν τίνα ἡ κατὰ ἀποτομήν. «ποῖον γὰρ οἶκον οἴκοδομήσετέ μοι;» λέγει κύριοςˑ ἀλλ' οὐδὲ ἑαυτῷ ᾠκοδόμησεν ἀχώρητος ὤν,

 

 

341

κἄν «ὁ οὐρανὸς θρόνος» αὐτοῦ λέγηται, οὐδ’ οὕτω περιἐχεται, ἐπαναπαύεται δὲ τερπόμενος τῇ δημιουργίᾳ. δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη δέδεικται, μικρὸν δ’ ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν. (7) πῶς δ’ οὐχὶ ἀποδοχής ἄξιοι οἱ τε μαθεῖν ἐθέλοντες οἱ τε δυνάμενοι κατὰ τὸν Σολομώντα «γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαι τε λόγους φρονήσεως δέξασθαί τε στροφάς λόγων νοῆσαι τε δικαιοσύνην ἀληθῆ» (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκόμενης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν φιλοσόφων) «καὶ κρίματα», φησὶν, «εὐθῦναι,» οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιες καὶ ἀπλανές ἔχειν δεῖν μηνύει, «ἴνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νεῳ αἴσθησιν τε καὶ ἔννοιαν, τῶνδε γὰρ ἀκούσας σοφός», ὁ ὑπακούειν ταῖς ἑντολαῖς πεπεισμένος, «σοφώτερος ἔσται» κατὰ τὴν γνῶσιν, «ὁ δὲ νοήμῶν κυβέρνησιν κτήσεται νοήσει τε παραβολήν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.» οὐ γὰρ κίβδηλους οἱ ἐπιπνοι ἐκ θεοῦ λόγους προφέρουσιν οὐδ’ οἱ παρὰ τούτων ἐμπορευόμενοι οὐδὲ μὴν πάγας, αἷς οἱ πολλοὶ τῶν σοφιστῶν τοὺς νέους ἐμπλέκουσι πρὸς οὐδὲν ἀληθὲς σχολάζοντες, ἀλλ’ οἱ μὲν τὸ ἅγιον πνεῦμα κεκτημένοι ἐρευνώσι «τὰ βάθη τοῦ θεοῦ,» τουτέστι τῆς περὶ τὰς προφητείας ἐπικρύψεως ἐπήβολοι γίνονται· τῶν δὲ ἁγίων μεταδιδόναι τοῖς κυσίν ἀπαγορεύεται, ἐστ' ἂν μένῃ θηρία, οὐ γὰρ ποτε ἐγκιρνάναι προσήκει φθονεροῖς καὶ τεταραγμένοις ἀπίστοις τε ἔτι ἤθεσιν, εἰς ὑλακήν ζητήσεως ἀναιδέσι, τοῦ θείου καὶ καθαροῦ νάματος, τοῦ ζῶντος ὕδατος.

(8) «μὴ δὴ ὑπερεκχείσθω σοι ὅδατα ἔξω πηγῆς σου, εἰς δὲ σὰς πλατείας διαπορευέσθω σά ὅδατα.» «οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοὶ ὀκὅσοι ἐγκυρεῦσιν οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι,» κατὰ τὸν γενναῖον Ἡράκλειτον. ἆρ’ οὐ δοκεῖ σοι καὶ οὗτος τοὺς μὴ πιστεύοντας ψέγειν; «ὁ δὲ δίκαιὸς μου ἐκ πίστεως ζήσεται,» ὁ προφήτης εἴρηκεν. λέγει δὲ καὶ ἄλλος προφήτης»ˑ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνήτε.» πῶς γὰρ τούτων ὑπερφυά θεωρίαν χωρῆσαι ποτ' ἂν ψυχῇ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν ἀπιστίας; πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἐκούσιὸς ἐστι, θεοσεβείας συγκατάθεσις, «ἐλπιζομένων ὑπόστασις, πραγμάτων

 

 

342

ἔλεγχος οὐ βλεπομένων,» κατὰ τὸν θεῖον ἀπόστολονˑ «ταύτῃ γὰρ» μάλιστα «ἐμαρτυρήθησαν οἱ πρεσβύτεροιχωρίς δὲ πίστεως ἀδύνατὸν ἔστιν εὐαρεστησαι θεῷ.» (9) ἄλλοι δ’ ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμελεί τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανεράν συγκατάθεσιν. εἰ μὲν οὖν προαίρεσις ἔστιν, ὁρεκτική τινὸς οὖσα, ἡ ὄρεξις νῦν διανοητική, ἐπεὶ δὲ πράξεως ἀρχὴ ἡ προαίρεσις, πίστις εὑρίσκεται ἀρχὴ [γὰρ] πράξεως, θεμέλιος ἔμφρονος προαιρέσεως, προαποδεικνύντος τινὸς αὐτῷ διὰ τῆς πίστεως τὴν ἀπόδειξιν. ἐθελοντήν δὲ συνέπεσθαι τῷ συμφέροντι συνέσεως ἀρχή. μεγάλην γοῦν εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις. αὐτίκα ἡ μελέτη τῆς πίστεως ἐπιστήμη γίνεται θεμελίῳ βεβαίῳ ἐπερηρεισμένη. τὴν γοῦν ἐπιστήμην ὁρίζονται φιλοσόφων παῖδές ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου, ἐστιν οὖν ἀλλῃ τις τοιαύτη κατάστασις ἀληθὴς θεοσεβείας αὐτῆς, ἧς μόνος διδάσκαλος ὁ λόγος; οὐκ ἔγωγε οἶμαι. Θεόφραστος δὲ τὴν αἴσθησιν ἀρχὴν εἶναι πίστεως φησὶν ἀπὸ γὰρ ταύτης αἱ ἀρχαὶ πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν καὶ τὴν διάνοιαν ἐκτείνονται. ὁ πιστεύσας τοίνυν ταῖς γραφαῖς ταῖς θείαις, τὴν κρίσιν βεβαίαν ἔχων, ἀπόδειξιν ἀναντίῤῥητον τὴν τοῦ τὰς γραφὰς δεδωρημένου φωνὴν λαμβάνει θεοῦˑ οὐκέτ' οὖν πίστις γίνεται δι’ ἀποδείξεως ὠχμρωμενη. «μακάριοι τοίνυν οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.» αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι.

 

III

(10) Ἐνταῦθα φυσικὴν ἡγοῦνταί τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογης τάττουσιν αὐτὴν, τὰ μαθήματα ἀναποδείκτως εὐρίσκουσαν καταλήψει νοητική. οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὴν μὲν πίστιν τοῖς ἀπλοῖς ἀπονείμαντες ἡμῖν, αὐτοῖς δὲ τὴν γνῶσιν τοῖς φύσει σῳζομένοις κατὰ τὴν τοῦ διαφέροντος πλεονεξίαν σπέρματος ἐνυπάρχειν βούλονται, μακρῷ δὴ κεχωρισμένην πίστεως, ἡ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες. ἔτι φασιν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ' ἕκαστον διάστημα,

 

 

343

κατ' ἐπακολούθημα δ’ αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλὸν τε εἶναι τῇ ἐκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεὰν. (11) οὐκέτˑ οὖν προαιρέσεως κατόρθωμα ἡ πίστις, εἰ φύσεως πλεονέκτημα, οὐδὲ ἀμοιβής δικαίας τεύξεται ἀναίτιος ὢν ὁ μὴ πιστεύσας, καὶ οὐκ αἴτιος ὁ πιστεύσας, πᾶσα δὲ ἡ τῆς πίστεως καὶ ἀπιστίας ἰδιότης καὶ διαφορότης οὔτ’ ἐπαίνῳ οὔτε μὴν ψόγῳ ὑποπέσοι ἂν ὀρθῶς λογιζομένοις, προηγουμένην ἔχουσα τὴν ἐκ τοῦ τὰ πάντα δυνατού φυσικὴν ἀνάγκην γενομένην νευροσπαστουμένων δὲ ἡμῶν ἀψύχων δίκην φυσικαῖς ἐνεργείαις τὸ τε [ἑκούσιον καὶ τὸ] ἀκούσιον παρέλκει ὁρμὴ τε ἡ προκαθηγουμένη τούτων, καὶ οὐκέτι ἔγωγε ἐννοῶ ζῷον τοῦτο, οὑ τὸ ὁρμητικὸν ἀνάγκη λέλογχεν ὑπὸ τῆς ἔξωθεν αἰτιας κινούμενου. ποῦ δὲ ἔτι ἡ τοῦ ποτε ἀπιστου μετάνοια, δι’ ἣν ἀφεσις ἁμαρτιών; ὥστε οὐδὲ βάπτισμα ἔτι εὔλογον οὐδὲ μακαρία σφραγίς οὐδὲ ὁ υἱὸς οὐδὲ ὁ πατὴρ· ἀλλὰ θεὸς, οἶμαι, ἡ τῶν φύσεων αὐτοῖς εὑρίσκεται διανομῇ, τὸν θεμέλιον τῆς σωτηρίας, τὴν ἐκούσιον πίστιν, οὐκ ἔχουσα.

 

IV

(12) Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικήν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπαναπαυώμεθα, «τὸ πνεῦμα πρόθυρων» ἐνδειξάμενοι, ὅτι εἰλόμεθα τὴν ζωὴν καὶ τῷ θεῷ διὰ τῆς ἐκείνου φωνῆς πεπιστεύκαμεν καὶ ὁ τῷ λόγῳ πιστεύσας οἶδεν τὸ πρᾶγμα ἀληθές· ἀλήθεια γὰρ ὁ λόγος· ὁ δὲ ἀπιστήσας τῷ λέγοντι ἠπίστησε τῷ θεῷ. «πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι,» φησὶν ὁ ἀπόστολος «πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάιν προσήνεγκε, δι’ ἧς ἐμαρτυρηθῃ εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτῷ τοῦ θεοῦ· καὶ δὶ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ» καὶ τὰ ἑξῆς ἕως «ἤ πρόσκαιρου ἔχειν ἀρωρτίας ἀπόλαυσιν.» τούτους μὲν οὖν καὶ πρὸ νόμου ἡ πίστις δικαιώσασα κληρονόμους κατέστησε τῆς θείας ἐπαγγελίας.

(13) τί οὖν ἔτι τὰ τῆς πίστεως ἐκ τῆς παρ' ἡμῖν ἱστορίας ἀναλεγόμενος παρατίθεμαι μαρτύρια; «έπιλείψει γὰρ με διηγούμενου ὁ χρόνος περὶ Γεδεών,

 

 

344

Βαρὰκ, Σαμψών, Ἰεφθάε Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν» καὶ τὰ τούτοις ἐπόμενα. τεσσάρων δὲ ὅντων ἐν οἶς τὸ ἀληθές, αἰσθήσεως, νοῦ, ἐπιστήμης, ὖπολήῴεως, φύσει μὲν πρῶτος ὁ νοῦς, ἡμῖν δὲ καὶ πρὸς ἡμᾶς ἡ αἰσθησις, ἐκ δὲ αἰσθήσεως καὶ τοῦ νοῦ ἡ τῆς ἐπιστήμης συνίσταται ουσία, κοινὸν δὲ νοῦ τε καὶ αἰσθήσεως τὸ ἐναργές. ἀλλ’ ἡ μὲν αἰσθησις ἐπιβάθρα τῆς ἐπιστήμης, ἡ πίστις δὲ διὰ τῶν αἰσθητῶν ὁδεύσασα ἀπολείπει τὴν ὑπόληψιν, πρὸς δὲ τὰ ἀψευδῇ σπεύδει καὶ εἰς τὴν ἀλήθειαν καταμένει. εἰ δὲ τις λέγοι τὴν ἐπιστήμην ἀποδεικτικήν εἶναι μετὰ λόγου, ἀκουσάτω ὅτι καὶ αἱ ἀρχαὶ ἀναπόδεικτοιˑ οὔτε γὰρ τέχνη οὔτε μὴν φρονήσει γνωσταί. ἤ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενά ἐστιν ἄλλως ἔχειν, ἡ δὲ ποιητική μόνον, οὐχὶ δὲ καὶ θεωρητική. (14) πίστει οὖν ἐφικέσθαι μόνη οἷόν τε τῆς τῶν ὅλων ἀρχῆς. πᾶσα γὰρ ἐπιστήμη διδακτή ἐστιˑ τὸ δὲ διδακτὸν ἐκ προγινωσκομένου. οὐ προεγινώσκετο δὲ ἡ τῶν ὅλων ἀρχὴ τοῖς Ἕλλησιν, οῦτ' οὖν Θαλῇ ὕδωρ ἐπισταμένῳ τὴν πρώτην αἰτίαν οὔτε τοῖς ἄλλοις [τοῖς] φυσικοῖς τοῖς ἐξής· ἐπεὶ [εἰ] καὶ Ἀναξαγόρας πρῶτος ἐπέστησε τὸν νοῦν τοῖς πράγμασιν, ἀλλ’ οὐδὲ οὗτος ἐτήρησε τὴν αἰτίαν τὴν ποιητικὴν, δίνους τινὰς ἀνοήτους ἀναζωγραφῶν σὺν τῇ τοῦ νοῦ ἀπραξίᾳ τε καὶ ἀνοίᾳ. διὸ καὶ φησὶν ὁ λόγος· «μὴ εἴπητε ἑαυτοίς διδάσκαλον ἐπὶ τῆς γῆς» ἡ μὲν γὰρ ἐπιστήμη ἕξις ἀποδεικτική, ἡ πίστις δὲ χάρις ἐξ ἀναποδείκτων εἰς τὸ καθόλου ἀναβιβάζουσα τὸ ἀπλοῦν, ὃ οὔτε σὺν ὕλῃ ἐστὶν οὔτε ὕλῃ οὔτε ὑπὸ ὕλης. οἱ δὲ ἀπιστοι, ὡς ἔοικεν, (15) «ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἑλκουσιν εἰς γῆν, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες» κατὰ τὸν Πλάτωνα· «τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτ εἶναι μόνον, ὃ παρέχει προσβολήν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι.» «[οί δὲ] πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθέν ἀμύνονται, νοητὰ ἀττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινήν οὐσίαν εἶναι.» «ἰδοὺ δή, ποιῶ καινά,» ὁ λόγος φησίν, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβηˑ» καινῷ ὀφθαλμῷ, καινῇ ἀκοῇ, καινῇ καρδίᾳ ὅσα ὁρατά καὶ ἀκουστά [καὶ] καταληπτὰ διὰ τῆς πίστεως καὶ συνέσεως, πνευματικῶς λεγόντων, ἀκουόντων, πραττόντων τῶν τοῦ

 

 

345

κυρίου μαθητῶν, ἔστι γὰρ δόκιμον νόμισμα καὶ ἄλλο κίβδῆλον, ὅπερ οὐδέν ἔλαττον ἀπατὰ τοὺς ἰδιώτας, οὐ μὴν τοὺς ἀργυραμοιβούς, οἱ ἴσασι μαθόντες τὸ τε παρακεχαραγμένον καὶ τὸ δόκιμον χωρίζειν καὶ διακρίνειν. οὕτως ὁ ἀργυραμοιβὸς τῷ ἰδιώτῃ τὸ νόμισμα τοῦτο μόνον, ὅτι κίβδηλὸν ἐστι, φησίτό δὲ πῶς, μόνος ὁ τοῦ τραπεζίτου γνώριμος καὶ ὁ ἐπὶ τοῦτο ἀλειφόμενος μανθάνει. Ἀριστοτέλης δὲ τὸ ἐπόμενον τῇ ἐπιστήμη κρῖμα, ὡς ἀληθὲς τόδε τι, πίστιν εἶναι φησι. κυριώτερον οὖν τῆς ἐπιστήμης ἡ πίστις καὶ ἐστιν αὐτῆς κριτήριον.

(16) Ὑποκρίνεται δὲ τὴν πίστιν ἡ εἰκασία, ἀσθενὴς οὖσα ὑπόληψις, καθάπερ ὁ κόλαξ τὸν φίλον καὶ ὁ λύκος τὸν κύνα. ἐπειδὴ δὲ ὁρῶμεν [ὅτι] ὁ τέκτων [ὅτι] μαθών τίνα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθείς τὴν τέχνην κυβερνάν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κάγαθόν, ἀνάγκη [δὲ] ἄρα πειθόμενον μαθεῖν τὸ δὲ πείθεσθαι τῷ λόγῳ, ὅν διδάσκαλον ἀνηγορεύσαμεν, αὐτῷ ἐκείνῳ πιστεῦσαί ἐστι κατ' οὐδὲν ἀντιβαίνοντα. πῶς γὰρ οἷὸν τε ἀντεφίστασθαι τῷ θεῷ; πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ πίστις θείᾳ τινι ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται, ναὶ μὴν καὶ ὁ Ἐπίκουρος, ὁ μάλιστα τῆς ἀληθείας προτιμήσας τὴν ἡδονὴν, πρόληψιν εἶναι διανοίας τὴν πίστιν ὑπολαμβάνει· πρόληψιν δὲ ἀποδίδωσιν ἐπιβολὴν ἐπὶ τι ἐναργές καὶ ἐπὶ τὴν ἐναργῆ τοῦ πράγματος ἐπίνοιαν μὴ δύνασθαι δὲ μηδὲνα μήτε ζητῆσαι μήτε ἀπορῆσαι μηδὲ μὴν δοξάσαι, ἀλλ’ οὐδὲ ἑλέγξαι χωρὶς προλήψεως. (17) πῶς δ’ ἄν μὴ ἔχων τις πρόληψιν οὐ ἐφίεται μάθοι περὶ οὐ ζητεί; ὁ μαθών δὲ ἤδη κατάληψιν ποιεῖ τὴν πρόληψιν. εἰ δὲ ὁ μανθάνων οὐκ ἄνευ προλήψεως μανθάνει τῆς τῶν λεγομένων παραδεκτικής, αὐτὸς μὲν ὦτα ἔχει τὰ ἀκουστικὰ τῆς ἀληθείας· «μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων,» ὥσπερ ἀμέλει μακάριος καὶ αὐτὸς [ὁ] τῆς ὑπακοῆς. τὸ δὲ κατακοῦσαι συνεῖναί ἐστιν. εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἡ πρόληψις ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσις τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ ἄνευ προλήψεως. ἀληθὲς δ’ οὖν ὃν παντὸς μᾶλλον ἀποδείκνυται τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον «ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.» τοῦτο καὶ Ἡράκλειτος ὁ Ἐφέσιος τὸ λόγιον παραφράσας εἴρηκεν «ἐὰν μὴ ἔλπηται ἀνέλπιστον, οὐκ ἐξευρήσει,

 

 

346

ἀνεξερεύνητον έὸν καὶ ἄπορον.» (18) ἀλλὰ καὶ Πλάτων ὁ φιλόσοφος ἐν τοῖς Νόμοις «τὸν μέλλοντα μακάριὸν τε καὶ εὐδαίμονα γενέσθαι τῆς ἀληθείας ἐξ ἀρχῆς εὐθὺς εἶναι μέτοχον χρῆναι» φησὶν, «ἴν’ ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῴηˑ πιστὸς γὰρ. ὃ δὲ ἄπιστος, ᾧ φίλον ψεῦδος ἐκούσιον ὅτῳ δὲ ἀκούσιον, ἀνουςˑ ὧν [οὐ ζῷον] οὐδέτερον [οὖν] ζηλωτόν ἀφιλος γὰρ πᾶς ὅ γε ἀπιστος καὶ ἀμαθής.» καὶ μὴ τι ταύτην σοφίαν «βασιλικήν» ἐν Εὐθυδήμῳ ἐπικεκρυμμένως λέγει, ἐν γοῦν τῷ Πολιτικῷ πρὸς λέξιν φησὶν «ὥστε ἡ τοῦ ἀληθινού βασιλέως ἐπιστήμη βασιλική, καὶ ὁ ταύτην κεκτημένος, ἐὰν τε ἀρχῶν ἐὰν τε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατὰ γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσαγορευθήσεται.» αὐτίκα οἱ εἰς τὸν Χριστὸν πεπιστευκάτες χρηστοί τε εἰσὶ καὶ λέγονται, ὡς τῷ ὅντι βασιλικοὶ οἱ βασιλεῖ μεμελημένοι. ὡς γὰρ «οἱ σοφοὶ σοφίᾳ εἰσὶ σοφοὶ καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι,» οὕτως οἱ Χριστῷ βασιλεῖ βασιλεῖς καὶ οἱ Χριστοῦ Χριστιανοί, εἴθ' ὑποβὰς ἐπιφέρει σαφῶςˑ «τὸ μὲν ὀρθὸν ἄν εἴη νόμιμον καὶ νόμως φύσει ὧν ὁ λόγος ὁ ὀρθὸς καὶ οὐκ ἐν γράμμασιν οὐδὲ ἑτέροις.» ὅ τε Ἐλεἀτης ξένος τὸν βασιλικὸν καὶ πολιτικὸν ἄνδρα νόμον ἐμψυχον ἀποφαίνεται. (19) τοιοῦτος δὲ ὁ πληρὼν μὲν τὸν νόμον, «ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός,» ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα θείας ἀρετῆς τοῖς διορᾶν δυναμένοις ἐκκείμενος. ἴσασι δὲ Ἕλληνες τὰς τῶν ἐν Λακεδαίμονι ἐφόρων σκυτάλας νόμῳ ἐπὶ ξύλων ἀναγεγραμμέναςˑ ὁ δὲ ἐμὸς νόμως, ὡς προείρηται, βασιλικὸς τέ ἐστι καὶ ἐμψυχος καὶ λόγος ὁ ὀρθὸς·

νόμος ὁ πάντων βασιλεὺς

θνατῶν τε καὶ ἀθανάτων,

ὡς ὁ Βοιώτιος ᾄδει Πίνδαρος. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τοῦτου γράφειν «εἰ γὰρ ἡ βασιλεία σπουδαίου ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἀρχών, ὁ νόμος λόγος ὧν ὀρθὸς σπουδαίος» ἀ καὶ ἐστιν. τούτοις ἀκόλουθα οἱ Στωϊκοί φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομωθετικήν, πλούτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μωνῳ προσάπτοντες τῷ σοφῷˑ ὅ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται.

 

 

347

(20) Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα, πάντα μὲν οὖν τοῦ σοφού ὑπάρχειν διὰ τούτων διδάσκει«καὶ διότι ἡλέησέν με ὁ θεὸς, ἔστι μοι πάντα.» θεοφιλή δὲ αὐτὸν μηνύει λέγων«θεὸς Ἀβραὰμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακὼβ.» ὅ μὲν γὰρ «φίλος» ἄντικρυς κεκλημένος εὑρίσκεται, ὅ δὲ «ὁρῶν τὸν θεὸν» μετωνομασμένος δείκνυται· τὸν τε Ἰσαὰκ ὡς καθωσιωμένον ἱερεῖον ἀλληγορήσας ἐξελέξατο ἑαυτῷ τύπον ἐσόμενον ἡμῖν οἰκονομίας σωτὴρίου, παρὰ τε Ἐλλησιν μδεται ὁ Μίνως «ἐννέωρος βασιλεὺς ὀαριστὴς Διός,» ἀκηκοότων αὐτῶν, ὅπως ποτε μετὰ Μωυσέως διελέγετο ὁ θεὸς, «ὡς εἴ τις λαλῆσαι πρὸς τὸν ἑαυτοῦ φίλον.» (21) ἤν δ’ οὖν ὁ μὲν Μωυσῆς σοφός, βασιλεύς, νομοθέτης· ὁ σωτὴρ δὲ ἡμῶν ὑπερβάλλει πᾶσαν ἀνθρωπίνην φύσινκαλὸς μὲν ὡς ἀγαπᾶσθαι μονος πρὸς ἡμῶν τὸ καλὸν τὸ ἀληθινὸν ἐπιποθούντων, «ἧν γὰρ τὸ φῶς τὸ ἀληθινόν», «βασιλεύς» δὲ καὶ ὑπὸ παίδων ἀπειρων ἔτι καὶ ὑπὸ Ἰουδαίων ἀπιστούντων καὶ ἀγνοούντων ἀναγορευόμενος καὶ πρὸς αὐτῶν προφητῶν ἀνακηρυττόμενος δείκνυταιπλούσιος δὲ εἰς τοσοῦτον, ὡς πᾶσαν τὴν γῆν καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπ’ αὐτὴν χρυσίον ὑπερηφάνησεν σὺν καὶ δόξῃ πάσῃ διδόμενα αὐτῷ πρὸς τοῦ ἀντικειμένου. τί δεῖ λέγειν, ὡς μόνος [ὁ] ἀρχιερεὺς ὁ μόνος ἐπιστήμων τῆς τοῦ θεοῦ θεραπείας «βασιλεὺς εἰρήνης Μελχισεδέκ», ὁ πάντων ἱκανώτατος ἀφηγεῖσθαι τοῦ τῶν ἀνθρώπων γένους; νομοθέτης δὲ ὡς ἂν διδοὺς τὸν νόμον ἐν τῷ στόματι τῶν προφητῶν τὰ τε πρακτέα καὶ μὴ σαφέστατα ἐντελλόμενος τε καὶ διδάσκων. (22) τίς δ’ ἄν τοῦτου εὐγενέστερος, οὐ μόνος πατὴρ ὁ θεὸς; φέρε δὴ καὶ Πλάτωνα τοῖς αὐτοῖς ἑπιβάλλοντα παραστησώμεθα δόγμασιν πλούσιον μὲν τὸν σοφὸν εἴρηκεν ἐν τῷ Φαίδρῳ, «ὡ φίλε Πὰν» λέγων «καὶ ὅσοι ἄλλοι τῇδε θεοί, δοίητέ μοι καλῶ γενέσθαι τἄνδοθεν ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἶναι μοι φίλαπλούσιον δὲ νομίζοιμι τὸν σοφόν.» καταμεμφόμενος δὲ ὁ Ἀθηναῖος ξένος τῶν οἰομένων πλουσίους εἶναι τοὺς πολλὰ κεκτημένους χρῆματα ὧδε λέγειˑ «πλουσίους δ’ αὖ σφόδρα εἶναι καὶ ἀγαθοὐς ἀδύνατον, οὔς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσιλέγουσι δὲ τοὺς κεκτημένους ἐν ὀλίγοις τῶν ἀνθρώπων

 

 

348

πλείστου νομίσματος ἄξια κτήματα, ἀ καὶ κακὸς τις κέκτηται.» «τοῦ πιστού ὀλος ὁ κόσμος τῶν χῥημάτων,» ὁ Σολομὼν λέγει, «τοῦ δὲ ἀπίστου οὐδὲ οβολός.» πειστέον οὖν πολλῷ μᾶλλον τῇ γραφῆ λεγούσῃ θᾶττον «κάμηλον διὰ τρυπήματος βελόνης» διελεύσεσθαι ἤ πλούσιον φιλοσοφεῖν μακαρίζει δ’ ἔμπαλιν τοὺς πενητας, ὡς συνήκεν Πλάτων λέγων «πενίαν δὲ ἡγητέον οὐ τὸ τὴν οὐσίαν ἑλάττω ποιεῖν, ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω.» οὐ γὰρ ποτε ἡ ὀλιγοχρηματία, ἀλλ’ ἡ ἀπληστία, ἧς φροῦδος ὁ ἀγαθὸς ὧν καὶ πλούσιὸς γ ἂν εἴη. ἐν τε τῷ Ἀλκιβιάδῃ «δουλοπρεπές» μὲν τὴν κακίαν προσαγορεύει, «ἐλευθεροπρεπές» δὲ τὴν ἀρετὴν. «ἄρατε», φησὶν, «ἀφ' ὑμῶν τὸν βαρύν ζυγὸν καὶ λάβετε τὸν πρᾶον,» ἡ γραφὴ φησι, καθάπερ καὶ οἱ ποιηταί «δούλειον» καλοῦσι «ζυγόν», καὶ τὸ «ἐπράθητε ταῖς ἁμαρτίαις ὑμῶν» τοῖς προειρημένοις συνάδει. «πᾶς μὲν οὖν ὁ ποιῶν τὴν ἁμαρτίαν δούλος ἔστιν. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἴκίᾳ εἰς τὸν αἰῶνα, ἐὰν δὲ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεὑθεροι ἔσεσθε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» καλὸν δ’ αὖ εἶναι τὸν σοφὸν ὁ Ἀθηναῖος ξένος ὡδὶ λέγειˑ «ὡς εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους, ἂν καὶ τυγχάνωσιν ὄντες αἰσχροί τὰ σώματα, κατὰ γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειεν λέγειν» καὶ «τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἦν» ἡ προφητεία προηγόρευσεν. Πλάτων δὲ βασιλέα τὸν σοφὸν εἴρηκεν ἐν τῷ Πολιτικῷ, καὶ πρόκειται ἡ λέξις.

(23) Τούτων δὴ ἐπιδεδειγμένων ἀναδράμωμεν αὖθις ἐπὶ τὸν περὶ τῆς πίστεως λόγον, ναὶ μὴν μετὰ πάσης ἀποδείξεως ὁ Πλάτων ὅτι πίστεως χρεία πανταχοῦ, ὧδέ πῶς παρίστησιν, ἐξυμνὼν ἅμα τὴν εἰρήνηνˑ«πιστὸς μὲν γὰρ καὶ ὑγιής ἐν στάσεσιν οὐκ ἂν που γένοιτο ἄνευ ξυμπάσης ἀρετῆςˑ μαχητικοὶ δὲ καὶ ἐθελονταί ἀποθνῄσκειν ἐν πολέμῳ τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν πλεῖστοι γίνονται θρασείς καὶ ἄδικοι ὑβρισταί τε καὶ ἄφρονες, ἐκτος δὴ τινῶν μάλα ὀλίγων, εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, πᾶς νομοθέτης, οὗ καὶ σμικρὸν ὄφελος, παρὰ τὴν μεγίστην ἀρετὴν ἀποβλέπων μάλιστα θήσεται τοὺς νόμους.» αὕτη δέ ἐστι πιστότης, ἧς κατὰ πάντα καιρὸν χρῄζομεν ἐν τε εἰρήνη καὶ παντὶ πολέμῳ κἂν τῷ ἄλλῳ σύμπαντι βίῳ. συλλαβοῦσα γὰρ ἔοικε τὰς ἄλλας περιέχειν. «τὸ δὲ

 

 

349

ἄριστον οὔθ’ ὁ πόλεμος οὔτε ἡ στάσιςˑ ἀπευκτὸν γὰρ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη τὸ κράτιστον.» ἐκ δὴ τούτων κατα φαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη δὲ ἀρετῶν μήτηρ ἡ πίστις. (24) εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι «σοφία ἐν στόματι πιστῶν», ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναι φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὲ σοφίαν ὑπάρχειν ἀνθρωπίνην. διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία, δέδεικται δὲ τῆς τῶν ὅλων ἀρχῆς ἐπιστήμη πιστή, ἀλλ’ οὐκ ἀπόδειξις εἶναι. καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ «αὐτὸς ἔφα» πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνη τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, «τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας», ἀπιστεῖν ἐπιχειροῦντας ἄξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν λεγομένων ἀπαιτεῖν παρ' αὐτοῦ. ὃ δὲ «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω» λέγει, καὶ τις οὗτος; Ἐπίχαρμος εἰπάτωˑ

νοῦς ὀρή [καὶ] νοῦς ἀκούει, τάλλα κωφὰ καὶ τυφλά.

«ἀπιστους» εἶναι τινας ἐπιστύφων Ἡράκλειτός φησὶν, «ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ’ εἰπεῖν,» ὠφεληθεὶς δήπουθεν παρὰ Σολομῶντος, «ἐὰν ἀγαπήσης ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνης τὸ οὖς σου, σοφὸς ἔσῃ.»

 

VI

(25) «Κύριε, τις ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;» Ἡσαΐας φησίν. «ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοῇ διὰ ῥήματος θεοῦ,» φησὶν ὁ ἀπόστολος. «πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἥκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ ἀποσταλώσι; καθὼς γέγραπταιˑ ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.» ὁρᾷς πῶς ἀνάγει τὴν πίστιν δι’ ἀκοῆς καὶ τῆς τῶν ἀποστόλων κηρύξεως ἐπὶ τὸ ῥῆμα κυρίου καὶ τὸν υἱὸν τοῦ θεοῦ; οὐδέπω συνίεμεν ἀπόδειξιν εἶναι τὸ ῥῆμα κυρίου; ὥσπερ οὖν τὸ σφαιρίζειν οὐκ ἐκ τοῦ κατὰ τέχνην πέμποντος τὴν σφαῖραν ἤρτηται μόνον, ἀλλὰ καὶ τοῦ εὐρύθμως ἀποδεχομένου προσδεῖ αὐτῷ, ἵνα δὴ κατὰ νόμους τοὺς

 

 

350

σφαιριστικοὺς τὸ γυμνάσιου ἐκτελήται, οὕτω καὶ τὴν διδασκαλίαν ἀξιόπιστον εἶναι συμβέβηκεν, ὅταν ἡ πίστις τῶν ἀκροωμένων, τέχνη τις ὡς εἰπεῖν ὑπάρχουσα φυσική, πρὸς μάθησιν συλλαμβάνη. (26) συνεργεῖ οὖν καὶ γῆ γόνιμος ὑπάρχουσα πρὸς τὴν τῶν σπερμάτων καταβολήν, οὔτε γὰρ τῆς ἀριστης παιδεύσεως ὄφελος τι ἄνευ τῆς τοῦ μανθάνοντος παραδοχῆς οὔτε μὴν προφητείας [οὔτε], τῆς τῶν ἀκουόντων εὐπειθείας μὴ παρούσης. καὶ γὰρ τὰ κάρφη τὰ ξηρά, ἐτοιμα ὄντα καταδέχεσθαι τὴν δύναμιν τὴν καυστικήν, ῥᾷον ἐξάπτεται, καὶ ἡ λίθος ἡ θρυλουμένη ἕλκει τὸν σίδηρον διὰ συγγένειαν, ὥσπερ καὶ τὸ δάκρυον τὸ σούχειον ἐπισπάται τὰ κάρφη καὶ τὸ ἤλεκτρον τὰς ἀχυρμιὰς ἀνακινεῖ· πείθεται δὲ αὐτοῖς τὰ ἑλκόμενα ἀῤῥήτῳ ἑλκόμενα πνεύματι οὐχ ὡς αἰτια, ἀλλ’ ὡς συναίτια. διπλοῦ τοίνυν ὅντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπατης καὶ τοῦ λανθάνειν, τοῦ δὲ μετὰ βίας ἀγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ’ οὖν, ὅτι ἐφ' ἡμῖν τὸ πείθεσθαι τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ ἐκάστου ἀπαιτεῖ. τοῖς μὲν γὰρ ὁμοῦ τῷ θέλειν καὶ τὸ δύνασθαι πάρεστιν, ἐκ συνασκήσεως ηὐξηκόσι τοῦτο καὶ κεκαθαρμένοιςˑ οἳ δὲ, εἰ καὶ μήπω δύνανται, τὸ βούλεσθαι ἤδη ἔχουσιν. ἔργον δὲ τὸ μὲν βούλεσθαι ψυχῆς, τὸ πράττειν δὲ οὐκ ἄνευ σώματος, οὐδὲ μὴν τῷ τέλει παραμετρεῖται μόνῳ τὰ πράγματα, ἀλλὰ καὶ τῇ ἐκάστου κρίνεται προαιρέσει, εἰ ῥᾳδίως εἴλετο, εἰ ἐφ' οἷς ἥμαρτεν μετενόησεν, εἰ σύνεσιν ἔλαβεν ἐφ' οἶς ἐπταισεν, καὶ μετέγνω, ὅπερ ἐστι μετὰ ταῦτα ἐγνωβραδεία γὰρ γνῶσις μετάνοια, γνῶσις δὲ ἡ πρώτη ἀναμαρτησία. πίστεως οὖν καὶ ἡ μετάνοια κατόρθωμαˑ (27) ἐὰν γὰρ μὴ πιστεύσῃ ἁμάρτημα εἶναι ᾧ προκατείχετο, οὐδὲ μεταθήσεταικάν μὴ πιστεύσῃ κόλασιν μὲν ἐπηρτήσθαι τῷ πλημμελοῦντι, σωτηρίαν δὲ τῷ κατὰ τὰς ἐντολὰς βιοῦντι, οὐδ’ οὕτως μεταβαλεῖται. ἤδη δὲ καὶ ἡ ἐλπὶς ἐκ πίστεως συνέστηκεν. ὁρίζονται γοῦν οἱ ἀπὸ Βασιλείδου τὴν πίστιν ψυχῆς συγκατάθεσιν πρὸς τι τῶν μὴ κινούντων αἴσθησιν διὰ τὸ μὴ παρεῖναι. ἐλπὶς δὲ προσδοκία κτήσεως ἀγαθοῦˑ πιστὴν δὲ ἀνάγκη τὴν προσδοκίαν εἶναι, πιστὸς δὲ ὁ ἀπαραβάτως τηρητικὸς τῶν ἐγχειρισθέντωνˑ

 

 

351

ἐγχειρίζονται δὲ ἡμῖν οἱ περὶ θεοῦ λόγοι καὶ οἱ θεῖοι λόγοι, αἱ ἐντολαὶ, σὺν τῇ καταπράξει τῶν παραγγελμάτων, οὗτος ἐστιν «ὁ δοῦλος ὁ πιστός», ὁ πρὸς τοῦ κυρίου ἐπαινούμωνος. ἐπὰν δὲ εἴπῃ «πιστὸς ὁ θεὸς,» ᾧ ἀποφαινομένῳ πιστεύειν ἄξιον, μηνύειάποφαίνεται δὲ ὁ λόγος αὐτοῦ, καὶ αὐτὸς ἄν εἴη πιστὸς ὁ θεὸς, πῶς οὖν εἰ τὸ πιστεύειν ὑπολαμβάνειν ἐστι, βέβαια τὰ παρ’ αὐτῶν οἱ φιλόσοφοι νομίζουσιν; οὐ γὰρ ἐστιν ὑπόληψις ἡ ἐκούσιος πρὸ ἀποδείξεως συγκατάθεσις, ἀλλὰ συγκατάθεσις ἰσχυρῳ τινι. (28) τὶς δ’ ἄν εἴη δυνατώτερος θεοῦ; ἡ δὲ ἀπιστία ὑπόληψις τοῦ ἀντικειμένου ἀσθενὴς ἀποφατική, καθάπερ ἡ δυσπιστία ἕξις δυσπαράδεκτος πίστεως. καὶ ἡ μὲν πίστις ὑπόληψις ἐκούσιος καὶ πρόληψις εὐγνώμωνος πρὸ καταλήψεως, προσδοκία δὲ δόξα μέλλοντος· ἣ δὲ τῶν ἄλλων προσδοκία δόξα ἀδήλου· πεποίθησις δὲ διάληψις βέβαια περὶ τινος. διὸ πιστεύομεν, ᾧ ἂν πεποιθότες ὦμεν, εἰς δόξαν θείαν καὶ σωτηρίαν πεποίθαμεν δὲ τῷ μόνῳ θεῷ, ὅν γινώσκομεν ὅτι οὐ παραβήσεται τὰ καλῶς ἡμῖν ἐπηγγελμένα καὶ διὰ ταῦτα δεδημιουργημένα καὶ δεδωρημένα ὑπ' αὐτοῦ ἡμῖν εὐνοϊκῶς. εὔνοια δὲ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου. ὃ μὲν γὰρ ἐστιν ἀνενδεής· εἰς ἡμᾶς δὲ ἡ εὐεργεσία καὶ ἡ παρὰ τοῦ κυρίου εὐμένεια καταλήγει, εὔνοια θεῖα οὖσα καὶ εὔνοια πρὸς τὸ εὖ ποιεῖν οὖσα. εἰ δὲ «τῷ Ἀβραὰμ πιστεὑσαντι ἑλογίσθη εἰς δικαιοσύνην,» σπέρμα δὲ Ἀβραὰμ ἡμεῖς δὶ ἀκοῆς, καὶ ἡμῖν πιστευτέον. Ἰσραηλῖται γὰρ ἡμεῖς οἱ μὴ διὰ σημείων, δι’ ἀκοῆς δὲ εὐπειθείς, διὰ τοῦτο «εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον,» φησίν, «ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρημου μᾶλλον ἡ τῆς ἐχούσης τὸν ἀνδρα.» «ἐβίωσας εἰς τὸ περὶφραγμα τοῦ λαοῦ, ἐνευλογήθησαν τὰ τέκνα σου εἰς τὰς σκηνὰς τῶν πατέρων.» εἰ δὲ αἱ αὐταὶ [αἱ] μοναὶ ὑπὸ τῆς προφητείας ἡμῖν τε αὖ καὶ τοῖς πατριάρχαις καταγγέλλονται, εἶς ἀμφοῖν ταῖν διαθήκαιν δείκνυται ὁ θεὸς, ἐπιφέρει γοῦν σαφέστερον (29) «ἐκληρονόμησας τὴν διαθήκην τοῦ Ἰσραήλ,» τῇ ἐξ ἐθνῶν κλήσει λέγων, τῇ στείρᾳ ποτὲ τοῦτου τοῦ ἀνδρός, ὃς ἐστιν ὁ λόγος, τῇ ἐρήμῳ πρότερον τοῦ νυμφίου, «ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται,» τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδή δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθ' ἡλικίαν καὶ προκοπήν οἰκονομικῶς δεδομέναι, δυνάμει μία οὖσαι, ἡ μὲν παλαιά, ἡ δὲ καινή,

 

 

352

διὰ υἱοῦ παρ' ἑνὸς θεοῦ χορηγοῦνται, ἡ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγει· «δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν,» τὴν μίαν τὴν ἐκ προφητείας εἰς εὐαγγέλιον τετελειωμένην δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου διδάσκων σωτηρίαν, «ταύτην», ἔφη, «παρατίθεμαι σοι τὴν παραγγελίαν, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σέ προφητείας, ἵνα στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν,» ὅτι τὴν θεόθεν ἥκουσαν συνείδησιν ἀπιστίᾳ κατεμίαναν. (30) οὔκουν ἔτ' εἰκότως [ὡς] πρόχειρον τὴν πίστιν διαβλητέον, ὡς εὐκολὸν τε καὶ πάνδημον καὶ προσέτι τῶν τυχόντων, εἰ γὰρ ἀνθρώπινον ἦν τὸ ἐπιτήδευμα, ὡς Ἕλληνες ὑπέλαβον, κἂν ἀπέσβη· ἥ δὲ αὐξει [καὶ] οὐκ ἔστιν ἔνθα οὐκ ἔστιν. φημὶ τοίνυν τὴν πίστιν, εἴτε ὑπὸ ἀγάπης θεμελιωθείῃ εἴτε καὶ ὑπὸ φόβου, ἡ φασιν οἱ κατήγοροι, θεῖόν τι εἶναι, μήτε ὑπὸ ἄλλης φιλίας κοσμικῆς διασπωμένην μήτε ὑπὸ φόβου παρόντος διαλυομένην. ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεί, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ [ὁ] τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ' ὧν πιστεύεται, καὶ φόβος εἶναι πιστεύεται, εἰ γὰρ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι δείκνυται, ὅ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργὼν καὶ παρὼν πιστεύεται, κατὰ τὸ εἶναι πιστευόμενος οὐκ αὐτὸς τῆς πίστεως γεννητικός, ὅ γε πρὸς αὐτῆς ἀξιόπιστος εἶναι δοκιμασθείς. (31) θεῖα τοίνυν ἡ τοσαύτη μεταβολή ἐξ ἀπιστίας πιστόν τι[να] γενόμενον καὶ τῇ ἐλπίδι καὶ τῷ φόβῳ πιστεῦσαί. καὶ δὴ ἡ πρώτη πρὸς σωτηρίαν νεῦσις ἡ πίστις ἡμῖν ἀναφαίνεται, μεθ' ἣν φόβος τε καὶ ἐλπὶς καὶ μετάνοια σὺν τε ἐγκρατεῖᾳ καὶ ὑπομονή προκόπτουσαι ἄγουσιν ἡμᾶς ἐπὶ τε ἀγάπην ἐπὶ τε γνῶσιν. εἰκότως οὖν ὁ ἀπόστολος Βαρνάβας «άφ' οὐ» φησὶν «ἔλαβον, μέρος ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμψαι, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν. τῆς μὲν οὖν πίστεως ἡμῶν εἰσὶν οἱ συλλήπτορες φόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία καὶ ἐγκράτεια. τούτων οὐν», φησί, «τὰ πρὸς τὸν κύριον μενόντων ἁγνῶς, συνευφραίνονται αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις.» στοιχείων γοῦν [οὐσῶν] τῆς γνώσεως τῶν προειρημένων ἀρετῶν στοιχειωδεστέραν εἶναι

 

 

353

συμβέβηκε τὴν πίστιν, οὕτως ἀναγκαίαν τῷ γνωστικῷ ὑπάρχουσαν, ὡς τῷ κατὰ τὸν κόσμον τόνδε βιοῦντι πρὸς τὸ ζῆν τὸ ἀναπνεῖν ὡς δ’ ἄνευ τῶν τεσσάρων στοιχείων οὐκ ἔστι ζῆν, οὐδ’ ἄνευ πίστεως γνῶσιν ἐπακολουθῆσαι. αὕτη τοίνυν κρηπὶς ἀληθείας.

 

VII

(32) Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ. τρία γὰρ ταῦτα ἐξ ανάγκης ὑφέστηκεν περὶ τὸ ὑποκείμενον, ὁ διοίκων, ἡ διοίκησις, τὸ διοικούμενον. εἰ γοῦν καθ’ ὑπόθεσιν ἐξέλοιεν τὸν νόμον, ἀνάγκη δήπου ἕκαστον ὃς ἄγεται ὑπὸ ἐπιθυμίας, ἡδονῇ χαριζόμενον ἀμελεῖν μὲν τοῦ καλῶς ἔχοντος, ὑπερφρονεῖν δὲ τοῦ θείου, ἀσεβεῖν δὲ ἅμα καὶ ἀδικεῖν ἀδεῶς ἀποσκιρτήσαντα τῆς ἀληθείας. ναί, φασίν, ἄλογος ἔκκλισις ὁ φόβος ἐστι καὶ πάθος, τί σὺ λέγεις; καὶ πῶς ἂν σοι ἔτι σῴζοιτο οὗτος ὁ ὅρος διὰ λόγου δοθείσης μοι τῆς ἐντολῆς; ἐντολὴ δὲ ἀπαγορεύει, τὸν φόβον ἐπαρτώσα διὰ παιδείαν τῶν οὕτως ἐπιδεχομένων νουθετείσθαι. οὐ τοίνυν ἄλογος ὁ φόβος, λογικὸς μὲν οὖν πῶς γὰρ οὐ, παραινῶν «οὐ φονεὐσεις, οὐ μοιχεὐσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις»; ἀλλ’ εἰ σοφίζονται τὰ ὀνόματα, εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον, εὔλογον οὖσαν ἔκκλισιν. (33) ὀνοματομάχους τούτους οὐκ ἀπὸ τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. ἀστεία μὲν οὖν ἤδη καὶ καλλίστη πέφηνε τοῖς ἐγκαλοῦσιν ἡμῖν ἡ ἐντολὴ ὀνόματος ἐναλλαγῇ νοηθεῖσα. ἡ οὖν εὐλάβεια λογική δείκνυται, τοῦ βλάπτοντος ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται, «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθῆ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν.» τὴν σοφίας λέγει ποίησιν, ἡ ἐστι φόβος θεοῦ οδοποιῶν εἰς σοφίαν, εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός, ἀσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμων, ᾧ ἕπεται ἀθέους αὐτοὺς λογίζεσθαι. παιδεία δὲ ἀρχὴ σοφίας, «σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν», λέγει ἡ γραφή.

(34) Τίνα δὲ τὰ φοβερὰ ὁ νόμος καταγγέλλει, θεασώμεθα. εἰ μὲν τὰ μεταξὺ ἀρετῆς καὶ κακίας, οἷον πενίαν καὶ νόσον καὶ ἀδοξίαν καὶ δυσγένειαν καὶ ὅσα

 

 

354

παραπλήσια, ταῦτα μὲν καὶ οἱ κατὰ πόλιν νόμοι προτείνοντες ἐπαινοῦνται, καὶ τοῖς ἐκ Περιπάτου τρία γένη τῶν ἀγαθῶν εἰσηγουμένοις καὶ τὰ τούτων ἐναντία λογιζομένοις εἶναι κακὰ ἀρμόνιος ἥδε ἡ δόξα· ἡμῖν δὲ ὁ δοθεὶς νόμος τὰ τῷ ὅντι κακὰ ἀποφεύγειν προστάττει, μοιχείαν, ἀσέλγειαν, παιδεραστίαν, ἄγνοιαν, ἀδικίαν, νόσον ψυχῆς, θάνατον, οὐ τὸν διαλύοντα ψυχὴν ἀπὸ σώματος, ἀλλὰ τὸν διαλύοντα ψυχὴν ἀπὸ ἀληθείαςˑ δειναὶ γὰρ καὶ φοβεροὶ τῷ ὅντι κακίαι αὗται καὶ αἱ ἀπὸ τούτων ἐνέργειαιˑ «οὐ μὴν ἀδίκως» ἐκτείνεσθαι «δίκτυα πτερωτοῖς» λέγουσιν οἱ χρησμοὶ οἱ θεῖοι, «αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά·» πῶς οὖν ἔτι οὐκ ἀγαθὸς ὁ νόμος πρὸς τινῶν αἱρέσεων λέγεται ἐπιβοωμένων τὸν ἀπόστολον λέγοντα «διὰ γὰρ νόμου γνῶσις ἁμαρτίας»; πρὸς οὐς φαμενˑ ὁ νόμος οὐκ ἐποίησεν, ἀλλ’ ἔδειξεν τὴν ἁμαρτίανˑ προστάξας γὰρ ἃ ποιητέον ἤλεγξε τὰ μὴ ποιητέα. ἀγαθοῦ δὲ τὸ μὲν σωτήριον ἐκδιδάξαι, τὸ δὲ δηλητήριον ἐπιδείξαι, καὶ τῷ μὲν χρῆσθαι συμβουλεῦσαι, τὸ δὲ ἀποφυγεῖν κελεῦσαι. (35) αὐτίκα ὁ ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ ὑπόστασιν εἰληφέναι. πῶς δ’ οὐκ ἀγαθὸς ὁ παιδεύων νόμως, «ὁ παιδαγωγὸς εἰς Χριστόν» δοθείς, ἵνα δὴ ἐπιστρέψωμεν διὰ φόβου παιδευτικώς κατευθυνόμενοι πρὸς τὴν διὰ Χριστοῦ τελείωσιν; «οὐ βούλομαι» φησὶν, «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ.» μετάνοιαν δὲ ἐντολή ποιεῖ, κωλυτική μὲν τῶν μὴ ποιητέων, ἐπαγγελτική δὲ τῶν εὐεργεσιῶν. θάνατον, οἶμαι, τὴν ἄγνοιαν λέγειˑ καὶ «ὁ ἐγγὺς κυρίου πλήρης μαστίγων» ὁ συνεγγίζων δηλονότι τῇ γνώσει κινδύνων, φόβων, ἀνιών, θλίψεων διὰ τὸν πόθον τῆς ἀληθείας ἀπολαύειˑ «υἱὸς γὰρ πεπαιδευμένος σοφὸς ἀπέβη, καὶ διεσώθη ἀπὸ καύματος υἱὸς νοήμῶν, υἱὸς δὲ νοήμῶν δέξεται ἐντολάς.» καὶ Βαρνάβας ὁ ἀπόστολος «οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες» προτάξας ἐπήγαγεν «πνευματικοὶ γενώμεθα, ναὸς τέλειος τῷ θεῷ. ἐφ' ὅσον ἐστὶν ἐφ’ ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθώμεν.» ὅθεν «ἀρχὴ σοφίας φόβος θεοῦ» θείως λέλεκται.

 

 

355

VIII

(36) Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτὸν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσματι καὶ τῷ θεάματι παρ' ἐλπίδας εὐηγγελισμένον, καὶ τὴν ἔκπληξιν αὐτοῦ φόβον κληθήναι ἀρχὴν γενόμενον σοφίας φυλοκρινητικῆς τε καὶ διακριτικῆς καὶ τελεωτικῆς καὶ ἀποκαταστατικῆςˑ οὐ γὰρ μόνον τὸν κόσμον, ἀλλὰ καὶ τὴν ἐκλογὴν διακρίνας ὁ ἐπὶ πᾶσι προπέμπει, ἔοικε δὲ καὶ Οὐαλεντῖνος ἐν τινι ἐπιστολῇ τοιαῦτά τίνα ἐν νῷ λαβὼν αὐταῖς γράφειν ταῖς λέξεσι· «καὶ «ὡσπερεί φόβος ἐπ ἐκείνου τού πλάσματος ὑπῆρξε τοῖς ἀγγέλοις, ὅτε μείζονα ἔφθέγξατο τῆς πλάσεως διὰ τὸν ἀοράτως ἐν αὐτῷ σπέρμα δεδωκότα τῆς ἄνωθεν οὐσίας καὶ παῤῥησιαζόμενονˑ ουτω καὶ ἐν ταῖς γενεαῖς τῶν κοσμικῶν ἀνθρώπων φόβοι τὰ ἔργα τῶν ἀνθρώπων τοῖς ποιοῦσιν ἐγένετο, οἷον ἀνδριἀντες καὶ εἰκόνες καὶ πάνθ' ἃ χεῖρες ἀνύουσιν εἰς ὄνομα θεοῦˑ εἰς γὰρ ὄνομα Ἀνθρώπου πλασθεὶς Ἀδάμ φόβον παρέσχεν προόντος Ἀνθρώπου, ὡς δὴ αὐτοῦ ἐν αὐτῷ καθεστώτος, καὶ κατεπλάγησαν καὶ ταχύ τὸ ἔργον ἠφάνισαν.»

(37) Μιᾶς δ’ οὔσης ἀρχῆς, ὡς δειχθήσεται ὕστερον, τερετίσματα καὶ μινυρίσματα ἀναπλάσσοντες οἶδε οἱ ἄνδρες φανήσονται. ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ κυρίου τῷ θεῷ συμφέρειν ἔδοξεν, «ἀρχὴ σοφίας φόβος» εἴρηται «κυρίου», παρὰ κυρίου διὰ Μωυσέως δοθεὶς τοῖς ἀπειθοῦσι καὶ σκληροκαρδίοιςˑ οῦς γὰρ οὐχ αἰρεῖ λόγος, τιθασεύει τούτους φόβος, ὃ καὶ προϊδὼν ἄνωθεν ὁ παιδεύων λόγος ἐκατέρῳ τῶν τρόπων, ἐκκαθαίρων οἰκείως εἰς θεοσέβειαν, ἡρμοσεν ὄργανον. ἔστι μὲν οὖν ἡ [μὲν] ἔκπληξις φόβος ἐκ φαντασίας ἀσυνήθους ἡ ἐπ ἀπροσδοκήτῳ φαντασίᾳ, ἅτε καὶ ἀγγελίας, φόβος δὲ ὡς γεγονότι ἡ ὄντι ἡ θαυμασιότης ὑπερβάλλουσα. οὐ συνορῶσι τοίνυν ἐμπαθῆ ποιήσαντες δὶ ἐκπλήξεως τὸν μέγιστον καὶ πρὸς αὐτῶν ἀνυμνούμενον θεὸν καὶ πρὸ γε τῆς ἐκπλήξεως ἐν ἀγνοίᾳ γενόμενον. εἰ δὴ ἄγνοια προκατῆρξε τῆς ἐκπλήξεως, ἡ δ’ ἔκπληξις καὶ ὁ φόβος ἀρχὴ σοφίας [φόβος] τοῦ θεοῦ γεγένηται, κινδυνεύει τῆς τε σοφίας τοῦ θεοῦ καὶ τῆς κοσμοποιίας ἁπάσης, ἀλλὰ καὶ τῆς ἀποκαταστάσεως αὐτῆς τῆς ἐκλογῆς ἄγνοια προκατάρχειν αἰτιωδῶς.

 

 

356

(38) πότερον οὖν τῶν καλῶν ἢ φαύλων ἡ ἄγνοια; ἀλλ’ εἰ μὲν τῶν καλῶν, τί παύεται ἐκπλήξει; καὶ παρέλκει ὁ διάκονος αὐτοῖς καὶ τὸ κήρυγμα καὶ τὸ βάπτισμα. εἰ δὲ τῶν φαύλων, πῶς τῶν καλλίστων αἰτιον τὸ κακόν; εἰ μὴ γὰρ προϋπήρχεν ἀγνοια, οὐκ ἂν ὁ διάκονος κατῆλθεν, οὐδ’ ἄν ἔκπληξις εἶλε τὸν Ἄρχοντα, ὡς αὐτοὶ λέγουσιν, οὐδ’ ἄν ἀρχὴν σοφίας ἐκ τοῦ φόβου ἔλαβεν εἰς τὴν φυλοκρίνησιν τῆς τε ἐκλογῆς τῶν τε κοσμικών, εἰ δὲ ὁ φόβος τοῦ προόντος Ἀνθρώπου ἐπιβούλους τοῦ σφετέρου πλάσματος πεποίηκε τοὺς ἀγγέλους, ὡς ἐνιδρυμένου τῷ δημιουργήματι ἀοράτου τοῦ σπέρματος τῆς ἄνωθεν οὐσίας, ἡ ὑπολήψει κενή παρεζήλωσαν, ὅπερ ἀπίθανον, ἀγγέλους δημιουργίας ἧς ἐπιστεύθησαν οἷον τέκνου τινὸς αὐθέντας γενέσθαι, ἄγνοιαν πᾶσαν κατεγνωσμένους· ἡ προγνώσει ἐνεχόμενοι κεκίνηνται, ἀλλ’ οὐκ ἂν ἐπεβούλευσαν δι’ οὗ ἐπεχείρησαν, ᾧ προέγνωσαν, οὐδ’ ἄν κατεπλάγησαν τὸ ἔργον τὸ αὐτῶν, ἐκ προγνώσεως τὸ ἄνωθεν σπέρμα νενοηκότεςˑ ἢ τὸ τελευταῖον γνώσει πεποιθότες ἐτόλμησαν ὅ καὶ αὐτὸ ἀδύνατον, μαθόντας τὸ διαφέρον τὸ ἐν πληρώματι Ἀνθρώπῳ ἐπιβουλεύειν, ἔτι καὶ τὸ «κατ' εἰκόνα», ἐν ᾧ καὶ τὸ ἀρχἐτυπον καὶ τὸ σὺν τῇ γνώσει τῇ λοιπή ἄφθαρτον παρειλήφεσαν.

(39) Τούτοις τε οὖν αὐτοῖς καὶ ἑτέροις τισί, μάλιστα δὲ τοῖς ἀπὸ Μαρκίωνος ἐμβοᾷ οὐκ ἐπαΐουσιν ἡ γραφῇˑ «ὁ δὲ ἐμοῦ ἀκοὐων ἀναπαήσεται ἐπ' εἰρήνης πεποιθώς, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.» τί τοίνυν τὸν νόμον βούλονται; κακὸν μὲν οὖν οὐ φήσουσι, δίκαιον δέ, διαστέλλοντες τὸ ἀγαθὸν τοῦ δικαίου, ὁ δὲ κύριος φοβεῖσθαι τὸ κακὸν προστάττων οὐ κακῷ τὸ κακὸν ἀπαλλάττει, τῷ δὲ ἐναντίῳ τὸ ἐναντίον καταλύει, ἀγαθῷ δὲ κακὸν ἐναντίον, ὡς δίκαιον ἀδίκῳ. εἰ τοίνυν κακῶν ἀποχὴν ἀφοβίαν εἴρηκεν ἣν ὁ τοῦ κυρίου φόβος ἐργάζεται, ἀγαθὸν ὁ φόβος, καὶ ὁ ἐκ τοῦ νόμου φόβος οὐ μόνον δίκαιος, ἀλλὰ καὶ ἀγαθὸς κακίαν ἀναιρῶνˑ φόβῳ δὲ ἀφοβίαν εἰσάγων οὐ πάθει ἀπάθειαν, παιδείᾳ δὲ μετριοπάθειαν ἐμποιεῖ. ἐπὰν οὖν ἀκούσωμενˑ «τίμα τὸν κύριον καὶ ἱσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον,» τὸ φοβεῖσθαι ἁμαρτάνειν, ἕπεσθαι δὲ ταῖς ὑπὸ θεοῦ δοθείσαις ἐντολαῖς τιμήν εἶναι τοῦ θεοῦ ἐκδεχόμεθα. (40) δέος δὲ ἐστι φόβος θείου, ἀλλ’ εἰ καὶ πάθος ὁ φόβος, ὡς βούλονται τινες, ὅτι φόβος ἐστι πάθος, οὐχ ὁ

 

 

357

πᾶς φόβος πάθος, ἡ γοῦν δεισιδαιμονία πάθος, φόβος δαιμόνων οὖσα ἐκπαθῶν τε καὶ ἐμπαθώνˑ ἔμπαλιν οὖν ὁ τοῦ ἀπαθοῦς θεοῦ φόβος ἀπαθήςˑ φοβείται γὰρ τις οὗ τὸν θεόν, ἀλλὰ τὸ ἀποπεσεῖν τοῦ θεοῦ· ὁ δὲ τοῦτο δεδιὼς τὸ τοῖς κακοῖς περιπεσεῖν φοβείται καὶ δέδιεν τὰ κακά· ὁ δεδιὼς δὲ τὸ πτῶμα ἄφθαρτον ἑαυτόν καὶ ἀπαθῆ εἶναι βούλεται, «σοφὸς φοβηθείς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἀφρων μίγνυται πεποιθώς,» ἡ γραφὴ λέγειˑ αὖθις τε «ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος» φησὶν.

 

IX

(41) Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπὶ τε τὴν μετάνοιαν ἐπὶ τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ ** [εὐ]εμπτωσία λαμβάνεται εἰς ἐλπίδα, ἣν ἐπὶ τὴν ἀγάπην χειραγωγεῖν μεμαθήκαμεν. ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἡ συνελόντι φάναι κοινωνία βίου ἢ ἐκτενεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρήσιν ἐταίρων. ὁ δὲ ἐταῖρος ἕτερος ἐγὼˑ ᾗ καὶ ἀδελφους τοὺς τῷ αὐτῷ λόγῳ ἀναγεννηθέντας προσαγορεύομεν. παράκειται δὲ τῇ ἀγάπη ἤ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρήσιν ξένωνˑ ξένοι δὲ ὧν ξένα τὰ κοσμικά, κοσμικοὺς γὰρ τοὺς εἰς γῆν ἑλπίζοντας καὶ τὰς σαρκικὸς ἐπιθυμίας ἐξακούομενˑ «μὴ συσχηματίζεσθε», φησὶν ὁ ἀπόστολος, «τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.» ἀναστρέφει τοίνυν ἡ φιλοξενία περὶ τὸ ὠφέλιμον τοῖς ξένοις, ξένοι δὲ οἱ ἐπίξενοι, ἐπίξενοι δὲ οἱ φίλοι, φίλοι δὲ οἱ ἀδελφοίˑ «φίλε κασίγνητε» φησὶν Ὅμηρος, ἤ τε φιλανθρωπία, δὶ ἤν καὶ ἡ φιλοστοργία, φιλική χρῆσις ἀνθρώπων ὑπάρχουσα, ἡ τε φιλοστοργία, φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἡ οἰκείων, συμπαρομαρτοῦσιν ἀγάπη. (42) εἰ δ’ ὁ τῷ ὅντι ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστιν ὁ πνευματικός, φιλαδελφία ἡ φιλανθρωπία τοῖς τοῦ αὐτοῦ πνεύματος κεκοινωνηκόσινˑ στέρξις δ’ αὖ τήρησίς ἐστιν εὐνοιας ἢ ἀγαπήσεως, ἀγάπησις δὲ ἀπόδεξις παντελής, καὶ τὸ ἀγαπᾶν ἀρέσκεσθαι τῷ ἤθει, ἀγόμενὸν τε καὶ ἀπαγόμενον ἀγονται δὲ εἰς ταύτότητα δι’ ὁμόνοιαν, ἐπιστήμην οὖσαν κοινῶν ἀγαθῶνκαί γὰρ ἡ ὁμογνωμοσύνη συμφωνία γνωμῶν.

 

 

358

και «ἡ ἀγάπη» φησὶν «ἀνυπόκριτος ἔστω ἡμῖν, αὐτοι τε ἀποστυγοῦντες τὸ πονηρὸν γινώμεθα, κολλώμενοι τῷ ἀγαθῷ τῇ φιλαδελφίᾳ τε» καὶ τὰ ἑξῆς ἕως «εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεὐοντες.» ἔπειτα «μὴ νικῶ» λέγει «ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» Ἰουδαῖοις τε ὁ αὐτὸς ἀπόστολος μαρτυρεῖν ὁμολογεῖ «ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ' ἐπίγνωσιν ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνη τοῦ θεοῦ οὐχ ὑπετάγησαν» οὐ γὰρ τὸ βούλημα τοῦ νόμου ἔγνωσάν τε καὶ ἐποίησαν, ἀλλ’ ὅ ὑπέλαβον αὐτοί, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ᾠήθησαν οὐδ’ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν, λόγῳ δὲ ψιλῷ καὶ φόβῳ, ἀλλ’ οὐ διαθέσει καὶ πίστει ήκολούθησαν «τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην», ὁ ὑπὸ νόμου προφητευθείς, «παντὶ τῷ πιστεύοντι.» (43) ὅθεν εἴρηται τούτοις παρὰ Μωυσέωςˑ «ἐγὼ παραξηλώσῳ ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς», τῷ εἰς ὑπακοὴν δηλονότι εὐτρεπεῖ γενομένῳ. καὶ διὰ Ἡσαΐου «εὑρέθην» λέγει «τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανής ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτωσι,» πρὸ τῆς τοῦ κυρίου παρουσίας δηλαδή, μεθ' ἣν καὶ τῷ Ἰσραὴλ ἐκεῖνα τὰ προφητευθέντα οἰκείως λέγεται νῦν «ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» ὁρᾷς τὴν αἰτίαν τῆς ἐξ ἐθνῶν κλήσεως σαφῶς πρὸς τοῦ προφήτου ἀπείθειαν τοῦ λαοῦ καὶ αντιλογίαν εἰρημένην; εἶθ' ἡ ἀγαθότης καὶ ἐπὶ τούτοις δείκνυται τοῦ θεοῦˑ φησὶ γὰρ ὁ ἀπόστολος· «ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτὴρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλωσαι αὐτοὺς» καὶ μετανοῆσαι βουληθῆναι. ὁ Ποιμήν δὲ ἁπλῶς ἐπὶ τῶν κεκοιμημένων θεὶς τὴν λέξιν δικαίους οἴδέ τινας ἐν ἔθνεσι καὶ ἐν Ἰουδαῖοις οὐ μόνον πρὸ τῆς τοῦ κυρίου παρουσίας, ἀλλὰ καὶ πρὸ νόμου κατὰ τὴν πρὸς θεὸν εὐαρέστησιν, ὡς Ἄβελ, ὡς Νῶε, ὡς εἴ τις ἕτερος δίκαιος. (44) φησὶ γοῦν τοὺς ἀποστόλους καὶ διδασκάλους τοὺς κηρύξαντας τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κοιμηθέντας τῇ δυνάμει καὶ τῇ πίστει κηρῦξαι τοῖς προκεκοιμημένοις. εἶτα ἐπιφέρειˑ «καὶ αὐτοὶ ἔδωκαν αὐτοῖς τὴν σφραγῖδα τοῦ κηρύγματος, κατέβησαν οὖν μετ' αὐτῶν εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνέβησαν. ἀλλ’ οὗτοι ζῶντες κατέβησαν καὶ πάλιν ζῶντες ἀνέβησαν ἐκεῖνοι δὲ οἱ προκεκοιμημένοι νεκροὶ κατέβησαν,

 

 

359

ζῶντες δὲ ἀνέβησαν. διὰ τούτων οὖν ἐζωοποιήθησαν καὶ ἐπέγνωσαν τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. διὰ τοῦτο καὶ συνανέβησαν μετ' αὐτῶν καὶ συνήρμοσαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἀλατόμητοι συνῳκοδομήθησανˑ εν δικαιοσύνῃ [γὰρ] ἐκοιμήθησαν καὶ ἐν μεγάλη ἀγνείᾳ, μόνην δὲ τὴν σφραγῖδα ταύτην οὐκ ἔσχον.» «ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοίς εἰσι νόμως» κατὰ τὸν ἀπόστολον.

(45) Ὡς μὲν οὖν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, τί χρὴ λέγειν, ἐπιδεδειγμένου ἤδη ὡς πίστις μὲν ἐπὶ μετανοίᾳ ἐλπίδι τε, εὐλάβεια δὲ ἐπὶ πίστει, καὶ ἡ ἐν τούτοις ἐπιμονή τε καὶ ἄσκησις ἅμα μαθήσει συμπεραιοῦται εἰς ἀγάπην, ἤ δὲ τῇ γνώσει τελειοῦται; ἐκεῖνο δὲ ἐξ ἀνάγκης παρασημειωτεον ὡς μόνον τὸ θεῖον σοφὸν εἶναι φύσει νοεῖσθαι χρή'ˑ διὸ καὶ ἡ σοφία δύναμις θεοῦ ἡ διδάξασα τὴν ἀλήθειανˑ κἀνταῦθά που εἴληπται ἡ τελείωσις τῆς γνώσεως. φιλεῖ δὲ καὶ ἀγαπᾳ τὴν ἀλήθειαν ὁ φιλόσοφος, ἐκ τοῦ θεράπων εἶναι γνήσιος δι’ ἀγάπην ἤδη φίλος νομισθείς. ταύτης δὲ ἀρχὴ τὸ θαυμάσαι τὰ πράγματα, ὡς Πλάτων ἐν Θεαιτήτῳ λέγει, καὶ Ματθίας ἐν ταῖς Παραδόσεσι παραινῶν «θαύμασον τὰ παρόντα», βαθμὼν τοῦτον πρῶτον τῆς ἐπέκεινα γνώσεως ὑποτιθέμενοςή κἂν τῷ καθ' Ἑβραίους εὐαγγελίῳ «ὁ θαυμάσας βασιλεύσει» γέγραπται «καὶ ὁ βασιλεύσας ἀναπαήσεται». ἀδύνατον οὖν τὸν ἀμαθῆ, ἐστ’ ἂν μένῃ ἀμαθής, φιλοσοφεῖν [δέ], τὸν γε μὴ ἔννοιαν σοφίας εἰληφότα, φιλοσοφίας οὔσης ὀρέξεως τοῦ ὄντως ὅντος καὶ τῶν εἰς τοῦτο συντεινόντων μωθημάτων. κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίατασθαι, ὡς χρησπέον καὶ ποιητέον, [καὶ] συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτὴρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δὶ οὗ καθορᾶται τὰ κατ' ἀλήθειαν καλὰ καὶ δίκαια, εὐσέβεια ** ἔστι πρᾶξις ἑπομένη καὶ ἀκόλουθος θεῷ.

 

X

(46) Τριῶν τοίνυν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος, πρῶτον μὲν τῆς θεωρίας, δεύτερον δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον ἀνδρῶν ἀγαθῶν

 

 

360

κατασκευῆςˑ ἄ δὴ συνελθόντα τὸν γνωστικὸν ἐπιτελεῖ. ὅ τι δ’ ἄν ἐνδέῃ τοὑτων, χωλεὑει τὰ τῆς γνώσεως. ὅθεν θείως ἡ γραφή φησι· «καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν κατὰ [τὰ] ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ῆ κατῳκήσατε ἐν αὐτῇ, οὐ ποιήσετεˑ καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναὰν, εἰς ἤν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε· καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθετά κρίματά μου ποιήσετε καὶ τὰ προστάγματα μου φυλάξεσθε, πορεύεσθαι ἐν αὐτοῖςˑ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά. ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖςˑ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.» (47) εἴτ’ οὖν κόσμου καὶ ἀπάτης εἴτε παθῶν καὶ κακιῶν σύμβολον Αἴγυπτος καὶ ἡ Χανανῖτις γῆ, ὧν μὲν ἀφεκτέον, ὁποῖα δὲ ἐπιτηδευτέον ὡς θεῖα καὶ οὐ κοσμικά, ἐπιδείκνυσιν ἡμῖν τὸ λόγιον. ὅταν δὲ εἴπῃ «ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς», τὴν τε Ἑβραίων αὐτῶν ἐπανόρθωσιν τὴν τε τῶν πέλας, ἡμῶν αὐτῶν, συνάσκησίν τε καὶ προκοπῆν ζωὴν λέγει αὐτῶν τε καὶ ἡμῶν. «οἱ γὰρ νεκροὶ τοῖς παραπτώμασι συζωοποιοῦνται Χριστῷ» διὰ τῆς ἡμετέρας διαθήκης, πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ «ἐγὼ κύριος ὁ θεὸς ὑμῶν» δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνήσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη. αὕτη ἂν εἴη μόνη ἡ τῆς σοφίας γνῶσις, ἧς οὐδέποτε χωρίζεται ἡ δικαιοπραγία.

 

XI

(48) Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ’ Ἕλλησι φιλόσοφοι, «γνῶσις φυσιοῖ» κατὰ τὸν ἀπόστολονˑ πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη ἐπιστημονικὴ ἀπόδειξις τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν παραδιδομένων. φήσαιμεν δ’ ἂν αὐτὴν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. πίστεως δ’ οὔσης διττής, τῆς μὲν ἐπιστημονικής, τῆς δὲ δοξαστικής, οὐδὲν κωλύει ἀπόδειξιν ὀνομάζειν διττήν, τὴν μὲν ἐπιστημονικήν, τὴν δὲ δοξαστικήν, ἐπεὶ καὶ ἡ γνῶσις καὶ ἡ πρόγνωσις διττὴ

 

 

361

λέγεται, ἤ μὲν ἀπηκριβωμένην ἔχουσα τὴν ἑαυτῆς φύσιν, ἤ δὲ ἐλλιπή, καὶ μὴ τι ἡ παρ' ἡμῖν ἀπόδειξις μόνη ἂν εἴη ἀληθής, ἅτε ἐκ θείων χορηγούμενῃ γραφῶν, τῶν ἱερῶν γραμμάτων καὶ τῆς «θεοδιδάκτου» σοφίας κατὰ τὸν ἀπόστολον. μάθησις γοῦν καὶ τὸ πείθεσθαι ταῖς ἐντολαῖς, ὅ ἐστι πιστεύειν τῷ θεῷ. καὶ ἡ πίστις δύναμις τις τοῦ θεοῦ, ἰσχὺς οὖσα τῆς ἀληθείας. (49) αὐτίκα φησὶν «ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, μεταστήσετε τὸ ὅροςˑ» καὶ πάλιν «κατὰ τὴν πίστιν σου γενηθήτω σοι» καὶ ὃ μὲν θεραπεύεται προσλαβὼν τῇ πίστει τὴν ἴασιν, ὃ δὲ νεκρὸς ἀνίσταται διὰ τὴν τοῦ πιστεύσαντος ὅτι ἀναστήσεται ἱσχύν. ἡ δὲ δοξαστική ἀπόδειξις ἀνθρωπική τε ἐστι καὶ πρὸς τῶν ῥητορικῶν γινομένη ἐπιχειρημάτων ἢ καὶ διαλεκτικῶν συλλογισμῶν, ἡ γὰρ ἀνωτάτω ἀπόδειξις, ἣν ᾐνιξάμεθα ἐπιστημονικήν, πίστιν ἐντίθησι διὰ τῆς τῶν γραφῶν παραθέσεώς τε καὶ διοίξεως ταῖς τῶν μανθάνειν ὀρεγομένων ψυχαῖς, ἥτις ἂν εἴη γνῶσις. εἰ γὰρ τὰ παραλαμβανόμενα πρὸς τὸ ζητούμενον ἀληθῆ λαμβάνεται, ὡς ἂν θεῖα ὅντα καὶ προφητικὰ, δῆλόν που ὡς καὶ τὸ συμπέρασμα τὸ ἐπιφερόμενον αὐτοῖς ἀκολούθως ἀληθὲς ἐπενεχθήσεταιˑ καί εἴη ἂν ὀρθῶς ἡμῖν ἀπόδειξις ἡ γνῶσις.

(50) Ἡνίκα γοῦν τῆς οὐρανίου καὶ θείας τροφῆς τὸ μνημόσυνον ἐν στάμνῳ χρυσῷ καθιεροῦσθαι προσετάττετο, «τὸ γόμορ» φησὶ «τὸ δέκατον τῶν τριῶν μέτρων ἦν». ἐν ἡμῖν γὰρ αὐτοῖς τρία μέτρα, τρία κριτήρια μηνύεται, αἴσθησις μὲν αἰσθητῶν, λεγομένων δὲ [καὶ] ὀνομάτων καὶ ῥημάτων ὁ λόγος, νοητῶν δὲ νοῦς. ὁ τοίνυν γνωστικὸς ἀφέξεται μὲν τῶν κατὰ λόγον καὶ τῶν κατὰ διάνοιαν καὶ τῶν κατὰ αἴσθησιν καὶ ἐνέργειαν ἁμαρτημάτων, ἀκηκοὼς ὅπως «ὁ ἰδὼν πρὸς ἐπιθυμίαν ἐμοίχευσεν,» λαβὼν τε ἐν νῷ ὡς «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται,» κάκεῖνο ἐπιστάμενος ὅτι «οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοί τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα διὰ τοῦ στόματος ἐκεῖνα κοινοί τὸν ἄνθρωπονέκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοί.» τοῦτ’, οἶμαι, τὸ κατὰ θεὸν ἀληθινὸν καὶ δίκαιον μέτρον, ᾧ μετρεῖται τὰ μετρούμενα, ἡ τὸν ἄνθρωπον συνέχουσα δεκάς, ἣν ἐπὶ κεφαλαίων τὰ προειρημένα τρία ἐδήλωσεν μέτρα, εἴη δ’ ἂν σῶμά τε καὶ ψυχὴ αἵ τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν καὶ σπερματικὸν καὶ τὸ διανοητικὸν ἢ πνευματικὸν ἢ ὅπως καὶ βούλει καλεῖν.

 

 

362

(51) χρὴ δὲ ὡς ἔπος εἰπεῖν τῶν ἄλλων πάντων ὑπεραναβαίνοντας ἐπὶ τὸν νοῦν ἰστασθαι, ὥσπερ ἀμέλει κἂν τῷ κόσμῳ τὰς ἐννέα μοίρας ὑπερπηδήσαντας, πρώτην μὲν τὴν διὰ τῶν τεσσάρων στοιχείων ἐν μιὰ χώρᾳ τιθεμένων διὰ τὴν ἴσην τροπήν, ἔπειτα δὲ τὰς ἐπτὰ τὰς πλανωμένας τὴν τε ἀπλανῆ ἐνάτην, ἐπὶ τὸν τέλειον ἀριθμὸν τὸν ὑπεράνω τῶν ἐννέα, τὴν [δὲ] δεκάτην μοῖραν, ἐπὶ τὴν γνῶσιν ἀφικνείσθαι τοῦ θεοῦ, συνελόντι φάναι μετὰ τὴν κτίσιν τὸν ποιητὴν ἐπιποθοῦντας. διὰ τοῦτο αἱ δεκάται τοῦ τε οἶφι τῶν τε ἱερείων τῷ θεῷ προσεκομίζοντο, καὶ ἡ τοῦ πάσχα ἑορτή ἀπὸ δεκάτης ἤρχετο, παντὸς πάθους καὶ παντὸς αἰσθητού διάβασις οὖσα. πέπηγεν οὖν τῇ πίστει ὁ γνωστικὸς, ὁ δὲ οἰησίσοφος ἐκὼν τῆς ἀληθείας οὐχ ἀπτεται, ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος. εἰκότως οὖν γέγραπταιˑ «ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ φκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ» ἑρμηνεύεται δὲ ἡ μὲν Ναὶδ σάλος, ἡ δὲ Ἐδὲμ τρυφήπίστις δὲ καὶ γνῶσις καὶ εἰρήνη ἡ τρυφή, ἧς ὁ παρακούσας ἐκβάλλεται, ὁ δὲ οἰησίσοφος τὴν ἀρχὴν οὐδὲ ἐπαΐειν βούλεται τῶν θείων ἐντολῶν, ἀλλ’ οἶον αὐτομαθὴς ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἐκὼν μεθίσταται, εἰς τὰ θνητά τε καὶ γεννητά καταβαίνων ἐκ τῆς τοῦ ἀγεννήτου γνώσεως, ἀλλοτε ἀλλοῖα δοξάζων. «οἶς δὲ μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα» ὁ λογισμὸς καὶ τὸ ἡγεμονικὸν ἀπταιστον μένον καὶ καθηγούμενον τῆς ψυχῆς κυβερνήτης αὐτῆς εἴρηταιˑ ὄντωςγὰρ ἀτρέπτῳ πρὸς τὸ ἄτρεπτον ἡ προσαγωγή. (52) οὕτως «Ἀβραὰμ ἐστώς ἦν ἀπέναντι κυρίου καὶ ἐγγίσας εἶπεν» καὶ τῷ Μωυσεῖ λέγεται «σύ δὲ αὐτοῦ στηθι μετ' ἐμοῦ.» οἱ δὲ ἀμφὶ τὸν Σίμωνα τῷ Ἐστώτι, ὅν σέβουσιν, ἐξομοιοῦσθαι [τὸν] τρόπον βούλονται, ἡ πίστις οὖν ἡ τε γνῶσις τῆς ἀληθείας αἰεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν κατασκευάζουσι τὴν ἑλομένην αὐτὰς ψυχὴν, συγγενές δὲ τῷ ψεύδει μετάβασις [καὶ] ἐκτροπὴ καὶ ἀπόστασις, ὥσπερ τῷ γνωστικῳ ἠρεμία καὶ ἀνάπαυσις καὶ εἰρήνη, καθάπερ οὖν τὴν φιλοσοφίαν ὁ τύφος καὶ ἡ οἴησις διαβέβληκεν, οὕτως καὶ τὴν γνῶσιν ἡ ψευδής γνῶσις, ἡ [τε] ὁμωνύμως καλουμένῃ, περὶ ἧς ὁ ἀπόστολος γράφων «ὦ Τιμόθεε,» φησὶν, «τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βέβηλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου

 

 

363

γνώσεως, ἤν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ὴστόχησαν.» ὑπὸ ταύτης ἐλεγχόμενοι τῆς φωνῆς οἰ ἀπὸ τῶν αἱρέσεων τὰς πρὸς Τιμόθεον ἀθετοῦσιν ἐπιστολὰς. φέρε οὖν εἰ ὁ κύριος «ἀλήθεια» καὶ «σοφία καὶ δύναμις θεοῦ», ὥσπερ οὖν ἐστι, δειχθειῆ ὅτι τῷ ὅντι γνωστικὸς ὁ τοῦτον ἐγνωκώς καὶ τὸν πατέρα τὸν αὐτοῦ δι’ αὐτοῦσυναίσθεται γὰρ τοῦ λέγοντος«χείλῃ δικαίων ἐπίσταται ὑῴηλά.»

XII

(53) Τῆς δὲ πίστεως καθάπερ τοῦ χρόνου διττῶν ὅντων εὅροιμεν ἄν διττάς ἀρετάς συνοικούσας ἀμφοῖν. τοῦ γὰρ χρόνου τῷ μὲν παρῳχηκότι ἡ μνήμη, τῷ δὲ μέλλοντι ἐλπίς ἐστιπιστεύομεν δὲ τὰ παρῳχηκότα γεγονέναι καὶ τὰ μέλλοντα ἔσεσθαι· ἀγαπῶμέν τε αὖ, οὕτως ἔχειν τὰ παρῳχηκότα πίστει πεπεισμένοι, τὰ μέλλοντα ἐλπίδι ἀπεκδεχόμενοι. διὰ πάντων γὰρ ἡ ἀγάπη τῷ γνωστικῷ πεφοίτηκεν ἔνα θεὸν εἰδότιˑ «καὶ ἰδού, πάντα ὅσα δεδημιούργηκε λίαν καλὰ» οἶδέν τε καὶ θαυμάζειˑ θεοσέβεια δὲ προστίθησι «μῆκος βίου» καὶ «φόβος κυρίου προστίθησιν ἡμέρας». ὡς οὖν αἱ ἡμέραι μόρων βίου τοῦ κατ' ἐπανάβασιν, οὔτω καὶ ὁ φόβος τῆς ἀγάπης ἀρχή, κατὰ παραύξησιν πίστις γινόμενος, εἶτα ἀγάπηˑ ἀλλ' οὐχ ὡς φοβούμαι τὸ θηρίον καὶ μισώ (διττοῦ τυγχάνοντας τοῦ φόβου), ὡς δὲ καὶ τὸν πατέρα δέδια, ὃν φοβοῦμαι ἅμα καὶ ἀγαπώπάλιν, φοβούμενος μὴ κολασθώ, ἐμαυτὸν ἀγαπῶ, αἰρούμενος τὸν φόβονό [δὲ] φοβούμενος προσκόψαι τῷ πατρὶ ἀγαπᾳ αὐτόν. μακάριος οὖν ὃς πιστὸς γίνεται, ἀγάπῃ καὶ φόβῳ κεκραμένοςˑ πίστις δὲ ἰσχὺς εἰς σωτηρίαν καὶ δύναμις εἰς ζωὴν αἰώνιον. (54) πάλιν ἡ προφητεία πρόγνωσις ἐστιν, ἡ δὲ γνῶσις προφητείας νόησις, οἷον γνῶσις τῶν ἐκείνοις προεγνωσμένων ὑπὸ τοῦ προφαίνοντος τὰ πάντα κυρίου, ἡ τοίνυν γνῶσις τῶν προαγορευθέντων τριττὴν ἐνδείκνυται τὴν ἐκβασιν, ἡ γεγονυῖαν πάλαι ἡ ἐνεστηκυῖαν ἤδη ἡ ἔσεσθαι μέλλουσαν. εἴθ αἱ μὲν ἀκρότητες ὑποπεπτώκασι πίστει ἡ τελεσθέντων ἡ ἑλπιζομένων, πειθὼ δὲ παρέχει ἡ ἐνεστηκυῖα ἐνέργεια πρὸς τὴν βεβαίωσιν ἀμφοῖν τοῖν ἀκροιν. εἰ γὰρ μιᾶς οὔσης τῆς προφητείας τὸ μὲν ἤδη τελείται, τὸ δὲ πεπλήρωται, πιστὸν ἐντεῦθεν καὶ τὸ ἐλπιζόμενον καὶ τὸ παρῳχηκὸς ἀληθές. πρότερον γὰρ ἐνεστὸς ἤν, εἶτα ἡμῖν

 

 

364

παρῴχηκεν, ὡς εἶναι καὶ τὴν τῶν παρῳχηκότων πίστιν κατάληψιν παρῳχηκότος, καὶ τὴν τῶν ἐσομένων ἐλπίδα κατάληψιν ἐσομένου πράγματος, τὰς δὲ συγκαταθέσεις οὐ μόνον οἱ ἀπὸ Πλάτωνος, ἀλλὰ καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἐφ' ἡμῖν εἶναι λέγουσιν. (55) πᾶσα οὖν δόξα καὶ κρίσις καὶ ὑπόληψις καὶ μάθησις, οἶς ζῶμεν καὶ σύνεσμεν αἰεὶ τῷ γένει τῶν ἀνθρώπων, συγκατάθεσις ἐστιν ἡ δ’ οὐδὲν ἄλλο ἡ πίστις εἴη ἀν, ἡ τε ἀπιστία, ἀπόστασις οὖσα τῆς πίστεως, δυνατήν δείκνυσι τὴν συγκατάθεσιν τε καὶ πίστιν ἀνυπαρξίας γὰρ στέρησις οὐκ ἂν λεχθείη. κἂν τις τάληθὲς σκοπῇ, εὐρήσει τὸν ἄνθρωπον φύσει διαβεβλημένον μὲν πρὸς τὴν τοῦ ψεύδους συγκατάθεσιν, ἔχοντα δὲ ἀφορμὰς πρὸς πίστιν τάληθοῦς. «ἡ τοίνυν συνέχουσα τὴν ἐκκλησίαν», ὥς φησὶν ὁ Ποιμήν, «ἀρετὴ ἡ πίστις ἐστί, δι’ ἧς σῴζονται οἱ ἐκλεκτοί τοῦ θεοῦˑ ἡ δὲ ἀνδριζομένη ἐγκράτεια. ἕπεται δ’ αὐταῖς ἀπλότης, ἐπιστήμη, ἀκακία, σεμνότης, ἀγάπη. πᾶσαι δὲ αὗται πίστεώς εἰσι θυγατέρες.» καὶ πάλινˑ «προηγείται μὲν πίστις, φόβος δὲ οἰκοδομεῖ, τελειοῖ δὲ ἡ ἀγάπη.» «φοβητέον οὖν τὸν κύριον», λέγει, «εἰς οἰκοδομὴν, ἀλλ’ οὐ τὸν διάβολον εἰς καταστροφήν.» ἔμπαλιν δέˑ «τὰ μὲν ἔργα τοῦ κυρίου, τουτέστι τὰς ἐντολάς, ἀγαπητέον καὶ ποιητέον, τὰ δὲ ἔργα τοῦ διαβόλου φοβητέον καὶ οὐ ποιητέονό μὲν γὰρ τοῦ θεοῦ φόβος παιδεύει καὶ εἰς ἀγάπην ἀποκαθίστησιν, ὁ δὲ τῶν τοῦ διαβόλου ἔργων μῖσος ἕχει σύνοικον.» ὁ δὲ αὐτὸς καὶ τὴν μετάνοιαν «σύνεσιν» εἶναι φησι «μεγάλην μετανοὼν γὰρ ἐφ’ οἷς εδρασεν οὐκέτι ποιεῖ ἡ λέγει, βασανίζων δὲ ἐφ' οἷς ἥμαρτεν τὴν ἑαυτοῦ ψυχὴν ἀγαθοεργεῖ.» «άφεσις τοίνυν ἁμαρτιῶν μετανοίας διαφέρει, ἄμφω δὲ δείκνυσι τὰ ἐφ' ἡμῖν.»

 

XII I

(56) Τὸν οὖν εἰληφότα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν οὐκέτι ἁμαρτάνειν χρή. ἐπὶ γὰρ τῇ πρώτη καὶ μόνη μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἄν εἴη τῶν προϋπαρξάντων κατὰ τὸν ἐθνικὸν καὶ πρῶτον βίον, τὸν ἐν ἀγνοίᾳ λέγω) αὐτίκα τοῖς κληθείσι πρόκειται μετάνοια ἡ καθαίρουσα τὸν τόπον τῆς ψυχῆς ἀπὸ τῶν πλημμελημάτων, ἵνα ἡ πίστις θεμελιωθῇ. «καρδιογνώστης» δὲ ὧν ὁ κύριος καὶ τὰ μέλλοντα προγινώσκων τὸ τε εὐμετάβολον τοῦ ἀνθρώπου καὶ τὸ παλίμβολον καὶ πανοῦργον τοῦ διαβόλου ἄνωθεν ἀρχήθεν προεῖδεν, ὡς ζηλώσας ἐπὶ τῇ

 

 

365

ἀφέσει τῶν ἁμαρτιῶν τὸν ἄνθρωπον προστρίψεταί τινας αἰτίας τῶν ἁμαρτημάτων τοῖς δούλοις τοῦ θεοῦ, φρονίμως πονηρευόμενος, ὅπως δῃ καὶ αὐτοὶ συνεκπέσοιεν αὐτῷ. (57) ἔδωκεν οὖν ἄλλην ἔτι τοῖς κἂν τῇ πίστει περιπίπτουσί τινι πλημμελήματι πολυέλεος ὧν μετάνοιαν δευτέραν, ἵν', εἴ τις ἐκπειρασθείη μετὰ τὴν κλῆσιν, βιασθείς δὲ καὶ κατασοφισθείς, μίαν ἔτι «μετάνοιαν ἀμετανόητον» λάβῃ. «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερά δὲ τις ἐκδοχή κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.» αἱ δὲ συνεχεῖς καὶ ἐπάλληλοι ἐπὶ τοῖς ἁμαρτήμσσι μετάνοιαι οὐδὲν τῶν καθάπαξ μὴ πεπιστευκότων διαφέρουσιν ἢ μόνῳ τῷ συναίσθεσθαι ὅτι ἁμαρτάνουσιˑ καὶ οὐκ οἶδ’ ὁπότερον αὐτοῖν χεῖρον, ἡ τὸ εἰδότα ἁμαρτάνειν ἤ μετανοήσαντα ἐφ' οἶς ἥμαρτεν πλημμελεῖν αὖθις· τῷ ἑλέγχεσθαι γὰρ ἑκατέρωθεν ἡ ἁμαρτία φαίνεται, ἤ μὲν ἐπὶ τῷ πραχθῆναι καταγινωσκομένῃ πρὸς τοῦ ἐργάτου τῆς ἀνομίας, ἤ δὲ τὸ πραχθησόμενον προγινώσκοντος ὡς φαῦλον ἐπιχειροῦντος. καὶ ὃ μὲν θυμῷ χαρίζεται ἴσως καὶ ἡδονῇ, οὐκ ἀγνοῶν τίσι χαρίζεταιˑ ὃ δὲ ἐφ' οἷς ἐχαρίσατο μετανοῶν, εἶτα παλινδρομῶν αὖθις εἰς ἡδονὴν, συνάπτει τῷ τὴν ἀρχὴν ἐκουσίως ἐξαμαρτάνοντιˑ ἐφ' ᾧ γὰρ τις μετενόησεν, αὖθις τοῦτο ποιῶν, οὗ πράσσει κατεγνωκώς, (58) τοῦτο ἑκὼν ἐπιτελεῖ. ὁ μὲν οὖν ἐξ ἐθνῶν καὶ τῆς προβιότητος ἐκείνης ἐπὶ τὴν πίστιν ὁρμήσας ἅπαξ ἔτυχεν ἀφέσεως ἁμαρτιῶνˑ ὁ δὲ καὶ μετὰ ταῦτα ἁμαρτήσας, εἶτα μετανοῶν, κἂν συγγνώμης τυγχάνῃ, αἰδεῖσθαι ὀφείλει, μηκέτι λουόμενος εἰς ἄφεσιν ἁμαρτιών. δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου «τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός», ἐν πνεύματι δὲ ἀναγεννώμενονˑ ὅπερ εἴη ἂν τὸ μὴ εἰς ταὑτὸν ὑπενεχθέντα πλημμέλημα μετανοῆσαιˑ μνελέτη γὰρ ἔμπαλιν ἁμαρτιῶν τὸ πολλάκις μετανοεῖν καὶ ἐπιτηδειότης εἰς εὐτρεψίαν ἐξ ἀνασκησίας. (59) δόκησις τοίνυν μετανοίας, οὐ μετάνοια, τὸ πολλάκις αἰτεῖσθαι συγγνώμην ἐφ' οἷς πλημμελοῦμεν πολλόκιαςˑ «δικαιοσύνη δὲ ἀμώμους ὁρθοτομτῖ ὁδούς», κέκραγεν ἡ γραφή, καὶ πάλιν αὖˑ «ἡ τοῦ ἀκάκου δικαιοσύνη κατορθώσει τὴν ὁδὸν αὐτοῦ.» ναὶ μὴν «καθὼς οἰκτείρει

 

 

366

πατὴρ υἱούς, ᾠκτείρησεν κύριος τοὺς φοβούμενους αὐτόν» ὁ Δαβὶδ γράφει· «οἱ σπείροντες» οὖν «ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι» τῶν ἐν μετανοίᾳ ἐξομολογουμένων «μακάριοι γὰρ πάντες οἱ φοβούμενοι τὸν κύριον.» ὁρᾷς τὸν [τοῖς] ἐν τῷ εὐαγγελίῳ ἐμφερῆ μακαρισμόν; «μὴ φοβοῦ,» φησὶν, «ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῃ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.» «ἐγὼ δὲ ἐν τῷ ἑλέει σου εἰσελεύσομαι εἰς τὸν οἴκὸν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. κύριε, ὁδήγησὸν με ἐν τῇ δικαιοσύνη σου.»

Ὁρμὴ μὲν οὖν φορὰ διανοίας ἐπὶ τι ἢ ἀπὸ του· πάθος δὲ πλεονάζουσα ὁρμὴ ἡ ὑπερτείνουσα τὰ κατὰ τὸν λόγον μέτρα, ἢ ὁρμὴ ἐκφερομένη καὶ ἀπειθὴς λόγωˑ παρὰ φύσιν οὖν κίνησις ψυχῆς κατὰ τὴν πρὸς τὸν λόγον ἀπείθειαν τὰ πάθη (ἡ δ’ ἀπόστασις καὶ ἐκστασις καὶ ἀπείθεια ἐφ’ ἡμῖν, ὥσπερ καὶ ἡ ὑπακοὴ ἐφ' ἡμῖν διὸ καὶ τὰ ἐκούσια κρίνεται)· αὐτίκα καθ' ἐν ἕκαστον τῶν παθῶν εἴ τις ἐπεξίοι, ἀλογους ὁρέξεις εῦροι ἂν αὐτά.

 

XIV

(60) Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετ' ἀγνοίας, τὸ δὲ ἀνάγκη)· ἐπεὶ πῶς ἂν καὶ δικάσειας περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρόπους ἁμαρτάνειν λεγομένων; ἡ γὰρ αὐτὸν τις ἡγνόησεν, ὡς Κλεομένης καὶ Ἀθάμας οἱ μανέντες, ἤ τὸ πρᾶγμα ὅ πράσσει, ὡς Αἰσχύλος (τὰ μυστήρια ἐπὶ σκηνῆς ἐξειπὼν ἐν Ἀρείῳ πάγῳ κριθείς οὕτως ἀφείθῃ ἐπιδείξας αὐτὸν μὴ μεμυημένον), ἡ τὸ περ[ὶ ὃν] πράττεται ἀγνοήσαι τις, ὥσπερ ὁ τὸν ἀντίπαλον ἀφείς καὶ ἀποκτείνας οἰκεῖον ἀντὶ τοῦ πολεμίου, ἡ τὸ ἐν τινι πράττεται, καθάπερ ὁ ταῖς ἐσφαιρωμέναις λόγχαις γυμναζόμενος καὶ ἀποκτείνας τινὰ τοῦ δόρατος ἀποβαλόντος τὴν σφαῖραν, ἡ τὸ παρὰ τὸ πῶς, ὡς ὁ ἐν σταδίῳ ἀποκτείνας τὸν ἀνταγωνιστήν (οὐ γὰρ θανάτου, ἀλλὰ νίκης χάριν ἡγωνίζετο), ἡ τὸ οὗ ἕνεκα πράττεται, οἷον ὁ ἰατρὸς δέδωκεν ἀντίδοτον ὑγιεινήν καὶ ἀπέκτεινεν, ὃ δὲ οὐ τοῦτου χάριν δέδωκεν, ἀλλὰ τοῦ σώσαι.

(61) Ἐκράτει μὲν οὖν ὁ νόμως τότε καὶ τὸν ἀκουσίως φονεύσαντα ὡς τὸν ἀκουσίως γονοῤῥυή, ἀλλ’ οὐ κατ' ἴσον τῷ ἐκουσίως. καίτοι κάκεῖνος ὡς ἐπί

 

 

367

ἑκουσιῴ κολασθήσεται, εἶ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν τῷ ὅντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου, ὅ καὶ αὐτὸ πάθος ἐστι ψυχῆς ἄλογον, ἐγγύς ἀδολεσχίας ἰὸνˑ «πιστὸς δὲ ¿ρηται πνοῇ κρύπτειν πράγματα.» τὰ προαιρετικά τοίνυν κρίνεται. «κύριος γὰρ ἐτάζει καρδίας καὶ νεφρούςˑ» καὶ ὁ «ἐμβλέῴας πρὸς ἐπιθυμίαν» κρίνεται. διὸ «μηδὲ ἐπιθυμήσης» λέγει καὶ «ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμὰ» φησὶν, «ὴ δὲ καρδία αὐτῶν πόῤῥω ἐστὶν ἀπ’ ἐμοῦ.» εἰς αὐτὴν γὰρ ἀφορὰ τὴν γνώμην ὁ θεὸς, ἐπεὶ καὶ τὴν Λὼτ γυναῖκα ἐπιστραφεῖσαν μόνον ἑκουσίως ἐπὶ τὴν κακίαν τὴν κοσμικὴν κατέλιπεν ἀναίσθητον, ὡς λίθον δείξας ἀλατίνην καὶ στήσας εἰς τὸ μὴ πρόσω χωρεῖν, οὐ μωρὰν καὶ ἀπρακτον εἰκόνα, ἀρτῦσαι δὲ καὶ στῦψαι τὸν πνευματικῶς διορᾶν δυνάμενον.

 

XV

(62) Τὸ δ’ ἐκούσιον ἡ τὸ κατ' ὅρεξιν ἐστιν ἡ τὸ κατὰ προαίρεσιν ἡ τὸ κατὰ διάνοιαν, αὐτίκα παράκειταί πῶς ταῦτα ἀλλήλοις, ἀμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἐστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικώς καὶ ἀσελγώς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπ' ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἤ ἡ ἱεροσυλία, τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται, ἡ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις ἤτοι ἀγνοήσας ἡ ἀδυνατήσας ὑπερβήναι δι’ ἀσθένειαν σώματος, ἀλλ’ ἑφ' ἡμῖν γε ἡ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἡ τε πρὸς τὰς ἐντολὰς ὑπακοὴ. (63) ὧν εἰ μὴ μετέχειν βουληθείημεν θυμῷ τε καὶ ἐπιθυμίᾳ ἐκδοτους σφᾶς αὐτοὺς ἐπιδόντες, ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν τὴν ἑαυτῶν ψυχὴν, ὁ μὲν γὰρ Λάιος ἐκεῖνος κατὰ τὴν τραγῳδίαν φησὶν λέληθεν δὲ με οὐθέν τῶνδε ὧν σὺ νουθετείς,

γνώμην δ’ ἔχοντά με ἡ φύσις βιάζεταιˑ

τουτέστι τὸ ἔκδοτον γεγενήσθαι τῷ πάθει. ἡ Μήδεια δὲ καὶ αὐτὴ ὁμοίως ἐπὶ τῆς σκηνῆς βοᾷˑ

καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,

θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.

 

 

368

ἀλλ' οὐδὲ Αἴας σιωπᾷ, μέλλων δὲ ἑαυτόν ἀποσφάττειν κέκραγενˑ οὐδέν οὖν ἤν πῆμα ἐλευθέρου ψυχὴν δάκνον οὕτως ἀνδρὸς ὡς ἀτιμία·

οὕτως πέπονθα καὶ με συμφοροῦσα

βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει

λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον.

(64) τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδρᾶν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην,

ἤ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.

τὸν γὰρ κωμικὸν ἐκείνον Θρασωνίδην ἀλλη σκηνὴ «παιδισκάριὸν με» φησὶν «εὐτελές καταδεδοὐλωκεν.»

Ἀτύχημα μὲν οὖν παράλογὸς ἐστιν ἁμαρτία, ἡ δὲ ἁμαρτία ἀκούσιος ἀδικία, ἀδικία δὲ ἐκούσιος κακία, ἐστιν οὖν ἡ μὲν ἁμαρτία ἐμὰν ἀκούσιον. διὸ καὶ φησὶνˑ «ἁμαρτία γὰρ ὐμῶν οὐ κυριεύσειού γὰρ ἐστε ὑπὸ νόμων, ἀλλ’ ὑπὸ χάριν,» τοῖς ἤδη πεπιστευκόσι λέγων, «ὅτι τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» ἀτυχία δὲ ἐστιν ἄλλου εἰς ἐμὲ πρᾶξις ἀκούσιος, ἡ δὲ ἀδικία μόνη εὑρίσκεται ἐκούσιος εἴτε ἐμὴ εἴτε ἄλλου.

(65) Ταύτας δ’ αἰνίσσεται τῶν ἁμαρτιῶν τὰς διαφορᾶς ὁ ψαλμῳδὸς μακαρίους λέγων ὧν ὁ θεὸς τὰς μὲν ἀπήλειψεν ἀνομίας, τὰς δὲ ἐπεκάλυψεν ἁμαρτίας, οὐκ ἑλογίσατό τε τὰς ἄλλας καὶ ἀφήκε τὰς λοιπάς. «γέγραπται γάρμακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαιμακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλοςοῦτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.» «καλύπτει μὲν γὰρ ἀγάπη πλῆθος ἁμαρτιών.» ἀπαλείφει δὲ ὁ «τὴν μετάνοιαν μᾶλλον τοῦ ἁμαρτωλοῦ ἡ τὸν θάνατον αἰρούμενος». (66) οὐ λογίζονται δὲ ὅσαι μὴ κατὰ προαίρεσιν συνίστανται»ˑ ὁ γὰρ ἐπιθυμήσας ἤδη μεμωίχευκε» φησὶν. ἀφίησί τε τὰς ἁμαρτίας ὁ «φωτίζων» λόγος «καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, φησὶν ὁ κύριος, ζητήσουσιν τὴν ἀδικίαν Ἰσραήλ, καὶ οὐχ ὑπόρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὐρεθῶσιν,» «ὅτι τις ὥσπερ ἐγὼ; καὶ τις ἀντιστήσεται κατὰ πρόσωπον

 

 

369

μου;» ὁρᾷς ἔνα θεὸν καταγγελλόμενον ἀγαθόν, τῶν κατ' ἀξίαν ἀπονεμητικὸν τε καὶ ἀφετικὸν ἁμαρτημάτων. φαίνεται δὲ καὶ Ἰωάννης ἐν τῇ μείζονι ἐπιστολῇ τὰς διαφορᾶς τῶν ἁμαρτιῶν ἐκδιδάσκων ἐν τούτοις»ˑ ἐὰν τις ἰδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ σώσει αὐτῷ ζωὴν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον» εἶπεν»ˑ ἔστι γὰρ ἁμαρτία πρὸς θάνατονού περὶ ἐκείνης λέγω, ἵνα ἐρωτήσῃ τις. πᾶσα ἀδικία ἁμαρτία ἐστι, καὶ ἐστιν ἁμαρτία μὴ πρὸς θάνατον.» (67) ἀλλὰ καὶ Δαβὶδ καὶ πρὸ Δαβὶδ ὁ Μωυσῆς τῶν τριῶν δογμάτων τὴν γνῶσιν ἐμφαίνουσιν διὰ τούτωνˑ «μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθῃ ἐν βουλῇ ἀσεβών,» καθὼς οἱ ἰχθύες πορεύονται ἐν σκότει εἰς τὰ βάθηοί γὰρ λεπίδα μὴ ἔχοντες, ὧν ἀπαγορεύει Μωυσῆς ἐφάπτεσθαι, κάτω τῆς θαλάσσης νέμονταιˑ «οὑδέ ἐν ὁδῷ ἁμαρτωλῶν ἔστη,» καθὼς οἱ δοκοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτάνουσιν ὡς ὁ χοίροςπεινὼν γὰρ κραυγάζει, πληρωθείς δὲ τὸν δεσπότην οὐ γνωρίζειˑ «οὐδὲ ἐπὶ καθέδρᾶν λοιμὼν ἐκάθισεν,» καθὼς τὰ πτηνὰ εἰς ἀρπαγὴν ἐτοιμα, παρήνεσε δὲ Μωυσῆς· «οὐ φάγεσθε χοίρον οὐδὲ ἀετὸν οὐδὲ ὀξύπτερον οὐδὲ κόρακα οὐδὲ πάντ’ ἰχθὺν ὃς οὐκ ἔχει λεπίδα ἐν αὐτῷ.» ταῦτα μὲν ὁ Βαρνάβας, ἀκήκοα δ’ ἔγωγε σοφού τὰ τοιαῦτα ἀνδρὸς «βουλήν μὲν ἀσεβών» τὰ ἔθνη λέγοντος, «ὁδὸν δὲ ἁμαρτωλών» τὴν Ἰουδαϊκὴν ὑπόληψιν καὶ «καθέδραν λοιμῶν» τὰς αἱρέσεις ἐκλαμβάνοντος. (68) ἕτερος δὲ κυριώτερον ἔλεγεν τὸν μὲν πρῶτον μακαρισμὸν τετάχθαι ἐπὶ τῶν μὴ κατακολουθησάντων ταῖς γνώμαις ταῖς πονηραῖς, ταῖς ἀποστατησάσαις τοῦ θεοῦ, τὸν δεύτερον δὲ ἐπὶ τῶν τῇ «εὐρυχώρῳ καὶ πλατείᾳ ὁδῷ» οὐκ ἐμμενόντων, ἡ τῶν ἐν νόμῳ τραφέντων ἡ καὶ τῶν ἐξ ἐθνῶν μετανενοηκότωνˑ «καθέδρα δὲ λοιμῶν» καὶ τὰ θέατρα καὶ τὰ δικαστήρια εἴη ἄν [ἤ], ὅπερ καὶ μᾶλλον, ἡ ἐξακολούθησις ταῖς πονηραῖς καὶ ταῖς λυμαντικαῖς ἐξουσίαις καὶ ἡ κατὰ τὰ ἔργα αὐτῶν κοινωνία, «ἀλλ' ἤ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦˑ» ὁ Πέτρος ἐν τῷ Κηρύγματι «νόμον καὶ λόγον» τὸν κύριον προσεῖπεν. δοκεῖ δὲ καὶ ἄλλως τριῶν ἀποχήν ἁμαρτίας τρόπων διδάσκειν ὁ νομοθέτης, τῶν μὲν ἐν λόγῳ διὰ τῶν ἰχθύων τῶν ἀναύδων ἐστι γὰρ τῷ ὄντι οὐ σιγῇ λόγου διαφέρει»ˑ ἔστι καὶ σιγής ἀκίνδυνον γέραςˑ» τῶν δὲ ἐν ἔργῳ διὰ τῶν ἀρπακτικὼν καὶ σαρκοβόρων ὁρνέωνˑ

 

 

370

χοίρος «βορβόρῳ ἥδεται» καὶ κόπρφκαί χρὴ μηδὲ «τὴν συνείδησιν» ἔχειν «μεμολυσμένην». (69) εἰκότως οὖν φησὶν ὁ προφήτης»οὐχ οὐτως», φησὶν, «οἱ ἀσεβείς, ἀλλ’ ἤ ώσεὶ χνοῦς ὅν ἐκρίπτει ὁ ἀνεμος ἀπὸ προσώπου τῆς γῆς. διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει» (οἱ ἤδη κατακεκριμένοι, ἐπεὶ «ὁ μὴ πιστεύων ἤδη κέκριται»), «οὐδὲ οἱ ἁμαρτωλοί ἐν βουλῇ δικαίων» (οἱ ἤδη κατεγνωσμένοι εἰς τὸ μὴ ἐνωθήναι τοῖς ἀπταίστως βεβιωκόσιν), «ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.» πάλιν ὁ κύριος δείκνυσιν ἄντικρυς ἐφ' ἡμῖν καὶ τὰ παραπτώματα καὶ τὰ πλημμελήματα, τρόπους θεραπείας καταλλήλους τοῖς πάθεσιν ὑποτιθέμενος, πρὸς τῶν ποιμένων ἐπανορθοῦσθαι βουλόμενος ἡμᾶς, διὰ Ἱεζεκιὴλ αἰτιώμενος αὐτῶν, οἶμαι, τινὰς ἐφ' οἷς οὐκ ἐτήρησαν τὰς ἐντολάςˑ «τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε» καὶ τὰ ἑξῆς ἕως «καὶ οὐκ ὴν ὁ ἐπιζητῶν οὐδὲ ὁ ἀποστρέφωνˑ» «μεγάλη γὰρ χαρὰ παρὰ τῷπατρὶ ἑνὸς ἁμαρτωλοῦ σωθέντος,» ὁ κύριὸς φησι. ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραὰμ ὅτι «έπορεύθῃ καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος». (70) ἐντεῦθεν ἀρυσάμενὸς τις τῶν παρ' Ἕλλησι σοφῶν τὸ «έπου θεφ» ἀπεφθέγξατο. «ο! δὲ εὐσεβεῖς» φησὶν Ἡσαῖάς «συνετά ἐβουλεύσαντο.» βουλῇ δὲ ἐστι ζήτησις περὶ τοῦ πῶς ἂν ἐν τοῖς παροῦσι πράγμασιν ὀρθῶς διεξάγοιμεν, εὐβουλία δὲ φρόνησις πρὸς τὰ βουλεύματα, τί δέ; οὐχὶ καὶ ὁ θεὸς μετὰ τὴν ἐπὶ τῷ Κάιν συγγνώμην ἀκολοὐθως οὐ πολλῷ ὕστερον τὸν μετανοήσαντα Ἐνὼχ εἰσάγει δηλῶν ὅτι συγγνώμῃ μετάνοιαν πέφυκε γεννᾶν; ἡ συγγνώμῃ δὲ οὐ κατὰ ἄφεσιν, ἀλλὰ κατὰ ἴασιν συνίσταται. τὸ δ’ αὐτὸ γίνεται κἂν τῇ κατὰ τὸν Ἀαρὼν τοῦ λαοῦ μωσχοποιίᾳ. ἐντεῦθέν τις τῶν παρ' Ἕλλησι σοφῶν «συγγνώμῃ τιμωρίας κρείσσων» ἀπεφθέγξατο, ὥσπερ ἀμέλει καὶ τὸ «ἐγγύα, πάρα δ’ ἄτα» ἀπὸ τῆς Σολομῶντος φωνῆς λωγούσηςˑ «υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρφπαγίς γὰρ ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος.» μυστικώτερον δὲ ἤδη τὸ «γνῶθι σαυτὸν» ἐκεῖθεν εἴληπται»ˑ εἶδες τὸν ἀδελφὸν σου, εἶδες τὸν θεὸν σου.» (71) ταύτῃ που «ἀγαπήσεις κύριον τὸν θεὸν σου ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτὸνˑ» ἐν ταύταις λέγει ταῖς ἐντολαῖς ὅλον τὸν νόμων καὶ τοὺς προφήτας κρέμασθαί τε καὶ ἐξηρτῆσθαι.

 

 

371

συνᾴδει τούτοις κάκεῖνα· «ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ πληρωθῆ. αὕτη δὲ ἐστιν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἡγάπησα ὑμᾶς·» «ἐλεἡμῶν γὰρ καὶ οἰκτίρμων ὁ κύριος,» καὶ «χρηστὸς κύριος τοῖς σύμπασι.» σαφέστερον δὲ τὸ «γνῶθι σαυτὸν» παρεγγυῶν ὀ Μωυσῆς λέγει πολλάκις· «πρόσεχε σεαυτῷ.» «ἐλεημοσύναις οὖν καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαιτῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πας ἀπὸ κακού.» «φόβος δὲ κυρίου παιδεία καὶ σοφία.»

 

XVI

(72) Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαράν καὶ λύπην πάθη ψυχῆς λέγοντεςτήν μὲν γὰρ χαρὰν εὔλογον ἐπαρσιν ἀποδιδόασι καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ καλοῖς. τὸ δὲ ἔλεος λύπην ἐπὶ ἀναξίως κακοπαθοῦντι, τροπάς δὲ εἶναι ψυχῆς καὶ πάθῃ τὰ τοιαῦτα. ἡμεῖς δέ, ὡς ἔοικεν, οὐ παυόμεθα [τά τοιαῦτα] σαρκικῶς νοοῦντες τὰς γραφὰς καὶ ἀπὸ τῶν ἡμετέρων παθῶν ἀναγόμενοι, τὸ βούλημα τοῦ ἀπαθοῦς θεοῦ ὁμοίως τοῖς ἡμεδαποῖς κινήμασιν ἀπεκδεχόμενοιˑ ὡς δ’ ἡμεῖς ἀκοῦσαι δυνατοί, οὕτως ἔχειν ἐπὶ τοῦ παντοκράτορος ὑπολαμβάνοντες, ἀθέως πλανώμεθα. οὐ γὰρ ὡς ἕχει τὸ θεῖον, οὕτως οἷόν τε ἦν λέγεσθαιάλλ' ὡς οἷόν τε ἦν ἐπαΐειν ἡμᾶς σαρκὶ πεπεδημένους, οὕτως ἡμῖν ἑλάλησαν οἱ προφῆται συμπεριφερομένου σωτὴρίως τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοῦ κυρίου. (73) ἐπεὶ τοίνυν βούλημά ἐστι τοῦ θεοῦ σῴζεσθαι τὸν ταῖς ἐντολαῖς πειθήνιον τὸν τε ἐκ τῶν ἁμαρτημάτων μετανοοῦντα, χαίρομεν δὲ ἡμεῖς ἐπὶ τῇ σωτὴρίᾳ ἡμῶν, τὸ χαρτὸν ἡμῶν ἐξιδιοποιήσατο ὁ διὰ τῶν προφητῶν λαλήσας κύριος, καθάπερ ἐν τῷ εὐαγγελίῳ φιλανθρώπως λέγων «ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐδώκατέ μοι πιεῖνˑ ὃ γὰρ ἐνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ πεποιήκατε.» ὥσπερ οὖν τρέφεται μὴ τρεφόμενος διὰ τὸ τεθράφθαι ὅνπερ βούλεται, οὕτως ἔχάρη μὴ τραπείς διὰ τὸ ἐν χαρᾷ γεγονέναι τὸν μετανενοηκότα ὡς ἐβούλετο. ἐπεὶ δὲ πλουσίως ἑλεεῖ ἀγαθὸς ὧν ὁ θεὸς τὰς τε ἐντολὰς διδοὺς διὰ νόμου, διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἑλεών, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἑλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν,

 

 

372

κρείττων δὲ ὁ θεὸς τοῦ άνθρώπου κατὰ πάντα, εἰ τοίνυν ὁ κρείττων τὸν ἥσσω ἑλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἑλεήσει. κοινωνικὸς μὲν γὰρ ἄνθρωπος ὑπὸ δικαιοσύνης γίνεται καὶ μεταδίδωσιν ὧν ἔλαβεν παρὰ τοῦ θεοῦ διὰ τε φυσικὴν εὐνοιαν καὶ σχέσιν διὰ τε τὰς ἐντολὰς αἶς πείθεται· (74) ὁ θεὸς δὲ οὐδεμίαν ἔχει πρὸς ἡμᾶς φυσικὴν σχεσιν, ὡς οἰ τῶν αἱρέσεων κτίσται θέλουσιν, (οὔτ' εἰ ἐκ μὴ ὅντων ποιοίη οὐτ εἰ ἐξ ὅλης δημιουργοίη, ἐπεὶ τὸ μὲν οὐδ’ ὅλως ὅν, ἣ δὲ κατὰ πάντα ἑτέρα τυγχάνει τοῦ θεοῦ) εἰ μὴ τις μωρὸς αὐτοῦ καὶ ὁμοουσίους ἡμᾶς τῷ θεῷ τολμήσει λέγεινˑ καὶ οὐκ οἶδ’ ὅπως ἀνέξεταί τις ἐπαῖων τοῦτου θεὸν ἐγνωκώς, ἀπιδὼν εἰς τὸν βίον τὸν ἡμέτερον, ἐν ὅσοις φυρόμεθα κακοῖς. εἴη γὰρ ἄν οὕτως, ὃ μηδ’ εἰπεῖν θέμις, μερικῶς ἁμαρτάνων ὁ θεὸς, εἴ γε τὰ μέρη τοῦ ὅλου μέρη καὶ συμπληρωτικά τοῦ ὅλου, εἰ δὲ μὴ συμπληρωτικά, οὐδὲ μέρη εἴη ἀν. ἀλλὰ γὰρ φύσει «πλούσιος ὧν ὁ θεὸς ἐν ἐλέῳ» διὰ τὴν αὐτοῦ ἀγαθότητα κήδεται ἡμῶν μήτε μορίων ὄντων αὐτοῦ μήτε φύσει τέκνων. (75) καὶ δὴ ἡ μεγίστη τῆς τοῦ θεοῦ ἀγαθότητος ἔνδειξις αὕτη τυγχάνει, ὅτι οὕτως ἐχόντων ἡμῶν πρὸς αὐτὸν καὶ φύσει «ἀπηλλοτριωμένων» παντελῶς ὅμως κήδεται. φυσική μὲν γὰρ ἡ πρὸς τὰ τέκνα φιλοστοργία τοῖς ζῴοις ἤ τε ἑκ συνήθειας τοῖς ὁμογνώμοσι φιλία, θεοῦ δὲ ὁ ἔλεος εἰς ἡμᾶς πλούσιος τοὺς κατὰ μηδὲν αὐτῷ προσήκοντας, τῇ οὐσίᾳ ἡμῶν λέγω ἡ φύσει ἡ δυνάμει τῇ οἰκείᾳ τῆς οὐσίας ἡμῶν, μόνῳ δὲ τῷ ἔργον εἶναι τοῦ θελήματος αὐτοῦκαί δὴ τὸν ἐκόντα μετὰ ἀσκήσεως καὶ διδασκαλίας τὴν γνῶσιν τῆς ἀληθείας ἐπανηρημένον εἰς υἱοθεσίαν καλεῖ, τὴν μεγίστην πασῶν προκοπήν, «παρανομίαι δὲ ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται,» καὶ ἔστιν ὁ θεὸς ἀναίτιοςκαί τῷ ὄντι «μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν.»

 

XVII

(76) Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἐξις, ἀῳ ἧς τὸ ἐπίατασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμωτάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία ἐστὶν εἴκουσα, μωταπτωτική ὑπὸ λόγου, τὸ δὲ μεταπῖπτον ὡς καὶ τὸ συνασκούμενον ἐκ λόγου ἐφ' ἡμῖν. παράκειταί δὲ τῇ ἐπιστήμη ἡ τ' ἐμπειρία καὶ ἡ εἴδησις σύνεσις τε καὶ νόησις καὶ γνῶσις. καὶ ἡ μὲν εἴδησις ἐπιστήμη τῶν καθ’

 

 

373

ὅλου κατ' εἶδος εἴη ἂν ἡ δὲ ἐμπειρία ἐπιστήμη περιληπτική, ὥστε καὶ οἷόν ἐστιν ἕκαστον πολυπραγμονεῖνˑ νόησις δὲ ἐπιστήμη νοητούκαί σύνεσις ἐπιστήμη συμβλητοῦ ἡ σύμβλησις ἀμωτάπτωτος ἡ συμβλητική δύναμις ὧν φρόνησις ἐστι καὶ ἐπιστήμη, καὶ ἑνὸς καὶ ἐκάστου καὶ πάντων τῶν εἰς ἕνα λόγονγνῶσις δὲ ἐπιστήμη τοῦ ὅντος αὐτοῦ ἡ ἐπιστήμη σύμφωνος τοῖς γινομένοιςάλήθειά τε ἐπιστήμη ἀληθοῦς, ἡ δὲ ἕξις τῆς ἀληθείας ἐπιστήμη ἀληθῶν. (77) ἡ δὲ ἐπιστήμη διὰ τοῦ λόγου συνίσταται καὶ ἀμετάπτωτος ἐστιν ἄλλῳ λόγῳ. [ἐνταῦθα τὴν γνῶσιν πολυπραγμονεῖ]

Ἄ δὲ μὴ ποιοῦμεν, ἤτοι διὰ τὸ μὴ δύνασθαι οὐ ποιοῦμεν ἡ διὰ τὸ μὴ βούλεσθαι ἡ δι’ ἀμφότερα. οὐχ ἱπτάμεθα μὲν οὖν, ἐπειδὴ οὔτε δυνάμεθα οὔτε βουλόμεθαού νηχόμωθα δὲ φέρ’ εἰπεῖν ἄρτι, ἐπειδή δυνάμεθα μέν, οὐ βουλόμεθα δέούκ ἐσμέν δὲ ὡς ὁ κύριος, ἐπειδή βουλόμεθα μέν, οὐ δυνάμεθα δέ. «οὐδεὶς γὰρ μαθητής ὑπὲρ τὸν διδάσκαλον, ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος,» οὐ κατ' οὐσίαν, ἀδύνατον γὰρ ἴσον εἶναι πρὸς τὴν ὑπαρξιν τὸ θέσει τῷ φύσει, τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθοράν μόνον, προηγείται τοίνυν πάντων τὸ βούλεσθαιαἱ γὰρ λογικαὶ δυνάμεις τοῦ βούλεσθαι διάκονοι πεφύκασιˑ «θέλε,» φησί, «καὶ δυνήσηˑ» τοῦ γνωστικοῦ δὲ καὶ ἡ βούλησις καὶ ἡ κρίσις καὶ ἡ ἄσκησις ἡ αὐτή. εἰ γὰρ αἱ αὐταὶ [αἱ] προθέσεις, τὰ αὐτὰ καὶ τὰ δόγματα καὶ αἱ κρίσεις, ἵνα δὴ ὦσιν αὐτῷ καὶ οἱ λόγοι καὶ ὁ βίος καὶ ὁ τρόπος ἀκόλουθοι τῇ ἐνστάσει«καρδία δὲ εὐθεῖα ἐκζητεῖ γνώσεις» καὶ ἐκείνων ἐπαῖει. «ὁ θεὸς δεδίδαχέν με σοφίαν καὶ γνῶσιν ἁγίων ἔγνωκα.»

 

XVIII

(78) Προφανεῖς μὲν οὖν καὶ πᾶσαι [αἱ] ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ὴθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ σωφροσύνην καὶ φρόνησιν καὶ δικαιοσύνην καρτερίαν τε καὶ ὑπομονήν καὶ τὴν σεμνότητα καὶ ἐγκράτειαν τὴν τε ἐπὶ τούτοις εὐσέβειαν. ἀλλ’ ἡ μὲν εὐσέβεια παντὶ που δήλῃ τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβειν καὶ τιμᾶν [καὶ] διδάσκουσα, καὶ δικαιοσύνην δὲ αὐτὸς ὁ νόμος παρίστησι παιδεύων

 

 

374

τὴν τε φρόνησιν διὰ τῆς τῶν αἰσθητῶν εἰδώλων ἀποχῆς καὶ τῆς πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων προσκληρώσεως, ἀφ' ἧς δόξης οἷον πηγῆς πᾶσα σύνεσις αὔξεται. «θυσίαι γὰρ ανόμων βδέλυγμα κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ.» ἐπεὶ «δεκτή παρὰ θεῷ δικαιοσύνη μᾶλλον ἡ θυσία.» (79) τοιαῦτα καὶ τὰ παρὰ Ἡσαΐᾳ· «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος,» καὶ πᾶσα ἡ περικοπήˑ «λῦε πάντα σύνδεσμον ἀδικίαςαυτή γὰρ θυσία θεῷ δεκτή, καρδία συντετριμμένῃ καὶ ζητοῦσα τὸν πεπλακότα.» «ζυγά δόλια βδέλυγμα ἐναντι θεοῦ, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.» ἐντεύθεν «ζυγὸν μὴ ὑπερβαίνειν» Πυθαγόρας παραινεῖ. δικαιοσύνη δὲ δολία εἴρηται ἡ τῶν αἱρέσεων ἐπαγγελία, καὶ «γλῶσσα μὲν ἀδικων ἐξολεῖται, στόμα δὲ δικαίων ἀποστάζει σοφίαν.» ἀλλὰ γὰρ «τοὺς σοφοὺς καὶ φρονίμους φαύλους καλοῦσιν.» μακρὸν δ’ ἄν εἴη περὶ τῶν ἀρετῶν τούτων μαρτυρίας παρατίθεσθαι, ἁπάσης ταύτας ἐξυμνούσης τῆς γραφῆς, ἐπεὶ δ’ οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινὼν καὶ οὐ δεινὼν καὶ τῶν μεταξύ, τὴν δὲ σωφροσύνην ἕξιν ἐν αἰρέσει καὶ φυγῇ σώζουσαν τὰ τῆς φρονήσεως κρίματα, παράκειταί [τε] τῇ μὲν ἀνδρείᾳ ἡ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων, ἡ τε μεγαλοψυχία, ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα, ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια, ἔκκλισις οὖσα σὺν λόγῳ.

(80) Φυλακὴ δὲ τῶν ἐντολῶν, τήρησίς οὖσα αὐτῶν ἀβλαβής, περιποίησίς ἐστιν ἀσφαλείας βίου, καὶ οὐκ ἔστιν ἄνευ ἀνδρείας καρτερικὸν εἶναι οὐδὲ μὴν ἄνευ σωφροσύνης ἐγκρατή. ἀντακολουθοῦσι δὲ ἀλλήλαις αἱ ἀρεταί, καὶ παρ' ᾧ αἱ τῶν ἀρετῶν ἀκολουθίαι, παρὰ τούτῳ καὶ ἡ σωτὴρία, τήρησίς οὖσα τοῦ εὖ ἔχοντος. εἰκότως ἔτι περὶ τούτων διαλαβόντες τῶν ἀρετῶν περὶ πασῶν ἂν εἴημεν ἐσκεμμένοι, ὅτι ὁ μίαν ἔχων ἀρετὴν γνωστικῶς πάσας ἕχει διὰ τὴν ἀντακολουθίαν. αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων. ἐγκρατεύεται δὲ ὀ κατέχων τὰς παρὰ τὸν ὀρθὸν λόγον ὁρμὰς ἤ ὁ κατέχων αὐτὸν ὥστε μὴ ὀρμάν παρὰ τὸν ὀρθὸν λόγον, σωφροσύνῃ δὲ αὕτη οὐκ ἄνευ ἀνδρείας, ἐπειδή ἐξ ἐντολῶν γίνεται ἐπομένῃ τῷ διατεταγμένα) θεῷ φρόνησις τε καὶ ἡ μιμητική τῆς θείας διαθέσεως δικαιοσύνη, καθ' ἥν

 

 

375

ἐγκρατευόμενοι καθαροὶ πρὸς εὐσέβειαν καὶ τὴν ἐπομένην ἀκολούθως τῷ θεῷ πρᾶξιν στελλόμεθα, ἐξομοιούμενοι τῷ κυρίῳ κατὰ τὸ δυνατὸν ἡμῖν, ἐπικήροις τὴν φύσιν ὑπάρχουσιν. τοῦτο δὲ ἐστι» (81) δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι». ἀνενδεὲς μὲν γὰρ τὸ θεῖον καὶ ἀπαθές, ὅθεν οὐδὲ ἐγκρατές κυρίωςˑ οὐ γὰρ ὑποπίπτει πάθει ποτέ, ἵνα καὶ κράτησῃ τοῦδεˑ ἡ δὲ ἡμετέρα φύσις ἐμπαθής οὖσα ἐγκρατεῖας δεῖται, δι’ ἧς πρὸς τὸ ὀλιγοδεὲς συνασκουμένη συνεγγίζειν πειράται κατὰ διάθεσιν τῇ θείᾳ φύσει, ὁ γὰρ σπουδαίος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐνδεὲς διὰ τε τὸ σῶμα διὰ τε τὴν γένεσιν αὐτὴν ἔχων, ὀλίγων δὲ διὰ τὴν λογικὴν ἐγκράτειαν δεῖσθαι δεδιδαγμένος. ἐπεὶ τίνα λόγον ἔχει τὸ ἀπειπεῖν τὸν νόμον ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν; ἢ οὐχὶ ἀνδρεΐζεσθαι ἡμᾶς βούλεται μήτε κατὰ τὸ σῶμα καὶ τὰ ἔργα μήτε κατὰ τὴν διάνοιαν καὶ τὸν λόγον ἐκθηλυνομένους; ἠῤῥενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἐν τε ὑπομοναῖς ἐν τε καρτερίαις κἂν τῷ βίῳ κἂν τῷ τρόπῳ κἂν τῷ λόγῳ κἂν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθ' ἡμέραν καὶ, εἴ που μαρτυρίου δι’ αἵματος χωροῦντος ἐπικαταλάβοι χρεία, βούλεται. (82) πάλιν εἴ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσαωθαι, ἡ ἀμπελωνα νεόφυτον ἐργασάμενος μηδέπω τοῦ καρποῦ μετείληφεν, ἡ παρθένον ἐγγυησάμενος οὐδέπω ἐγημεν, τούτους ἀφεῖσθαι τῆς στρατείας ὁ φιλάνθρωπος κελεύει νόμως, στρατηγικῶς μέν, ὡς μὴ περισπώμενοι πρὸς τὰς ἐπιθυμίας ἀπρόθυμοι τῷ πολέμῳ ἐξυπηρετώμεν (έλεύθεροι γὰρ τὰς ὁρμὰς οἱ ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδυόμενοι), φιλανθρώπως δέ, ἐπειδὴ τὰ κατὰ τοὺς πολέμους ἄδηλα, ἄδικον εἶναι λογισάμενος τὸν μὲν μὴ ὅνασθαι τῶν αὐτοῦ πόνων, ἕτερον δὲ τὰ τῶν καμόντων ἀταλαιπώρως λαβεῖν. (83) ἔοικεν δὲ ὁ νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν, δεῖν νομοθετὼν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἴκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τὰς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ τὸν λόγον τὸν γνωστικὸν κατασκευάζειˑ «τελευτήσαντος» γὰρ καὶ ζῶντος «ἀνδρὸς ἀγαθοῦ οὐκ ἀπόλλυται ἐλπίς.» «ἐγὼ», φησί, «τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,» ἡ σοφία λέγει, «οἰ δὲ ἐμὲ ζητοῦντες εὐρήσουσιν εἰρήνην» καὶ τὰ ἐξῆς. τί δέ; οὐχὶ αἱ Μαδιηναίων γυναῖκες τῷ κάλλει τῷ σφῶν πολεμοῦντας

 

 

376

τοὺς Ἑβραίους ἐκ σωφροσύνης δι’ ἀκρασίαν εἰς ἀθεότητα ὑπηγάγοντο; προσεταιρισάμεναι γὰρ [αὐ]τοὺς ἐκ τῆς σεμνῆς ἀσκήσεως εἰς ἡδονὰς ἐταιρικὰς τῷ κάλλει δελεάσασαι ἐπὶ τε τὰς τῶν εἰδώλων θυσίας ἐπὶ τε τὰς ἀλλοδαπὰς ἐξέμηναν γυναῖκας· γυναικῶν δὲ ἅμα καὶ ἡδονῆς ἡττηθέντες ἀπέστησαν μὲν τοῦ θεοῦ, ἀπέστησαν δὲ καὶ τοῦ νόμου, καὶ μικροῦ δεῖν ὁ πᾶς λεὼς ὑποχείριος τοῖς πολεμίοις γυναικείῳ στρατηγήματι ἐγεγόνει, ἕως αὐτοὺς κινδυνεύοντας ἀνεχαίτισε νουθετήσας φόβος. (84) αὐτίκα οἱ περιλειφθέντες φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἀράμενοι κύριοι κατέστησαν τῶν πολεμίων, «ἀρχὴ οὖν σοφίας θεοσέβεια, σύνεσις δὲ ἁγίων προμήθεια, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.» οἱ τοίνυν ἐμπαθοῦς φόβου περιποιητικὸν τὸν νόμον ὑπολαβόντες οὔτε ἀγαθοὶ συνιέναι οὔτε ἐνενόησαν τῷ ὅντι τὸν νόμον, «φόβος γὰρ κυρίου ζωὴν ποιεῖ. ὁ δὲ πλανώμενος ὀδυνηθήσεται ἐν πόνοις οἷς οὐκ ἐπισκέπτεται γνῶσις.» ἀμέλει μυστικῶς ὁ Βαρνάβας «ὁ δὲ θεὸς, ὁ τοῦ παντὸς κόσμου κυριεύων,» φησί, «δῴη καὶ ὑμῖν σοφίαν καὶ σύνεσιν, ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν. γίνεσθε οὖν θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ ὁ κύριος ἀφ! ὑμῶν, ἵνα εὕρητε ἐν ἡμέρᾳ κρίσεως.» τοὺς τούτων ἐπηβόλους «ἀγάπης τέκνα καὶ εἰρήνης» γνωστικῶς προσηγόρευσεν. περὶ τε τῆς μεταδόσεως καὶ κοινωνίας πολλῶν ὄντων [λόγων] ἀπόχρη μόνον τοῦτο εἰπεῖν, ὅτι ὁ νόμος ἀπαγορεύει ἀδελφῷ δανείζειν (ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὅς ἄν ὁμόφυλος ᾖ ὁμόγνωμων τε καὶ τοῦ αὐτοῦ λόγου κεκοινωνηκώς), οὐ δικαιῶν ἐκλέγειν τόκους ἐπὶ χρῆμασιν, ἀλλὰ ἀνειμέναις χερσὶ καὶ γνώμαις χαρίζεσθαι τοῖς δεομένοις. θεὸς γὰρ ὁ κτίστης τοιᾶσδε χάριτος· ἤδη δὲ ὁ μεταδοτικὸς καὶ τόκους ἄξιολόγους λαμβάνει, τὰ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εῦκλειαν.

(85) Ἆρ’ οὐ δοκεῖ σοι φιλανθρωπίας εἶναι τὸ παράγγελμα τοῦτο ὥσπερ κάκεῖνο, «μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι»; ἀνυπερθέτως δεῖν διδάσκει ἐκτίνειν τὸν ἐπὶ ταῖς ὑπηρεσίαις μισθόν παραλὐεται γὰρ, οἶμαι, ἡ προθυμία τοῦ πένητος ἀτροφήσαντος πρὸς τοὐπιόν. ἔτι, φησί, δανειστής μὴ ἐπιστῇ χρεώστου οἰκίᾳ, ἐνέχυρον μετὰ βίας ληψόμενος, ἀλλ’ ὃ μὲν ἔξω προφέρειν κελευέτω, ὃ δέ

 

 

377

ἔχων μὴ ἀναδυέσθω. ἔν τε τῷ ἀμήτῳ τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι κωλύει τοὺς κτήτορας, καθάπερ κἂν τῷ θερισμῷ ὑπολείπεσθαί τι παραινεῖ ἄτμητον, διὰ τοῦτου εὖ μάλα τοὺς μὲν κτήτορας εἰς κοινωνίαν καὶ μεγαλοφροσύνην συνασκῶν ἐκ τοῦ προϊέναι τι τῶν ἰδίων τοῖς δεομένοις, τοῖς πένησι δὲ ἀφορμὴν πορίζων τροφῶν, ὁρᾷς ὅπως ἡ νομοθεσία τὴν τοῦ θεοῦ δικαιοσύνην ἅμα καὶ ἀγαθότητα καταγγέλλει, τοῦ πᾶσιν ἀφθόνως χορηγοῦντος τὰς τροφάς; ἐν τε αὖ τῇ τρυγῇ τὸ ἐπιέναι πάλιν τὰ καταλειφθἑντα δρεπομένους καὶ τὸ τὰς ἀποπιπτούσας ῥῶγας συλλέγειν κεκώλυκεν τὰ δ’ αὐτὰ καὶ τοῖς ἐλάας συλλέγουσι διατάσσεται. ναὶ μὴν καὶ αἱ δεκάται τῶν τε καρπῶν καὶ τῶν θρεμμάτων εὐσεβεῖν τε εἰς τὸ θεῖον καὶ μὴ πάντα εἶναι φιλοκερδεῖς, μεταδιδόναι δὲ φιλανθρώπως καὶ τοῖς πλησίον ἐδίδασκον. (86) ἐκ τούτων γὰρ, οἶμαι, τῶν ἀπαρχῶν καὶ οἱ ἱερεῖς διετρέφοντο. ἤδη οὖν συνίεμεν εἰς εὐσέβειαν καὶ εἰς κοινωνίαν καὶ εἰς δικαιοσύνην καὶ εἰς φιλανθρωπίαν παιδευομένους ἡμᾶς πρὸς τοῦ νόμου; ἦ γάρ; οὐχὶ διὰ μὲν τοῦ ἐβδομου ἔτους ἀργήν ἀνίεσθαι τὴν χώραν προστάττει, τοὺς πένητας δὲ ἀδεῶς τοῖς κατὰ θεὸν φυεῖσι καρποῖς χρῆσθαι ἐκέλευεν, τῆς φύσεως τοῖς βουλομένοις γεωργούσης; πῶς οὖν [οὐ] χρηστὸς ὁ νόμος καὶ δικαιοσύνης διδάσκαλος; πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἀ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διὰ τίνα περίστασιν ἀφῃρέθη χωρίον, τὴν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τοὺς τε πενίᾳ μακρᾷ ὑποσχόντας δίκην μὴ διὰ βίου κολάζεσθαι ἐθέλων. «ἐλεημοσύναι δὲ καὶ πίστεις φυλακαί βασιλικαί,» «εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος» καὶ «ὁ ἐλεῶν πτωχοὺς μακαρισθήσεται,» ὅτι τὴν ἀγάπην ἐνδείκνυται εἰς τὸν ὅμοιον διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν δημιουργὸν τοῦ τῶν ἀνθρώπων γένους.

(87) Ἔχει μὲν οὖν καὶ ἄλλας ἐκδόσεις τὰ προειρημένα φυσικωτέρας περὶ τε ἀναπαύσεως καὶ τῆς ἀπολήψεως τῆς κληρονομιάς, ἀλλ’ οὐκ ἐν τῷ παρόντι λεκτέαι. ἀγάπη δὲ πολλαχῶς νοεῖται διὰ πραότητος, διὰ χρηστότητος, δὶ ὑπομονῆς, δι’ ἀφθονίας καὶ ἀζηλίας, δι’ ἀμισίας, δι’ ἀμνησικακίας· ἀμέριστός ἐστιν ἐν πάσιν, ἀδιάκριτος, κοινωνική, πάλιν «ἐὰν ἴδῃς» φησὶ «τῶν οἰκείων ἢ

 

 

378

φίλων ἢ καθόλου ὧν γνωρίζεις ἀνθρώπων ἐν ἐρημίᾳ πλανώμενον ὑποζύγιον, ἀπαγαγὼν ἀπόδος. κἂν οὖν τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφυλάξας ἄχρις ἂν κομίσηται ἀπόδος.» φυσικὴν κοινωνίαν διδάσκει τὸ εὔρημα παρακαταθήκην λογίζεσθαι μηδὲ μνησικακεῖν τῷ ἐχθρῷ. «πρόσταγμα κυρίου πηγὴ ζωῆς,» ὡς ἀληθῶς, (88) «ποιεῖ ἐκκλίνειν ἐκ παγίδος θανάτου.» τί δέ; οὐχὶ τοὺς ἐπηλυδας ἀγαπᾶν κελεύει, οὐ μόνον ὡς φίλους καὶ συγγενείς, ἀλλ’ ὡς ἑαυτοὺς, κατὰ τε σῶμα καὶ ψυχὴν; ναὶ μὴν καὶ τὰ ἔθνη τετίμηκεν καὶ τοῖς γε κακῶς πεποιηκόσιν οὐ μνησιπονηρεῖ. ἄντικρυς γοῦν φησὶν «οὐ βδελὐξῃ Αἰγύπτιον, ὅτι πόροικος ἐγενου κατ' Αἰγυπτον,» ἤτοι τὸν ἐθνικὸν ἡ καὶ πάντα τὸν κοσμικὸν Αἰγύπτιον προσειπώντοὺς τε πολεμίους, κἂν ἤδη τοῖς τείχεσιν ἐφεστώτες ὦσιν ἑλεῖν τὴν πόλιν πειρώμενοι, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προσκαλεσωνται πρὸς εἰρήνην, ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλὰ «τὰς λ ἡμέρας ἐπιτρέψας» φησὶ «πενθήσαι οὖς βούλεται, μεταμφιάσας ὕστερον ὡς γαμετή νόμῳ συνέρχουˑ» οὔτε γὰρ ἐφ’ ὕβρει τὰς συνουσίας οὐδὲ μὴν διὰ μισθαρνίαν ὡς ἑταίρας, ἀλλ’ ἤ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν γίνεσθαι τὰς ὁμιλίας ἄξιοι. (89) ὁρᾷς φιλανθρωπίαν μετ' ἐγκρατεῖας; τῷ ἐρῶντι κυρίῳ τῆς αἰχμαλώτου γεγονότι οὐκ ἐπιτρέπει χαρίζεσθαι τῇ ἡδονῇ, ἀνακόπτει δὲ τὴν ἐπιθυμίαν διαστήματι μεμετρημένῳ καὶ προσέτι ἀποκείρει τῆς αἰχμαλώτου καὶ τὰς τρίχας, ἵνα τὸν ἐφύβριστον δυσωπήσῃ ἐρωταˑ εἰ γὰρ λογισμὸς ἀναπείθει γήμαι, καὶ γενομένης αἰσχρᾶς ἀνθέξεται. ἔπειτα ἐὰν τις τῆς ἐπιθυμίας κατάκορος γενόμενος μηκέτι κοινωνεῖν τῇ αἰχμαλώτῳ καταξιώσῃ, μηδὲ πιπράσκειν ταύτην ἐξεῖναι διατάττεται, ἀλλὰ μηδὲ ἔτι θεράπαιναν ἔχειν, ἑλευθέραν δὲ εἶναι καὶ τῆς οἴκετίας ἀπαλλάττεσθαι βούλεται, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης πάθῃ τι τῶν κατὰ ζηλοτυπίαν ἀνηκέστων.

(90) Τί δέ; καὶ ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα συνεπικουφίζειν καὶ συνεγείρειν προοτάσσει πόῤῥωθεν διδάσκων ἡμᾶς ὁ κύριος ἐπιχαιρεκακίαν μὴ ἀσπάζεσθαι μηδὲ ἐφήδεσθαι τοῖς ἐχθροῖς, ἵνα τούτοις ἐγγυμνασαμένους ὑπὲρ τῶν ἐχθρὼν προσεύχεσθαι διδάξῃ. οὔτε γὰρ φθονεῖν καὶ ἐπὶ τοῖς τοῦ πέλας

 

 

379

ἀγαθοῖς λυπεῖσθαι προσῆκεν οὐδὲ μὴν ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν καρποῦσθαι. «κἄν πλανώμενον μέντοι», φησὶν, «ἐχθροῦ τίνος ὑποζὑγιον εὕρης, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα ἀπαγαγὼν ἀπόδος.» τῇ γὰρ ἀμνηστίᾳ ἕπεται ἡ καλοκάγαθία, καὶ ταύτῃ ἡ τῆς ἔχθρας διάλυσις. ἐντεῦθεν εἰς ὁμόνοιαν καταρτιζόμεθα, ἣ δὲ εἰς εὐδαιμονίαν χειραγωγεῖ. κἂν τίνα ἐξ ἔθους ἐχθρὸν ὑπολάβης, παραλογιζόμενον δὲ τοῦτον ἀλόγως ἤτοι ἐπιθυμίᾳ ἢ καὶ θυμῷ καταλάβῃς, ἐπίστρεψον αὐτὸν εἰς καλοκάγαθίαν.

(91) Ἆρα ἤδη καταφαίνεται φιλάνθρωπος καὶ χρηστὸς ὁ νόμος, «ὁ εἰς Χριστὸν παιδαγωγῶν,» θεὸς τε ὁ αὐτὸς ἀγαθὸς μετὰ δικαιοσύνης, ἀπ' ἀρχῆς εἰς τέλος ἑκάστῳ γένει προσφυῶς εἰς σωτηρίαν κεχρημένος; «ἐλεᾶτε,» φησὶν ὁ κύριος, «ἴνα ἐλεηθῆτε· ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν ὡς ποιεῖτε, οὕτως ποιηθήσεται ὑμῖν ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν ὡς κρίνετε, οὕτως κριθήσεσθεώς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν ᾧ μετρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.»

Ἔτι τοὺς [ἐπὶ] τροφῇ δουλεύοντας ἀτιμάζεσθαι κωλύει, τοῖς τε ἐκ δανείων καταδουλωθεῖσιν ἐκεχειρίαν τὴν εἰς πᾶν δίδωσιν ἐνιαυτῷ ἑβδόμῳ. ἀλλὰ καὶ ἱκέτας ἑκδιδόναι εἰς κόλασιν κωλύει, παντὸς οὖν μᾶλλον ἀληθὲς τὸ λόγιον ἐκεῖνοˑ «ὥσπερ δοκιμάζεται χρυσὸς καὶ ἀργυρος εἰς κάμινον, οὕτως ἐκλέγεται καρδίας ἀνθρώπων κύριος.» καὶ «ὁ μὲν ἑλεήμῶν ἀνὴρ μακροθυμεῖ, ἐν παντὶ τε μεριμνώντι ἔνεστι σοφίαέμπεσεῖται γὰρ μέριμνα ἀνδρὶ νοήμονι, φροντιστής τε ὧν ζωὴν ζητήσεικαί ὁ ζητῶν τὸν θεὸν εὐρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον.»

(92) Ἐμοὶ δὲ δοκεῖ καὶ Πυθαγόρας τὸ ἥμερον τὸ περὶ τὰ ἄλογα ζῷα παρὰ τοῦ νόμου εἰληφέναι. αὐτίκα τῶν γεννωμένων κατὰ τε τὰς ποίμνας κατὰ τε τὰ αἰπόλια καὶ βουκόλια τῆς παραχρῆμα ἀπολαὐσεως, μηδὲ ἐπὶ προφάσει θυσιῶν [λαμβάνοντας, ἀπέχεσθαι] διηγόρευσεν, ἐκγόνων τε ἕνεκα καὶ μητέρων, εἰς ἡμερότητα τὸν ἄνθρωπον κάτωθεν ἀπὸ τῶν ἀλόγων ζῴων ἀνατρέφων. «χάρισαι γοῦν», φησί, «τῇ μητρὶ τὸ ἐκγονον κἂν ἐπτὰ τὰς πρώτας ἡμέρας.» εἰ γὰρ μηδὲν ἀναιτίως γίνεται, γάλα δὲ ἐπομβρεῖται ταῖς τετοκυίαις εἰς διατροφὴν τών

 

 

380

ἐκγόνων, [ὁ] ἀποσπῶν τῆς τοῦ γάλακτος οἰκονομίας τὸ τεχθὲν ἀτιμάζει τὴν φύσιν. δυσωπείσθωσαν οὖν Ἕλληνες καὶ εἴ τις ἔτερός ἐστι τοῦ νόμου κατατρέχων, εἰ ὅ μὲν καὶ ἐπ ἀλόγων ζῴων χρηστεύεται, οἱ δὲ καὶ τὰ τῶν ἀνθρώπων ἐκτιθέασιν ἔκγονα, καίτοι μακρόθεν καὶ προφητικῶς ἀνακόπτοντος αὐτῶν τὴν ἀγριότητα τοῦ νόμου διὰ τῆς προειρημένης ἐντολῆς. εἰ γὰρ τῶν ἀλόγων τὰ ἔκγονα διαζεὑγνυσθαι τῆς τεκούσης πρὸ τῆς γαλακτουχίας ἀπαγορεύει, πολὺ πλέον ἐπ' ἀνθρώπων τὴν ὠμὴν καὶ ἀτιθάσευτον προθεραπεύει γνώμην, ἵν’ εἰ καὶ τῆς φύσεως, μαθήσεως γοῦν μὴ καταφρονώσιν. (93) ἐρίφων μὲν γὰρ καὶ ἀρνῶν ἐμφορεῖσθαι ἐπιτέτραπται, καὶ τις ἴσως ἀπολογία τῷ διαζεύξαντι τῆς τεκούσης τὸ ἐκγονονή δὲ τοῦ παιδιού ἔκθεσις τίνα τὴν αἰτίαν ἔχει; ἐχρῆν γὰρ μηδὲ τὴν ἀρχὴν γῆμαι τῷ μηδὲ παιδοποιεῖσθαι γλιχομένῳ ἢ δὶ ἡδονῆς ἀκρασίαν παιδοκτόνον γεγονέναι. πάλιν αὖ ὁ χρηστὸς νόμος ἀπαγορεύει ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν ἐκγονον καὶ μητέρα, ἐντεῦθεν καὶ Ῥωμαῖοι, εἰ καὶ τις ἐγκυος κατάδικασθείῃ τὴν ἐπὶ θανάτῳ, οὐ πρότερον ἐῶσιν ὑποσχεῖν τὴν τιμωρίαν πρὶν ἡ ἐκτεκεῖν. ἄντικρυς γοῦν καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, ὁ νόμως οὐκ ἐπιτρέπει ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, μακρόθεν ἐπισχὼν τὴν εὐχέρειαν τῶν εἰς ἄνθρωπον ἀδικούντων. οὕτως ἄχρι καὶ τῶν ἀλογων ζῴων τὸ ἐπιεικές ἀπέτεινεν, ἵνα ἐν τοῖς ἀνομογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ φιλανθρωπίας ἐν τοῖς ὁμωγενέσι χρησώμεθα. (94) οἱ δὲ καὶ περιλακτίζοντες τὰς γαστέρας πρὸ τῆς ἀποτέξεως ζῴων τινῶν, ἵνα δὴ γόλακτι ἀνακεκραμένην σάρκα θοινάζωνται, τάφον τῶν κυοφορουμένων τὴν εἰς γένεσιν κτισθεῖσαν μήτραν πεποιήκασι, διαῤῥήδην τοῦ νομοθέτου κελεύοντος «ἀλλ' οὐδὲ ἐψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ»ˑ μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησὶν [ἡ σάρξ], μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω. ὁ δὲ αὐτὸς νόμος διαγορεύει «βοῦν ἀλοώντα μὴ φιμωῦν»ˑ δεῖ γὰρ καὶ «τὸν ἐργάτην τροφῆς ἄξιοῦσθαι». ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ’ ἅμα μηδένα τῶν ἐτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ [ὅτι] τὸ ἀλλογενές, ὅπερ ἐστὶν

 

 

381

ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας ὁρμώμενον. ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορία, μὴ δεῖν ἐπ' ἴσης καθαρῷ καὶ ἀκαθάρτῳ, πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μὲν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δὲ τῶν ἀκαθάρτων λελόγισται.

(95) Δαψιλευόμενος δὲ τῇ φιλανθρωπία ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστι, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἤμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς ψυχῆςˑ οὐδὲ γὰρ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ. ναὶ μὴν καὶ γεωργικοὶ παρὰ τοῦ νόμου καὶ ταῦτα ὠφέληνταιˑ κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τὰς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς δι’ ἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ὡς μηδὲν παραβλαστάνον κωλύῃ τὴν αὔξησιν. τὸν τε καρπὸν οὐκ ἐὰ δρἕπεσθαι ἀτελῆ ἑξ ἀτελῶν, ἀλλὰ μετὰ τριετίαν ἔτει τετάρτῳ καθιερώσοντα τὴν ἀπαρχὴν τῷ θεῷ μετὰ τὸ τελεωθῆναι τὸ δένδρον. (96) εἴη δ’ ἄν οὗτος ὁ τῆς γεωργίας τύπος διδασκαλίας τρόπος, διδάσκων δεῖν τὰς παραφύσεις τῶν ἁμαρτιῶν ἐπικοπτειν καὶ τὰς συναναθαλλούσας τῷ γονίμῳ καρπῳ ματαίας τῆς ἐννοιας πόας, ἔστ' ἄν τελειωθῆ καὶ βέβαιον γένηται τὸ ἔρνος τῆς πίστεως. τῷ [τε] γὰρ τετάρτῳ ἔτει, ἐπεὶ καὶ χρόνου χρεία τῷ κατηχουμένῳ βεβαίως, ἡ τετράς τῶν ἀρετῶν καθιεροῦται τῷ θεῷ, τῆς τρίτης ἤδη μονῆς συναπτούσης ἐπὶ τὴν τοῦ κυρίου τετάρτην ὑπόστασιν.

Θυσία δὲ αἰνέσεως ὑπὲρ ὀλοκαυτώματα, «οὗτος γὰρ σοι», φησί, «δίδωσιν ἱσχὺν ποιῆσαι δύναμιν.» ἐὰν δὲ φωτισθῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἱσχὺν ἐν γνώσει ποίει δύναμιν. ἐμφαίνει γὰρ διὰ τούτων τὰ τε ἀγαθὰ τὰς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς, διακόνους γενομένους τῆς θείας χάριτος, σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλοὺς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετοὺς τε ὁ φρόνιμος καὶ δίκαιος τοὺς δικαίους ἐκτελῇ.

 

 

382

XIX

(97) Οὗτὸς ἐστιν ὁ «κατ' εἰκόνα καὶ ὁμοίωσιν», ὁ γνωστικὸς, ὁ μιμούμενος τὸν θεὸν καθ' ὅσον οἷὸν τε, μηδέν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατευόμενος, ὑπομένων, δικαίως βίους, βασιλεύων τῶν παθῶν, μεταδιδοὺς ὧν ἔχει, ὡς οἶός τέ ἐστιν, εὐεργετῶν καὶ λόγῳ καὶ ἔργῳ. οὗτος «μέγιστος», φησὶν, «ἐν τῇ βασιλείᾳ ὅς ἄν ποιῇ καὶ διδάσκῃ» μιμούμενος τὸν θεὸν τῷ παραπλήσια χαρίζεσθαιˑ κοινωφελεῖς γὰρ αἱ τοῦ θεοῦ δωρεαί. «ὃς δ’ ἄν ἐγχειρῇ τι πράσσειν μεθˑ ὑπερηφανίας, τὸν θεὸν παροξύνει,» φησὶνˑ ἀλαζονεία γὰρ ψυχῆς ἐστι κακία, ἀφ’ ἧς καὶ τῶν ἄλλων κακιῶν μετανοεῖν κελεύει ἀρμοζομένοις τὸν βίον ἐξ ἀναρμοστίας πρὸς τὴν ἀμείνω μεταβολὴν διὰ τῶν τριῶν τούτων, στόματος, καρδίας, χειρῶν. (98) σύμβολον δ’ ἄν εἴη ταῦτα, πράξεως μὲν αἱ χεῖρες, βουλῆς δὲ ἡ καρδία καὶ λόγου [τὸ] στόμα, καλῶς οὖν ἐπὶ τῶν μετανοούντων εἴρηται τὸ λόγιον ἐκεῖνοˑ «τὸν θεὸν εἴλου σήμερον εἶναι σου θεόν, καὶ κύριος εἴλετό σε σήμερον γενέσθαι λαὸν αὐτῷ.» τὸν γὰρ σπεύδοντα θεραπεύειν τὸ ὅν ἱκέτην ὄντα ἐξοικειοῦται ὁ θεὸς, κἂν εἰς ἡ τὸν ἀριθμών, ἐπ' ἴσης τῷ λαῷ τετίμηταιμέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται, ἀποκατασταθεὶς ἐξ οῠ ἦν, καλεῖται δὲ καὶ ἐκ μέρους τὸ πᾶν. αὕτη δὲ ἡ εὐγένεια ἐν τῷ ἑλέσθαι καὶ συνασκήσαι τὰ κάλλιστα διαδείκνυται. ἐπεὶ τί τὸν Ἀδάμ ὠφέλησεν ἡ τοιαύτη αὐτοῦ εὐγένεια; πατὴρ δὲ αὐτοῦ θνητὸς οὐδεὶςˑ αὐτὸς γὰρ ἀνθρώπων τῶν ἐν γενέσει πατὴρ, τὰ μὲν αἰσχρὰ οὗτος προθύμως εἴλετο ἐπόμενος τῇ γυναικί, τῶν δὲ ἀληθῶν καὶ καλῶν ἠμέλησενˑ ἐφ' οἷς θνητὸν ἀθανάτου βίον, ἀλλ’ οὐκ εἰς τέλος, ἀνθυπηλλάξατο. (99) Νῶε δὲ ὁ μὴ οὔτω γενόμενος ὡς ὁ Ἀδάμ ἐπισκοπή θείᾳ διασώζεταιφέρων γὰρ αὐτὸν ἀνέθηκε τῷ θεῷ. τὸν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, δι’ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἰς μόνος διαδέχεται κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἰ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγένειαςˑ ἐκ τε αὐτοῦ διδύμων γενομένων ὁ νεώτερος κληρονομεῖ εὐάρεστος τῷ πατρὶ γενόμενος, καὶ τὰς εὐχὰς λαμβάνει, δουλεύει δὲ ὁ πρεσβύτερὸς αὐτῷˑ ἀγαθὸν γὰρ μέγιστον τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον. ἡ δὲ οἰκονομία αὕτη καὶ προφητικὴ καὶ τυπική, ὅτι δὲ τοῦ σοφοῦ

 

 

383

πάντα ἐστι, σαφῶς μηνύει λέγων «διότι ἡλέησέν με ὁ θεὸς, ἔοτι μοι πάντα.» ἑνὸς γὰρ δεῖν ὀρέγεσθαι διδάσκει, δὶ οὗ τὰ πάντα γέγονεν καὶ τοῖς ἀξίοις τὰ ἐπηγγελμένα νέμεται. (100) κληρονόμον οὖν τὸν σπουδαῖον γενόμενον τῆς βασιλείας συμπολίτην δια τῆς θείας σοφίας ἀναγράφει καὶ τῶν πάλαι δικαίων, τῶν κατὰ τὸν νόμον καὶ πρὸ νόμου νομίμως βεβιωκότων, ὧν αἱ πράξεις νόμοι γεγόνασιν εἰς ἡμᾶς. πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ· «βασιλεὺς παρὰ θεοῦ σὺ ἐν ἡμῖν εἶ,» ἐθελουσίῳ γνώμῃ τῶν ἀρχομένων διὰ ζῆλον ἀρετῆς ὑπακουόντων τῷ σπουδαίῳ.

Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, «ὁμοίωσιν θεῷ» φησὶν αὐτὴν εἶναι «κατὰ τὸ δυνατόν», εἴτε [καὶ] συνδραμὼν πῶς τῷ δόγματι τοῦ νόμου («αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναί παθῶν εὐστοχοῦσι πῶς περὶ τὴν ἀλήθειαν,» ὡς φησὶν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρὰ τινῶν τότε λογιὼν ἀναδιδαχθείς ἅτε μαθήσεως ἀεὶ διψῶν, φησὶ γὰρ ὁ νόμωςˑ «ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς μου φυλάξετε.» τὴν μὲν γὰρ ἐξομοίωσιν ὁ νόμως ἀκολουθίαν ὀνομάζειˑ ἡ δὲ τοιαύτη ἀκολουθία κατὰ δύναμιν ἐξομοιοῖ. «γίνεσθε», φησὶν ὁ κύριος, «ἐλεήμονες καὶ οἴκτίρμωνες, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶν.» (101) ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν, τὸν θεὸν εἰς φύσιν μετονομάσαντες ἀπρεπώς, ἐπειδὴ ἡ φύσις καὶ εἰς φυτὰ καὶ εἰς σπαρτὰ καὶ εἰς δένδρα καὶ εἰς λίθους διατείνει.

Σαφῶς τοίνυν εἴρηται· «ἄνδρες κακοί οὐ νοοῦσι νόμον, οἰ δὲ ἀγαπώντες νόμων προβάλλουσιν ἑαυτοίς τείχος.» «σοφία» γὰρ «πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῆς, ἀνοια δὲ ἀφρόνων ἐν πλάνη.» «ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἀλλ’ ἡ ἐπὶ τὸν πρᾷων καὶ ἡσύχιον καὶ τρέμωντά μου τοὺς λόγους;» ἡ προφητεία λέγει.

Τριττά δὲ εἴδη φιλίας διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον τὸ κατ' ἀρετήνˑ στεῤῥὰ γὰρ ἡ ἐκ λόγου ἀγάπηˑ τὸ δὲ δεύτερον καὶ μέσον [τὸ] κατ' ἀμοιβήνˑ κοινωνικὸν δὲ τοῦτο καὶ μεταδοτικὸν καὶ βιωφελέςˑ κοινὴ γὰρ ἡ ἐκ χάριτος φιλίατό δὲ ὕστατον καὶ τρίτον ἡμεῖς μὲν τὸ ἐκ συνήθειας φαμὲν, οἴ δὲ τὸ καθ' ἡδονὴν τρεπτὸν καὶ μεταβλητόν. (102) καὶ μοι δοκεῖ παγκάλως

 

 

384

Ἰππόδαμος ὁ Πυθαγόρειος γράφεινˑ «τᾶν φιλιᾶν ἃ μὲν ἐξ ἐπιστάμας θεῶν, ἃ δ’ ἐκ παροχᾶς ἀνθρώπων, ἄ δὲ ἐξ ἁδονᾶς ζῴων.» οὐκοῦν ἣ μὲν τίς ἐστι φιλοσόφου φιλία, ἣ δὲ ἀνθρώπου, ἣ δὲ ζῴον. τῷ γὰρ ὄντι εἰκὼν τοῦ θεοῦ ἄνθρωπος εὐεργετών, ἐν ᾧ καὶ αὐτὸς εὐεργετεῖται· ὥσπερ γὰρ ὁ κυβερνήτης ἅμα σῴζει καὶ σῴζεται. διὰ τοῦτο ὅταν τις αἵτὼν τύχῃ, οὗ φησι τῷ διδόντιˑ «καλῶς ἔδωκας», ἀλλά· «καλῶς εἰληφας.» οὔτω λαμβάνει μὲν ὁ διδούς, δίδωσι δὲ ὁ λαμβάνων. «δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι,» «χρηστοί δὲ ἔσονται οἴκήτορες γῆς, ἀκακοι δὲ ὑπολειφθησονται ἐπ’ αὐτῆς, οἱ δὲ παρανομοῦντες ἐξολοθρευθησονται ἀπ’ αὐτῆς.» καὶ μοι δοκεῖ τὸν πιστὸν προμαντευόμενος Ὅμηρος εἰρηκέναι «δὸς φίλῳ». [φίλῳ μὲν κοινωνητέον, ἵν' ἔτι καὶ μᾶλλον περιμένῃ φίλος,] ἐχθρῷ δὲ ἐπικουρητέον, ἵνα μὴ μείνῃ ἐχθρός· ἐπικουρίᾳ γὰρ εὔνοια μὲν συνδεῖται, λύεται δὲ ἔχθρα. ἀλλ’ «εἰ καὶ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. οὐ γὰρ ἵνα ἄλλοις ἀνεσις, ὑμῖν δὲ θλῖψιςˑ ἀλλ' ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ» καὶ τὰ ἑξῆς. «ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα» ἡ γραφὴ λέγει, τῷ γὰρ «κατ' εἰκόνα καὶ ὁμοίωσιν», ὡς καί πρόσθεν εἰρήκαμεν, οὐ τὸ κατὰ σῶμα μηνύεται, οὐ γὰρ θέμις θνητὸν ἀθανάτῳ ἑξομοιοῦσθαι, ἀλλ’ ἤ κατὰ νοῦν καὶ λογισμόν, ᾧ καὶ τὴν πρὸς τὸ εὐεργετεῖν καὶ τὴν πρὸς τὸ ἄρχειν ὁμοιότητα προσηκόντως ὁ κύριος ἐνσφραγίζεται· οὐ γὰρ αἱ ἡγεμονίαι σωμάτων ποιότησιν, ἀλλὰ διανοίας κρίσεσι κατορθοῦνταιˑ

βουλαῖς γὰρ ἀνδρῶν (ὁσίων) εὐ μὲν οἴκοῦνται πόλεις, εὐ δ’ οἴκος

 

XX

(103) Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δι’ ὑπομονῆς ἀπάθειαν καρπουμένῃ, εἴ τῷ ἐναυλα τὰ ἐπὶ [τῶν περὶ] τὸν Ἀνανίαν ἱστορούμενα, ὧν εἰς καὶ Δανιὴλ ὁ προφήτης ἤν, θείας πίστεως πεπληρωμένος. Βαβυλώνα ᾤκει Δανιὴλ, καθάπερ ὁ μὲν Λὼτ τὰ Σόδομα, τὴν Χαλδαίων δὲ γῆν ὁ Ἀβραὰμ ὁ μετ' ὀλίγον «φίλος τοῦ θεοῦ». κατήγαγεν οὖν εἰς ὀρυγμα θηρίων ἐμπλεων τὸν Δανιὴλ ὁ Βαβυλωνίων βασιλεύς, ἀνήγαγε δὲ αὐτὸν ἀβλαβῆ ὁ ἁπάντων βασιλεὺς ὁ πιστὸς κύριος, ταύτην κτήσεται τὴν ὑπομονήν ὁ γνωστικὸς

 

 

385

ᾗ γνωστικὸς, εὐλογήσει πειραζόμενος ὡς ὁ γενναῖος Ἰώβ, ὡς Ἰωνᾶς εὔξεται καταπινόμενος ὑπὸ κήτους, (104) καὶ ἡ πίστις αὐτὸν ἀποκαταστήσει Νινευίταις προφητεύονταˑ κἂν μετὰ λεόντων καθειρχθῆ, ἡμερώσει τὰ θηρία, κἂν εἰς πῦρ ἐμβληθή, δροσισθήσεται, ἀλλ’ οὐκ ἐκπυρωθήσεταιˑ μαρτυρήσει νὑκτωρ, μαρτυρήσει μεθ' ἡμέραν ἐν λόγῳ, ἐν βίῳ, ἐν τρόπῳ μαρτυρήσειˑ σύνοικος ὢν τῷ κυρίῳ «ὀαριστής» τε καὶ συνέστιος κατὰ τὸ πνεῦμα διαμενεί, καθαρὸς μὲν τὴν σάρκα, καθαρὸς δὲ τὴν καρδίαν, ἡγιασμένος τὸν λόγον, «ὁ κόσμος τούτῳ», φησὶν, «ἐσταύρωται καὶ αὐτὸς τῷ κόσμῳ.» οὗτος τὸν σταυρὸν τοῦ σωτῆρος περιφερὼν ἕπεται κυρίῳ «μετ' ἴχνιον ὥστε θεοίο», ἅγιος ἀγίων γενόμενος.

(105) Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατεῖας ἀπὸ τῆς τῶν ζῴων χρησεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνοντρυφητιώσι γὰρ ἡ τοιαύτη χρῆσις χορηγείται. λέγεται γοῦν τίνα τῶν φιλοσοφούντων ἐτυμολογοῦντα τὴν ῦν θῦν εἶναι φάναι, ὡς εἰς θύσιν καὶ σφαγήν μόνον ἐπιτήδειον δεδόσθαι γὰρ τῷδε τῷ ζῴῳ ψνχὴν πρὸς οὐδὲν ἕτερον ἡ ἕνεκα τοῦ τὰς σάρκας σφριγάν, τῶν τε ἰχθύων ὁμοίως ἀπηγόρευσε μεταλαμβάνειν, στελλων ἡμῶν τὰς ἐπιθυμίας ἐκείνων οἷς μήτε πτερύγια μήτε λεπίδες εἰσινεύσαρκίᾳ γὰρ καὶ πιότητι τῶν ἄλλων ἰχθύων οὗτοι διαφέρουσιν. (106) ἐντεῦθεν οἶμαι καὶ [τὸν εὐρόντα] τὰς τελετάς οὐ μόνον τινῶν ζῴων ἀπαγορεύειν ἀπτεσθαι, ἀλλ’ ἐστιν ἀ καὶ τῶν καταθυομένων ὑπεξείλετο τῆς χρησεως μέρη δι’ αἰτιας ἃς ἴσασιν οἱ μύσται.

Εἰ δὴ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα κρατητέον, δῆλον ὡς ἄνωθεν παρειλήφαμεν παρὰ τοῦ κυρίου διὰ τοῦ νόμου τὴν ἐπιθυμίαν ἐκκόπτειν. γένοιτο δ’ ἂν τελείως τοῦτο, εἰ τοῦ ὑπεκκαύματος τῆς ἐπιθυμίας, τῆς ἡδονῆς λέγω, ἀνυποκρίτως καταγνοίημεν. φασὶ δὲ αὐτῆς εἶναι τὴν ἔννοιαν κίνησιν λείαν καὶ προσηνή μετὰ τινὸς αἰσθήσεως. ταύτῃ δουλεύοντα τὸν Μενέλεων μετὰ τὴν Ἰλίου ἅλωσιν φασὶν ὁρμήσαντα τὴν Ἑλένην ἀνελεῖν ὡς κακῶν τοσούτων αἰτίαν γενομένην, ὅμως οὐ κατισχμσαι πρᾶξαι ἡττηθέντα τῷ κάλλει, δι’ οὗ ἐπὶ τὴν

 

 

386

ἀνάμνησιν τῆς ἡδονῆς ἀφίκετο. (107) ὅθεν ὲπισκώπτοντες οἱ τραγῳδοποιοὶ ὀνειδιστικῶς ἐπεβόησαν αὐτῷ·

σὺ δ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος

φίλημˑ ἐδέξω, προδότιν αἰκάλλων κύνα.

καὶ πάλινˑ

ἆρ' εἰς τὸ κάλλος ἐκκεκώφηνται ξίφη;

ἐγὡ δὲ ἀποδέχομαι τὸν Ἀντισθένη, «τὴν Ἀφροδίτην» λέγοντα «κἄν κατατοξεὑσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλάς καὶ ἀγαθὰς γυναῖκας διέφθειρεν.» τὸν τε ἔρωτα κακίαν φησὶ φύσεως· ἧς ἡττους ὄντες οἱ κακοδαίμονες θεὸν τὴν νόσον καλοῦσιν. δείκνυται γὰρ διὰ τούτων ἡττᾶσθαι τοὺς ἀμαθεστέρους δι’ ἄγνοιαν ἡδονῆς, ἣν οὐ χρὴ προσίεσθαι, κἂν θεὸς λέγηται, τουτέστι κἂν θεόθεν ἐπὶ τὴν τῆς παιδοποῖιας χρείαν δεδομένη τυγχάνῃ. καὶ ὁ Ξενοφῶν ἄντικρυς κακίαν λίγων τὴν ἡδονήν φησὶν «ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν οἶσθα, ἡ τί καλὸν σκοπεῖς; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, καὶ ἵνα μὲν ἡδέως φάγης, ὀψοποιοὺς μηχανωμένηῖνα δὲ ἡδέως πίνης, οἴνους πολυτελείς παρασκευάζῃ, καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖςˑ ἵνα δὲ κατακοιμηθῇς ἡδέως, οὐ μόνον τὰς κλίνας μαλθακάς, ἀλλὰ καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ.» (108) ὅθεν ὡς ἔλεγεν Ἀρίστων «πρὸς ὅλον τὸ τετράχορδον, ἡδονὴν, λύπην, φόβον, ἐπιθυμίαν, πολλῆς δεῖ τῆς ἀσκήσεως καὶ μάχης,

οὗτοι γὰρ, οὗτοι καὶ διὰ σπλάγχνων ἔσω

χωροῦσι καὶ κυκῶσιν ἀνθρώπων κέαρ.»

«καὶ γὰρ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ἡ ἡδονὴ κηρίνους ποιεῖ» κατὰ Πλάτωνα, ὅτι «ἑκάστη ἡδονῇ τε καὶ λύπη προσπασσάλοῖ τῷ σώματι τὴν ψυχὴν» τοῦ γε μὴ ἀφορίζοντος καὶ ἀποσταυροῦντος ἑαυτόν τῶν παθῶν, «ὁ ἀπολεσας τὴν ψυχὴν τὴν ἑαυτοῦ», φησὶν ὁ κύριος, «σώσει αὐτὴν,» ἤτοι ῥιψοκινδύνως ὑπὲρ τοῦ σωτῆρος αὐτὴν ἐπιδιδούς, ὡς αὐτὸς ὑπὲρ ἡμῶν πεποίηκεν, ἡ ἀπολύσας αὐτὴν ἐκ τῆς πρὸς τὸν συνήθῃ βίον κοινωνίας, ἐὰν γὰρ ἀπολῦσαι καὶ ἀποστῆσαι καὶ ἀφορίσαι (τοῦτο γὰρ ὁ σταυρὸς σημαίνει) τὴν ψυχὴν ἐθελήσῃς

 

 

387

τῆς ἐν τούτῳ τῷ ζῆν τέρψεώς τε καὶ ἡδονῆς, ἔξεις αὐτὴν ἐν τῇ ἐλπίδι τῇ προσδοκωμένῃ «εὐρημένην» καὶ ἀναπεπαυμένην. (109) «εἴη δ' ἄν τοῦτο μελέτη θανάτου,» εἰ μόναις ταῖς κατὰ φύσιν μεμετρημέναις ὀρέξεσι, μηδὲν ὑπεροριζούσαις τῶν κατὰ φύσιν ἐπὶ τὸ μᾶλλον ἡ παρὰ φύσιν, ἔνθα τὸ ἁμαρτητικὸν φύεται, ἀρκεῖσθαι βουλοίμεθα. «ἐνδύσασθαι οὖν δεῖ τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου,» ἐπεὶ «τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατά τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,» ὁ θεῖὸς φησὶν ἀπόστολος. ἀνδρὸς δὴ χρεία ὅστις ἀθαυμάστως καὶ ἀσυγχύτως τοῖς πράγμασι χρήσεται ἀφ’ ὧν τὰ πάθη ὁρμᾶται, οἷον πλούτῳ καὶ πενίᾳ καὶ δόξῃ καὶ ἀδοξίᾳ, ὑγείᾳ καὶ νόσῳ, ζωῇ καὶ θανάτῳ, πόνῳ καὶ ἡδονῇ. ἵνα γὰρ ἀδιαφόρως τοῖς ἀδιαφόροις χρησώμεθα, πολλῆς ἡμῖν δεῖ διαφορᾶς, ἅτε προκεκακωμένοις ἀσθενείᾳ πολλῇ καὶ προδιαστροφῇ κακῆς ἀγωγῇς τε καὶ τροφῆς μετὰ ἀμαθίας προαπολελαυκόσιν. (110) ὁ μὲν οὖν ἀπλοῦς λόγος τῆς καθ' ἡμᾶς φιλοσοφίας τὰ πάθῃ πάντα ἐναπερείσματα τῆς ψυχῆς φησὶν εἶναι τῆς μαλθακής καὶ εἰκούσης καὶ οἷον ἐναποσφραγίσματα τῶν «πνευματικῶν» δυνάμεων, πρὸς ἃς «ἡ πάλη ἡμῖν». ἔργον γὰρ, οἶμαι, ταῖς κακούργοις δυνάμεσιν ἐνεργεῖν τι τῆς ἰδίας ἕξεως παρ’ ἔκαστα πειρᾶσθαι εἰς τὸ καταγωνίσασθαι καὶ ἐξιδιοποιήσασθαι τοὺς ἀπειπαμένους αὐτὰς. ἕπεται δ’ εἰκότως τοὺς μὲν καταπαλαίεσθαι, ὅσοι δὲ ἀθλητικώτερον τὸν ἀγῶνα μεταχειρίζονται πάμμαχον ἀγωνισάμενοι καὶ μέχρι τοῦ στεφάνου χωρήσαντες, αἱ προειρημέναι δυνάμεις ἐν πολλῷ τῷ λύθρῳ τότε δὴ ἀπαυδῶσι θαυμάζουσαι τοὺς νικηφόρους.

Τῶν γὰρ κινουμένων τὰ μὲν καθ’ ὁρμὴν καὶ φαντασίαν κινείται, ὡς τὰ ζῷα, τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα, κινεῖσθαι δὲ καὶ τῶν ἀψύχων τὰ φυτὰ μεταβατικῶς φασιν εἰς αὔξησιν, εἴ τις αὐτοῖς ἄψυχα εἶναι συγχωρήσει τὰ φυτά. (111) ἕξεως μὲν οὖν οἰ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυεῖν τῶν προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα. ἡ λογικὴ δὲ δύναμις, ἰδία

 

 

388

οὖσα τῆς ἀνθρωπείας ψυχῆς, οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.

Αἱ τοίνυν δυνάμεις, περὶ ὧν εἰρήκαμεν, κάλλη καὶ δόξας καὶ μοιχείας καὶ ἡδονὰς καὶ τοιαύτας τινὰς φαντασίας δελεαστικάς προτείνουσι ταῖς εὐεπιφόροις ψυχαῖς, καθάπερ οἱ ἀπελαύνοντες τὰ θρέμματα θαλλοὺς προσείοντες, εἴτα, κατασοφισάμεναι τοῦς μὴ διακρίνειν δυνηθεντας τὴν ἀληθῆ ἀπὸ ψεύδους ἡδονὴν καὶ τὸ ἐπίκηρὸν τε καὶ ἐφύβριστον ἀπὸ τοῦ ἁγιου κάλλους, ἄγουσιν δουλωσάμεναι. ἐκάστη δὲ ἀπάτη, συνεχῶς ἐναπερειδομένη τῇ ψυχῇ, τὴν φαντασίαν ἐν αὐτῆ τυποῦται. καὶ δὴ τὴν εἰκόνα ἔλαθεν περιφέρουσα τοῦ πάθους ἡ ψυχή, τῆς αἰτίας ἀπὸ τε τοῦ δελέατος καὶ τῆς ἡμῶν συγκαταθέσεως γινομένης.

(112) Οἱ δ’ ἀμφὶ τὸν Βασιλείδην προσαρτήματα τὰ πάθη καλεῖν εἰώθασι, πνεύματά [τέ] τίνα ταῦτα κατ' οὐσίαν ὑπάρχειν προσηρτημένα τῇ λογικῇ ψυχῇ κατὰ τίνα τάραχον καὶ σύγχυσιν ἀρχικὴν ἄλλας τε αὖ πνευμάτων νόθους καὶ ἐτερογενεῖς φύσεις προσεπιφύεσθαι ταύταις οἶον λύκου, πιθήκου, λέοντος, τράγου, ὧν τὰ ἰδιώματα περὶ τὴν ψυχὴν φανταζόμενα τὰς ἐπιθυμίας τῆς ψυχῆς τοῖς ζῴοις ἐμφερῶς ἐξομοιοῦν λέγουσινˑ ὧν γὰρ ἰδιώματα φέρουσι, τούτων τὰ ἔργα μιμούνται, καὶ οὐ μόνον ταῖς ὁρμαῖς καὶ φαντασίαις τῶν ἀλόγων ζῴων προσοικειοῦνται, ἀλλὰ καὶ φυτῶν κινήματα καὶ κάλλη ζηλοῦσι διὰ τὸ καὶ φυτῶν ἰδιώματα προσηρτημένα φέρειν, ἔτι δὲ καὶ ἕξεως ἰδιώματα, οἷον ἀδάμαντος σκληρίαν.

(113) Ἀλλὰ πρὸς μὲν τὸ δόγμα τοῦτο διαλεξόμεθα ὕστερον, ὁπηνίκα περὶ ψυχῆς διαλαμβάνομενˑ νῦν δὲ τοῦτο μόνον παρασημειωτέον, ὡς δουρείου τινὸς ἵππου κατὰ τὸν ποιητικὸν μύθον εἰκόνα σῴζει ὁ κατὰ Βασιλείδην ἄνθρωπος, ἐν ἐνὶ σώματι τοσούτων πνευμάτων διαφόρων στρατὸν ἐγκεκολπισμένος. αὐτὸς γοῦν ὁ τοῦ Βασιλείδου υἱὸς Ἱσίδωρος ἐν τῷ Περὶ προσφυοῦς ψυχῆς συναισθόμενος τοῦ δόγματος οἷον ἑαυτοῦ κατηγορῶν γράφει κατὰ λέξιν «ἐὰν γὰρ τινι πεῖσμα δῷς, ὅτι μὴ ἐστιν ἡ ψυχὴ μονομερής, τῇ δὲ τῶν προσαρτημάτων βίᾳ τὰ τῶν χειρόνων γίνεται πάθη, πρόφασιν οὐ τὴν τυχοῦσαν ἕξουσιν οἱ μοχθηροί τῶν

 

 

389

ἀνθρώπων λέγειν ἐβιάσθην, ἀπηνέχθην, ἄκων ἔδρασα. μὴ βουλόμενος ἐνήργησα, τῆς τῶν κακῶν ἐπιθυμίας αὐτοὶ ἡγησάμενοι καὶ οὐ μαχεσάμενοι ταῖς τῶν προσαρτημάτων βίαις. (114) δεῖ δέ, τῷ λογιστικῷ κρείττονας γενομένους, τῆς ἐλάττονος ἐν ἡμῖν κτίσεως φανῆναι κρατοῦντας.» δύο γὰρ δὴ ψυχὰς ὑποτίθεται καὶ οὗτος ἐν ἡμῖν, καθάπερ οἱ Πυθαγόρειοι, περὶ ὧν ὕστερον ἐπισκεψόμεθα. ἀλλὰ καὶ Οὐαλεντῖνος πρὸς τινας ἐπιστέλλων αὐταῖς λέξεσι γράφει περὶ τῶν προσαρτημάτωνˑ «εἶς δὲ ἐστιν ἀγαθός, οὗ παῤῥησία ἡ διὰ τοῦ υἱοῦ φανέρωσις, καὶ δι’ αὐτοῦ μόνου δύναιτο ἂν ἡ καρδία καθαρὰ γενέσθαι, παντὸς πονηροῦ πνεύματος ἐξωθουμένου τῆς καρδίας. πολλὰ γὰρ ἐνοικοῦντα αὐτῇ πνεύματα οὐκ ἐὰ καθαρεύειν, ἕκαστον δὲ αὐτῶν τὰ ἴδια ἐκτελεῖ ἔργα πολλαχῶς ἐνυβριζόντων ἐπιθυμίαις οὐ προσηκούσαις. καὶ μοι δοκεῖ ὁμοιὸν τι πάσχειν τῷ πανδοχείῳ ἡ καρδίακαί γὰρ ἐκεῖνο κατατιτράταί τε καὶ ὁρύττεται καὶ πολλάκις κόπρου πίμπλαται ἀνθρώπων ἀσελγώς ἐμμενόντων καὶ μηδεμίαν πρόνοιαν ποιουμένων τοῦ χωρίου, καθάπερ ἀλλοτρίου καθεστώτος, τὸν τρόπον τοῦτον καὶ ἡ καρδία, μέχρι μὴ προνοίας τυγχάνει, ἀκάθαρτος [οὖσα], πολλῶν οὖσα δαιμόνων οἰκητήριονˑ ἐπειδὰν δὲ ἐπισκέψηται αὐτὴν ὁ μόνος ἀγαθὸς πατὴρ, ἡγίασται καὶ φωτὶ διαλάμπει, καὶ οὕτω μακαρίζεται ὁ ἔχων τὴν τοιαύτην καρδίαν, ὅτι ὅψεται τὸν θεόν.»

(115) τις οὖν ἡ αἰτία τοῦ μὴ προνοεῖσθαι ἐξ ἀρχῆς τὴν τοιαύτην ψυχήν, εἰπάτωσαν ἡμῖν. ἤτοι γὰρ οὐκ ἐστιν ἄξια (καὶ πῶς ὥσπερ ἐκ μετανοίας ἡ πρόνοια πρόσεισιν αὐτῆ;) ἤ φύσις σῳζομένη, ὡς αὐτὸς βούλεται, τυγχάνει καὶ ἀνάγκη ταύτην ἐξ ἀρχῆς διὰ συγγένειαν προνοουμένην μηδεμίαν παρείσδυσιν τοῖς ἀκαθάρτοις παρέχειν πνεύμασιν, ἐκτος εἰ μὴ βιασθείῃ καὶ ἀσθενὴς ἑλεγχθείη. ἐὰν γὰρ δῷ μετανοήσασαν αὐτὴν ἑλέσθαι τὰ κρείττω, τοῦτ' ἐκεῖνος ἄκων ἐρεῖ, ὅπερ ἡ παρ’ ἡμῖν ἀλήθεια δογματίζει, ἐκ μεταβολῆς πειθήνιου, ἀλλ’ οὐκ ἐκ φύσεως [γίγνεσθαι] τὴν σωτηρίαν, ὥσπερ γὰρ αἱ ἀναθυμιάσεις αἵ τε γήθεν αἵ τε ἀπὸ τελμάτων εἰς ὁμίχλες συνίστανται καὶ νεφελώδεις συστροφάς, οὕτως αἱ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀναδόσεις καχεξίαν προστρίβονται ψυχῇ, κατασκεδαννύουσαι τὰ εἴδωλα τῆς ἡδονῆς ἐπίπροσθε τῆς ψυχῆς.

 

 

390

(116) ἐπισκοτοῦσι γοῦν τῷ φωτὶ τῷ νοερῷ ἐπισπωμένης τῆς ψυχῆς τὰς ἐκ τῆς ἐπιθυμίας ἀναδόσεις καὶ παχυνούσης τὰς συστροφὰς τῶν παθῶν ἐνδελεχείᾳ ἡδονῶν, χρυσοῦ δὲ ἀπὸ γῆς οὐκ αἴρεται βῶλος, ἀλλ’ ἀφεψόμενος διυλίζεται, ἔπειτα καθαρὸς γενόμενος χρυσὸς ἀκούει, γῆ κεκαθαρμενη. «αίτείσθε γὰρ καὶ δοθήσεται ὑμῖν» τοῖς ἐξ ἑαυτῶν ἑλέσθαι τὰ κάλλιστα δυναμένοις λέγεται, ὅπως δ’ ἡμεῖς τοῦ διαβόλου τὰς ἐνεργείας καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα εἰς τὴν τοῦ ἁμαρτωλοῦ ψυχὴν ἐπισπείρειν φαμὲν, οὗ μοι δεῖ πλειόνων λόγων παραθεμένῳ μάρτυν τὸν ἀποστολικὸν Βαρνάβαν (ὅ δὲ τῶν ἐβδομήκοντα ἦν καὶ συνεργὸς τοῦ Παύλου) κατὰ λέξιν ὧδέ πῶς λέγονταˑ «πρὸ τοῦ ἡμᾶς πιστεῦσαί τῷ θεῷ ἦν ἡμῶν τὸ οἰκητήριον τῆς καρδίας φθαρτὸν καὶ ἀσθενές, ἀληθῶς οἰκοδομητὸς ναὸς διὰ χειρὸςˑ ὅτι ἦν πλήρης μὲν εἰδωλολατρείας καὶ ἦν οἶκος δαιμόνων, διὰ τὸ ποιεῖν ὅσα ἦν ἐναντία τῷ θεῷ.» (117) τὰς ἐνεργείας οὖν τὰς τοῖς δαιμονίοις καταλλήλους ἐπιτελεῖν φησι τοῦς ἁμαρτωλούς, οὐχὶ δὲ αὐτὰ τὰ πνεύματα ἐν τῇ τοῦ ἀπιστου κατοικεῖν ψυχῇ λέγει, διὰ τοῦτο καὶ ἐπιφέρειˑ «προσέχετε, ἵνα ὁ ναὸς τοῦ κυρίου ἐνδόξως οἴκοδομηθῇ. πῶς; μάθετελαβόντες τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ ἑλπίσαντες ἐπὶ τὸ ὄνομα γενώμεθα καινοί, πάλιν ἐξ ἀρχῆς κτιζόμενοι.» οὐ γὰρ οἱ δαίμωνες ἡμῶν ἀπελαύνονται, ἀλλ’ αἱ ἁμαρτίαι, φησὶν, ἀφίενται, ἀς ὁμοίως ἐκείνοις ἐπετελοῦμεν πρὶν ἡ πιστεῦσαί. εἰκότως οὖν ἀντέθηκε τὰ ἐπιφερόμεναˑ «διὸ ἐν τῷ κατοικητηρίω ἡμῶν ἀληθῶς ὁ θεὸς κατοικεί ἐν ἡμῖν. πῶς; ὁ λόγος αὐτοῦ τῆς πίστεως, ἡ κλῆσις αὐτοῦ τῆς ἐπαγγελίας, ἡ σοφία τῶν δικαιωμάτων, αἱ ἐντολαὶ τῆς διδαχής.» οἰδα ἐγὼ αἰρέσει τινι ἐντυχών, καὶ ὁ ταύτης προῖστάμενος διὰ τῆς χρήσεως ἐφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικὸς (ἔφασκε γὰρ δὴ αὐτὸν καὶ γνωστικὸν εἶναι), ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι δι’ αὐτῆς ἐν αὐτῇ. (118) ἐλάνθανεν δὲ ἑαυτὸν κατασοφιζόμενος ὁ ἄθλιος τῇ φιληδόνῳ τέχνῃ, ταύτῃ δηλονότι τῇ δόξῃ καὶ Ἀρίστιππος ὁ Κυρηναῖος προσέβαλλεν τοῦ τὴν ἀλήθειαν αὐχοῦντος σοφιστοῦ. ὀνειδιζόμενος γοῦν ἐπὶ τῷ συνεχῶς ὁμιλεῖν τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, «ἔχω γὰρ»

 

 

391

ἔλεγεν «Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ' αὐτῆς.» τοιοῦτοι δὲ καὶ οἱ φάσκοντες ἑαυτοὺς Νικολάῳ ἕπεσθαι, ἀπομνημόνευμά τι τάνδρὸς φέροντες ἐκ παρατροπής τὸ «δεῖν παραχρῆσθαι τῇ σαρκί». ἀλλ’ ὁ μὲν γενναῖος κολούειν δεῖν ἐδήλου τὰς τε ἡδονὰς τὰς τε ἐπιθυμίας καὶ τῇ ἀσκήσει ταύτῃ καταμαραίνειν τὰς τῆς σαρκὸς ὀρμάς τε καὶ ἐπιθέσεις. οἱ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς ἀποστολικοῦ μεταδιωκόντων. τινι γὰρ οὗτοι Σαρδαναπάλλου διαφέρουσιν; οὐ τὸν βίον δηλοῖ τὸ ἐπίγραμμα·

ταῦτ ἔχω ὅσσ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος

τέρπν’ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λελειπται.

καὶ γὰρ ἐγὼ σποδὸς εἰμι, Νίνου μεγάλης βασιλεύσας.

(119) καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισί φυσικαῖς, πείνῃ, δίψει, ῥιγεί, γάμῳ. εἰ γοῦν ταύτης δίχα πιεῖν οἷὸν τε ἦν ἤ τροφὴν προσίεσθαι ἤ παιδοποιεῖν, ἐδείχθη ἄν οὐδεμία ἑτέρα χρεία ταύτης. οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσίς οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονῇ, ἀλλ’ ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἀλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. ἡ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ, [ἣ] καὶ τὸν Ἐπίκουρον τέλος εἶναι τοῦ φιλοσόφου ἀνέπεισε θέσθαι τὴν ἡδονὴν. θειάζει γοῦν «σαρκὸς εὐσταθές κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα». τί γὰρ ἕτερον ἡ τρυφή ἡ φιλήδονος λιχνεία καὶ πλεονασμὸς περὶεργος πρὸς ἡδυπάθειαν ἀνειμένων; ἐμφαντικώς ὁ Διογένης ἐν τινι τραγῳδίᾳ γράφειˑ

οὁ τῆς ἀνάνδρου καὶ διεσκατωμένης

τρυφῆς ὑφ' ἡδοναῖσι σαχθέντες κέαρ

πονεῖν θέλοντες οὐδὲ βαιά,

καί τὰ ἐπὶ τούτοις ὅσα αἰσχρῶς μὲν εἴρηται, ἐπαξίως δὲ τῶν φιλήδονων.

(120) Διό μοι δοκεῖ ὁ θεῖος νόμος ἀναγκαίως τὸν φόβον ἐπαρτᾶν, ἵν' εὐλαβείᾳ καί προσοχῇ τὴν ἀμεριμνίαν ὁ φιλόσοφος κτήσηταί τε καὶ τηρησῃ, ἀδιάπτωτός

 

 

392

τε καὶ ἀναμάρτητος ἐν πᾶσι διαμένων. οὐ γὰρ ἄλλως, εἰρήνη καὶ ἐλευθερία περιγίνεται ἡ διὰ τῆς ἀπαύστου καὶ ἀναπαυδήτου πρὸς τὰς τῶν παθῶν ἡμῶν ἀντιμαχήσεις. οὗτοι γὰρ οἱ ἀνταγωνισταὶ παχεῖς καὶ Ὀλυμπικοὶ σφηκὼν ὡς εἰπεῖν εἰσι δριμύτεροι, καὶ μάλιστα ἡ ἡδονῇ, οὐ μόνον μεθ’ ἡμέραν, ἀλλὰ καὶ νύκτωρ ἐν αὐτοῖς τοῖς ἐνυπνίοις μετὰ γοητείας δελεαστικώς ἐπιβουλεύουσα καὶ δάκνουσα. πῶς οὖν ἔτι δίκαιοι κατατρέχειν τοῦ νόμου Ἕλληνες, φόβῳ καὶ αὐτοὶ τὴν ἡδονὴν δουλοῦσθαι διδάσκοντες; ὁ γοῦν Σωκράτης φυλάσσεσθαι κελεύει τὰ ἀναπείθοντα μὴ πεινῶντας ἐσθίειν καὶ μὴ διψῶντας πίνειν καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν ὡς χαλεπώτερον σκορπιὼν καὶ φαλαγγίων ἰὸν ἐνιέναι πεφυκότα. (121) καὶ Αντισθένης δὲ μανῆναι μᾶλλον ἡ ἡσθήναι αἰρεῖται, ὅ τε Θηβαῖος Κράτης

τῶν δὲ (φησὶ) κράτει ψυχῆς ἤθει ἀγαλλομένη·

οὔθ’ ὑπὸ χρυσείων δουλουμένη οὔθ’ ὑπ' ἐρώτων

τηξιπόθων, οὐδ’ εἴ τι συνέμπορὸν ἐστι φίλυβρι.

καί τὸ ὅλον ἐπιλέγει-

ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι

ἀθάνατον βασιλείαν ἐλευθερίαν τ' ἀγαπῶσιν.

οῦτος ἐν ἄλλοις εὐθυῤῥημόνως γράφει τῆς εἰς τὰ ἀφροδίσια ἀκατασχέτου ὁρμῆς κατάπλασμα εἶναι λιμόν, εἰ δὲ μή, βρόχον. Ζήνωνι δὲ τῷ Στωϊκῷ τὴν διδασκαλίαν μαρτυροῦσι καίτοι διασύροντες οἱ κωμικοὶ ὧδέ πωςˑ

φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖˑ

πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνειˑ

εἰς ἄρτος, ὅψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.

(122) Πάντες δὴ οὗτοι οὐκ αἰσχύνονται σαφῶς ὁμολογεῖν τὴν ἐκ τῆς εὐλαβείας ὠφέλειανˑ ἡ δὲ ἀληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγοις ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ ἀμυντηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετώσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς ὑπὸ τοῦ λόγου λαμβάνει, ἤδη γοῦν καὶ τοῦ ποιητικοῦ Διὸς τὴν αἰγίδα γράφουσι

δεινήν, ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωται,

 

 

393

ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή·

ἐν δὲ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου,

δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.

(123) τοῖς δὲ τὸ σωτήριον διορᾶν ὀρθῶς δυναμένοις οὐκ οἶδα εἴ τι φίλτερον φανήσεται τῆς τε σεμνότητος τοῦ νόμου καὶ τῆς θυγατρὸς αὐτοῦ εὐλαβείας. ἀλλὰ γὰρ ὅταν ὑπέρτονον ᾄδειν λέγηται, ὥσπερ καὶ ὁ κύριος ἐπὶ τινας, ἵνα μὴ τινες τῶν ζηλούντων αὐτὸν ἐκτονον καὶ ἀπόχορδον ᾄσωσιν, οὕτως ἀκούω, οὐχ ὡς ὑπέρτονον, ἀλλὰ τοῖς μὴ βουλομένοις ἀναλαβεῖν τὸν θεῖον ζυγόν, τούτοις ὑπέρτονονˑ τοῖς γὰρ ἀτόνοις καὶ ἀσθενικοῖς τὸ μέτριον ὑπέρτονον δοκεῖ, καὶ τοῖς ἀδίκοις ἀκροδίκαιον τὸ ἐπιβάλλον. ὅσους γὰρ δια τὸ φιλικῶς πρὸς ἁμαρτίας ἔχειν ἡ συγγνώμη παρεισέρχεται, οὗτοι τὴν ἀλήθειαν ἀπήνειαν ὑπολαμβάνουσιν καὶ τὴν αὐστηρίαν ἀποτομίαν, καὶ ἀνηλεῆ τὸν μὴ συναμαρτάνοντα μηδὲ συγκατασπώμενον. (124) εὖ γοῦν ἡ τραχῳδία ἐπὶ τοῦ Ἅιδου γράφειˑ

πρὸς δ’ οἶον ἤξεις δαίμονα ὡς ἐρωτα,

ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν

ᾔδει, μόνον δ’ ἔστεργε τὴν ἁπλῶς δίκην.

καί γὰρ εἰ μηδέπω ποιεῖν τὰ ἡμῖν προσταττόμενα ὑπὸ τοῦ νόμου οἷοί τέ ἐσμεν, ἀλλὰ τοι συνορῶντες, ὡς ὑποδείγματα ἡμῖν ἔκκειται κάλλιστα ἐν αὐτῷ, τρέφειν καὶ αὔξειν τὸν ἔρωτα τῆς ἑλευθερίας δυνάμεθαˑ καὶ τῇδε ὠφελοίμεθ' ἄν, κατὰ δύναμιν προθυμότερον τὰ μὲν προκαλούμενοι, τὰ δὲ μιμούμενοι, τὰ δὲ καὶ δυσωπούμενοι. οὐδὲ γὰρ οἱ παλαιοὶ δίκαιοι κατὰ νόμων βιώσαντες «ἀπὸ δρυὸς» ἦσαν «παλαιφάτου οὐδ’ ἀπὸ πέτρης». τῷ γοῦν βουληθῆναι γνησίως φιλοσοφεῖν ὅλους αὐτοὺς φέροντες ἀνέθεσαν τῷ θεῷ καὶ «εἰς πίστιν ἑλογίσθησαν».

(125) Καλῶς ὁ Ζήνων ἐπὶ τῶν Ἱνδῶν ἔλεγεν ἔνα Ἰνδὸν παροπτώμενον ἐθέλειν [ἄν] ἰδεῖν ἤ πάσας τὰς περὶ πόνου ἀποδείξεις μαθεῖν. ἡμῖν δὲ ἀφθονοι μαρτύρων πηγαὶ ἐκάστης ἡμέρας ἐν ὀφθαλμοῖς ἡμῶν θεωρούμεναι παροπτωμένων ἀνασκινδυλευομένων τὰς κεφαλὰς ἀποτεμνομένων. τούτους πάντας ὁ παρὰ τοῦ νόμου φόβος εἰς Χριστὸν παιδαγωγήσας συνήσκησε τὸ εὐλαβές καὶ δι’ αἱμάτων ἐνδείκνυσθαι. «ὁ θεὸς ἐστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ

 

 

394

δὲ θεοὺς διακρίνεῖ.» τίνας τούτους; τοὺς ἡδονῆς κρείττονας, τοὺς τῶν παθῶν διαφέροντας, τοὺς ἕκαστον ὧν πράσσουσιν ἐπισταμένους, τοὺς γνωστικούς, τοὺς τοῦ κόσμου μείζονας. καὶ πάλιν «ἐγὼ εἶπα, θεοὶ ἐστε καὶ υἱοὶ ὑψίστου πάντες» τίσι λέγει ὁ κύριος; τοῖς παραιτουμένοις ὡς οἷόν τε πᾶν τὸ ἀνθρώπινον. καὶ ὁ ἀπόστολος λέγειˑ «ὑμεῖς γὰρ οὐκέτι ἐστε ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι.» καὶ πόλιν λέγειˑ «ἐν σαρκὶ ὄντες οὐ κατὰ σάρκα στρατευόμεθα» «σάρξ» γὰρ «καὶ αἶμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορά τὴν ἀφθαρσίαν κληρονόμεῖ» «ἰδοὺ δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε» διελέγχον ἡμᾶς τὸ πνεῦμα εἴρηκεν. (126) χρὴ τοίνυν συνασκεῖν αὐτοὺς εἰς εὐλάβειαν τῶν ὑποπιπτόντων τοῖς πάθεσι, φυγαδεὑοντας κατὰ τοὺς ὄντως φιλοσόφους τὰ πασχητιῶντα τῶν βρωμάτων καὶ τὴν παρὰ τὴν κοίτην ἐκλυτον ἀνεσιν καὶ τὴν τρυφὴν καὶ τὰ εἰς τρυφὴν πάθῃ, ἄλλοις εἶναι ἀθλον βαρύ, ἡμῖν δὲ οὐκέτιˑ δῶρον γὰρ τοῦ θεοῦ σωφροσύνῃ τὸ μέγιστον. «αὐτὸς γὰρ εἴρηκεν, οὐ μὴ σε ἀνῶ οὐδ’ οὐ μὴ σε ἐγκαταλείπω,» ἄξιον κρίνος διὰ τὴν γνησίαν αἵρεσιν. οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ «χρηστὸς» τοῦ κυρίου «ζυγός», «έκ πίστεως εἰς πίστιν» ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας περιγένηται καρπός, γίνεται δὲ [ἡ] «ἄσκησις» κατὰ τὸν Κῷον Ἰπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς «ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.»

 

XXI

(127) Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἱσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν Διὶ πατρὶ μάχεσθαι, ὥσπερ ὑὼν σκατοφάγων καὶ οὐχὶ τῶν λογικὼν καὶ φιλοσόφων τὴν μακαρίαν νίκην δογματίζων. τῶν γὰρ ἀπὸ τῆς ἡδονῆς ἀρχομένων τοὺς τε Κυρηναϊκοὺς εἶναι καὶ τὸν Ἐπίκουρον τούτους γὰρ τέλος εἶναι λέγειν διαῤῥήδην τὸ ἡδέως ζῆν, τέλειον δὲ ἀγαθὸν μόνον τὴν ἡδονήν. ὁ δὲ Ἐπίκουρος καὶ τὴν τῆς ἀλγηδόνος ὑπεξαίρεσιν ἡδονὴν εἶναι λέγειαιρετὸν δὲ εἶναι φησὶν ὅ πρῶτον ἐξ ἑαυτοῦ ἐφ' ἑαυτὸ ἐπισπάται πάντως δηλονότι ἐν κινήσει ὑπάρχον. Δεινόμαχος δὲ καὶ Καλλιφῶν τέλος εἶναι ἔφασαν πᾶν τὸ καθ' αὐτὸν ποιεῖν ἕνεκα τοῦ

 

 

395

ἐπιτυγχάνειν ἡδονῆς καὶ τυγχάνειν, ὅ τε Ἱερώνυμος ὁ Περιπατητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν. καὶ Διόδωρος ὁμοίως ἀπὸ τῆς αὐτῆς αἱρέσεως γενόμενος τέλος ἀποφαίνεται τὸ ἀοχλήτως καὶ καλῶς ζῆν. (128) Ἐπίκουρος μὲν οὖν καὶ οἱ Κυρηναϊκοὶ τὸ πρῶτον οἰκεῖον φασιν ἡδονὴν εἶναι· ἕνεκα γὰρ ἡδονῆς παρελθοῦσα. φασιν, ἡ ἀρετὴ ἡδονὴν ἐνεποίησε. κατὰ δὲ τοὺς περὶ Καλλιφῶντα ἕνεκα μὲν τῆς ἡδονῆς παρεισήλθεν ἡ ἀρετή, χρόνῳ δὲ ὕστερον τὸ περὶ αὐτὴν κάλλος κατιδοῦσα ἰσότιμον ἑαυτὴν τῇ ἀρχῇ, τουτέστι τῇ ἡδονῇ, παρέσχεν.

Οἱ δὲ περὶ τὸν Αριστοτέλη τέλος ἀποδιδόασιν εἶναι τὸ ζῆν κατ' ἀρετὴν, οὔτε δὲ τὴν εὐδαιμονίαν οὔτε τὸ τέλος παντὶ τῷ τὴν ἀρετὴν ἔχοντι παρεῖναιˑ βασανιζόμενον γὰρ καὶ τύχαις ἀβουλήτοις περιπίπτοντα τὸν σοφὸν καὶ διὰ ταῦτα ἐκ τοῦ ζῆν ἀσμένως ἐθέλοντα διαφεύγειν μὴ εἶναι μήτε μακάριον μήτ’ εὐδαίμονα. δεῖ γὰρ καὶ χρόνου τινὸς τῇ ἀρετῇˑ οὐ γὰρ ἐν μιᾷ ἡμέρᾳ περιγίνεται, ἣ καὶ ἐν τελείῳ συνίσταται, ἐπεὶ μὴ ἐστιν, ὡς φασι, παῖς εὐδαίμων ποτέˑ τέλειος δ’ ἂν εἴη χρόνος ὁ ἀνθρώπινος βίος, συμπληροῦσθαι τοίνυν τὴν εὐδαιμονίαν ἐκ τῆς τριγενείας τῶν ἀγαθῶν. οὔτ' οὖν ὁ πένης οὔθ' ὁ ἄδοξος, ἀλλ’ οὐδ’ ὁ ἐπίνοσος, ἀλλ’ οὐδ’ ἂν οἰκέτης ᾖ τις, κατ' αὐτοὺς.

(129) Πάλιν δ’ αὖ Ζήνων μὲν ὁ Στωϊκὸς τέλος ἡγεῖται τὸ κατ' ἀρετὴν ζῆν, Κλεάνθης δὲ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, [Διογένης δὲ τὸ τέλος κεῖσθαι ἡγεῖτο] ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ κεῖσθαι διελάμβανεν. ὅ τε Ἀντίπατρος ὁ τοῦτου γνώριμος τὸ τέλος κεῖσθαι ἐν τῷ διηνεκῶς καὶ ἀπαραβάτως ἐκλέγεσθαι μὲν τὰ κατὰ φύσιν, ἀπεκλέγεσθαι δὲ τὰ παρὰ φύσιν ὑπολαμβάνει. Ἀρχέδημὸς τε αὖ οὕτως ἐξηγεῖτο εἶναι τὸ τέλος, [ζήν] ἐκλεγόμενον τὰ κατὰ φύσιν μέγιστα καὶ κυριώτατα, οὐχ οἷόν τε ὄντα ὑπερβαίνειν. πρὸς τούτοις ἔτι Παναίτιος τὸ ζῆν κατὰ τὰς δεδομένας ἡμῖν ἐκ φύσεως ἀφορμὰς τέλος ἀπεφήνατοέπί πᾶσι τε ὁ Ποσειδώνιος τὸ ζῆν θεωροῦντα τὴν τῶν ὅλων ἀλήθειαν καὶ τάξιν καὶ συγκατασκευάζοντα αὐτὴν κατὰ τὸ δυνατόν, κατὰ μηδὲν ἀγόμενον ὑπὸ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, τινὲς δὲ τῶν νεωτέρων Στωϊκῶν οὕτως ἀπέδοσαν, τέλος εἶναι τὸ ζῆν ἀκολούθως τῇ τοῦ

 

 

396

ἀνθρώπου κατασκευῇ, τί δὴ σοι Ἀρίστωνα [ἄν] καταλέγοιμι; τέλος οὗτος εἶναι τὴν ἀδιαφορίαν ἔφῃ, τὸ δὲ ἀδιάφορον ἁπλῶς ἀδιάφορον ἀπολείπειˑ ἤ τὰ Ἡρίλλου εἰς μέσον παράγοιμι; τὸ κατ' ἐπιστήμην ζῆν τέλος εἶναι τίθησιν Ἡριλλος. τοὺς γὰρ ἐκ τῆς Ἀκαδημίας νεωτέρους ἄξιοῦσι τινες τέλος ἀποδιδόναι τὴν ἀσφαλῆ πρὸς τὰς φαντασίας ἐποχήν, ναὶ μὴν Λύκων ὁ Περιπατητικὸς τὴν ἀληθινήν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς Λεύκιμος τὴν ἐπὶ τοῖς καλοῖς. Κριτόλαος δέ, ὁ καὶ αὐτὸς Περιπατητικός, τελειότητα ἔλεγεν κατὰ φύσιν εὐροοῦντος βίου, τὴν ἐκ τῶν τριῶν γενῶν συμπληρουμένην τριγενικήν τελειότητα μηνύων.

(130) Οὔκουν ἐπὶ τούτοις ἀρκουμένους καταπαυστέον, φιλοτιμητέον δὲ ὡς ἔνι μάλιστα καὶ τὰ πρὸς τῶν φυσικῶν δογματιζόμενα περὶ τοῦ προκειμένου παραθέσθαι. Ἀναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν λέγουσιν Ἡράκλειτὸν τε τὸν Ἐφέσιον τὴν εὐαρέστησιν. Πυθαγόραν δὲ ὁ Ποντικὸς Ἡρακλείδης ἱστορεῖ τὴν ἐπιστήμην τῆς τελειότητος τῶν ἀριθμῶν τῆς ψυχῆς εὐδαιμονίαν εἶναι παραδεδωκέναι. ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσι, Δημόκριτος μὲν ἐν τῷ Περὶ τέλους τὴν εὐθυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν (καὶ πολλάκις ἐπιλέγειˑ «τέρψις γὰρ καὶ ἀτερπίη οὖρος τῶν περιηκμακότων»), Ἐκαταῖος δὲ αὐτάρκειαν, καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν, καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν ταύτην γὰρ ἔφῃ ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι. ἔτι πρὸς τούτοις Διότιμος τὴν παντέλειαν τῶν ἀγαθῶν, ἣν εὐεστὼ προσαγορεύεσθαι, τέλος ἀπέφηνεν. πάλιν Ἀντισθένης μὲν τὴν ἀτυφίαν, οἱ δὲ Ἀννικέρειοι καλούμενοι ἐκ τῆς Κυρηναϊκῆς διαδοχῆς τοῦ μὲν ὅλου βίου τέλος οὐδὲν ὡρισμένον ἔταξαν, ἐκάστης δὲ πράξεως ἴδιον ὑπάρχειν τέλος τὴν ἐκ τῆς πράξεως κεριγινομένην ἡδονὴν. οὗτοι οἱ Κυρηναϊκοὶ τὸν ὅρον τῆς ἡδονῆς Ἐπικούρου, τουτέστι τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν, ἀθετοῦσιν, νεκροῦ κατάστασιν ἀποκαλοῦντεςˑ χαίρειν γὰρ ἡμᾶς μὴ μόνον ἐπὶ ἡδοναῖς, ἀλλὰ καὶ ἐπὶ ὁμιλίαις καὶ ἐπὶ φιλοτιμίαις. ὁ δὲ Ἐπίκουρος πᾶσαν χαρὰν τῆς ψυχῆς οἴεται ἐπὶ πρωτοποθούσῃ τῇ σαρκὶ γενέσθαι. (131) ὅ τε Μητρόδωρος ἐν τῷ Περὶ τοῦ

 

 

397

μείζονα εἶναι τὴν παρ' ἡμᾶς αἰτίαν πρὸς εὐδαιμονίαν τῆς ἐκ τῶν πραγμάτων «ἀγαθὸν» φησὶ «ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα;»

 

XXII

Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησὶν, τὸ μὲν μεθεκτὸν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τὸ δὲ μετέχον ἐκείνου καὶ τὴν ἀπ’ αὐτοῦ δεχόμενον ὁμοιότητα, ὃ περὶ ἀνθρώπους γίνεται τοὺς μεταποιούμενους ἀρετῆς τε καὶ τῆς ἀληθοῦς φιλοσοφίας, διὸ καὶ Κλεάνθης ἐν τῷ δευτέρῳ Περὶ ἡδονῆς τὸν Σωκράτην φησὶ παρ' ἔκαστα διδάσκειν ὡς ὁ αὐτὸς δίκαιὸς τε καὶ εὐδαίμων ἀνὴρ καὶ τῷ πρώτῳ διελόντι τὸ δίκαιον ἀπὸ τοῦ συμφέροντος καταράσθαι ὡς ἀσεβές τι πρᾶγμα δεδρακότι· ἀσεβεῖς γὰρ τῷ ὅντι οἱ τὸ συμφέρον ἀπὸ τοῦ δικαίου τοῦ κατὰ νόμον χωρίζοντες. αὐτὸς δὲ ὁ Πλάτων τὴν εὐδαιμονίαν τὸ εὐ τὸν δαίμονα ἔχειν, δαίμονα δὲ λέγεσθαι τὸ τῆς ψυχῆς ἡμῶν ἡγεμονικόν, τὴν δὲ εὐδαιμονίαν τὸ τελειότατον ἀγαθὸν καὶ πληρέστατον λέγει, ότέ δὲ βίον ὁμολογούμενον καὶ σύμφωνον αὐτὴν ἀποκάλεῖ, καὶ ἔσθ' ὅτε τὸ κατ' ἀρετὴν τελειότατον, τοῦτο δὲ ἐν ἐπιστήμη τοῦ ἀγαθοῦ τίθεται καὶ ἐν ἐξομοιώσει τῇ πρὸς τὸν θεόν, ὁμοίωσιν ἀποφαινόμενος «δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως εἶναι». ἡ γὰρ οὐχ οὕτως τινὲς τῶν ἡμετέρων τὸ μὲν «κατ' εἰκόνα» εὐθέως κατὰ τὴν γένεσιν εἰληφέναι τὸν ἄνθρωπον, τὸ «καθ’ ὁμοίωσιν» δὲ ὕστερον κατὰ τὴν τελείωσιν μέλλειν ἀπολαμβάνειν ἐκδέχονται; (132) αὐτίκα ὁ Πλάτων τὴν ὁμοίωσιν ταύτην μετὰ ταπεινοφροσύνης ἐσεσθαι τῷ ἐναρέτῳ διδάσκων ἐκεῖνο που ἔρμηνεύει· «πᾶς ὁ ταπεινὼν ἑαυτόν ὑψωθήσεται.» λέγει γοῦν ἐν τοῖς Νόμοιςˑ «ὁ μὲν δὴ θεὸς, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν τε καὶ μέσα καὶ τελευτὴν τῶν πάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενοςˑ τῷ δὲ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός.» ὁρᾷς ὅπως καὶ αὐτὸς εὐλάβειαν προσάγει τῷ θείῳ νόμῳ; ἐπιφέρει γοῦνˑ «ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος.» εἶτα τούτοις τὰ ἀκόλουθα συνάψας καὶ τῷ φόβοῳ νουθετήσας ἐπιφέρειˑ «τις οὖν δὴ πρᾶξις φίλη καὶ ἀκόλουθος θεῷ; μία καὶ ἕνα λόγον ἔχουσα

 

 

398

άρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις. τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον εἰς δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι. (133) καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος, ὁμοιος γὰρ, ὅ τε μὴ σώφρων ἀνόμοιὸς τε καὶ διάφορος.» τοῦτο ἀρχαῖον εἶναι φήσας τὸ δόγμα τὴν ἐκ τοῦ νόμου εἰς αὐτὸν ἥκουσαν διδασκαλίαν ᾐνίξατο. κἂν τῷ Θεαιτήτῳ τὰ κακά «ἀμφὶ τὴν θνητήν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖν ἐξ ἀνάγκης» δοὐς ἐπιφέρειˑ «διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχισταφυγή δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόνˑ ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι.» Σπεύσιππος τε ὁ Πλάτωνος ἀδελφιδοῦς τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἡ ἕξιν ἀγαθῶν, ἧς δὴ καταστάσεως ἄπαντας μὲν ἀνθρώπους ὅρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχληάιας. εἶεν δ’ ἂν αἱ ἀρεταὶ τῆς εὐδαιμονίας ἀπεργαστικαί. Ξενοκράτης τε ὁ Καλχηδόνιος τήν εὐδαιμονίαν ἀποδίδωσι κτῆσιν τῆς οἰκείας ἀρετῆς καὶ τῆς ύπηρετικῆς αὐτῇ δυνάμεως. εἶτα ὡς μὲν ἐν ᾧ γίνεται, φαίνεται λέγων τὴν ψυχὴνˑ ὡς δ’ ὑφ' ὡν, τὰς ἀρετάςˑ ὡς δ’ ἐξ ὧν ὡς μερῶν, τὰς καλάς πράξεις καὶ τὰς σπουδαίας ἔξεις τε καὶ διαθέσεις καὶ κινήσεις καὶ σχέσειςώς δ’ ὧν οὐκ ἀνευ, τὰ σωματικά καὶ τὰ ἐκτος, ὁ γὰρ Ξενοκράτους γνώριμος Πολέμων φαίνεται τὴν εὐδαιμονίαν αὐτάρκειαν εἶναι βουλόμενος ἀγαθῶν πάντων, ἡ τῶν πλείστων καὶ μεγίστων, δογματίζει γοῦν χωρὶς μὲν ἀρετῆς μηδέποτε ἂν εὐδαιμονίαν ὑπάρχειν, δίχα δὲ καὶ τῶν σωματικὼν καὶ τῶν ἐκτος τὴν ἀρετὴν αὐτάρκῃ πρὸς εὐδαιμονίαν εἶναι.

(134) Καὶ τὰ μὲν ὧδε ἐχέτω, αἵ δὲ ἀντιῤῥήσεις αἱ πρὸς τὰς εἰρημένας δόξας κατὰ καιρὸν τεθήσονται, ἡμῖν δὲ αὐτοῖς εἰς τέλος ἀτελεύτητον ἀφικέσθαι πρόκειται πειθομένοις ταῖς ἐντολαῖς, τουτέστι τῷ θεῷ, καὶ κατ' αὐτὰς βιώσασιν ἀνεπιλήπτως καὶ ἐπιστημόνως διὰ τῆς τοῦ θείου θελήματος γνώσεωςή τε πρὸς τὸν ὀρθὸν λόγον ὡς οἷόν τε ἐξομοίωσις τέλος ἐστι καὶ εἰς τὴν τελείαν υἱοθεσίαν διὰ τοῦ υἱοῦ ἀποκατάστασις, δοξάζουσαν ἀεὶ τὸν πατέρα διὰ τοῦ μεγάλου ἀρχιερέως τοῦ «ἀδελφοὑς» καὶ «συγκληρονόμους» καταξιώσαντος ἡμᾶς εἰπεῖν. καὶ ὁ μὲν ἀπόστολος συντόμως τὸ τέλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ

 

 

399

διαγράφων λέγειˑ «νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον» διττήν δὲ εἰδὼς τὴν ἐλπίδα, τὴν μὲν προσδοκωμένην, τὴν δὲ ἀπειλημμένην, ἤδη τέλος διδάσκει τὴν τῆς ἑλπίδος ἀποκατάστασιν «ἡ γὰρ ὑπομονή», φησί, «δοκιμήν, ἡ δὲ δοκιμή ἑλπίδαή δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγιου τοῦ δοθέντος ἡμῖν.» δι’ ἣν ἀγάπην καὶ [ἡ] εἰς τὴν ἐλπίδα ἀποκατάστασις, ἣν ἀνάπαυσιν ἀλλαχοῦ λέγει ἀποκεῖσθαι ἡμῖν. (135) τὰ ὅμοια καὶ παρὰ τῷ Ἱεζεκιὴλ εὕροις ἄν οὕτως ἔχονταˑ «ἡ ψυχὴ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. καὶ ἀνὴρ ὃς ἄν γένηται δίκαιος καὶ ποίησῃ κρῖμα καὶ δικαιοσύνην, ἐπὶ τὰ ὅρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσήλθεν» (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), «καὶ ἄνδρα», φησί, «μὴ κακώσῃ, ἐνεχὐρασμα ὀφείλοντος ἀποδώσει, ἄρπαγμα οὐ μὴ ἀρπάσῃ, τὸν ἀρτον αὐτοῦ πεινώντι δώσει, [καί γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει,] καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειανδίκαιὸς ἐστι, ζωῇ ζήσεται, λέγει ἀδωναῖ κύριος.» ὃ τε Ἡσαίας τὸν μὲν πιστεύσαντα εἰς σεμνότητα βίου, τὸν γνωστικὸν δὲ εἰς ἐπίστασιν παρακάλών, μὴ τὴν αὐτὴν εἶναι ἀρετὴν ἀνθρώπου καὶ θεοῦ παριστάς ὧδέ φησιˑ «ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὐρίσκειν αὐτὸν ἐπικαλέσασθεˑ ἡνίκα δ’ ἄν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβής τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἀνομος τὰς ὁδοὺς αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς κύριον, καὶ ἑλεηθήσεται» ἕως «καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.»

(136) «ἡμεῖς» τοίνυν κατὰ τὸν γενναῖον ἀπόστολον «ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ οὔτε περιτομῇ τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.» «έπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδήν πρὸς τὴν πληροφορίαν τῆς ἑλπίδος» ἕως «κατὰ τὴν τάξιν Μελχισεδέκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» τὰ ὅμοια τῷ

 

 

400

Παύλῳ καὶ ἡ πανάρετος σοφία λέγει· «ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ ἐλπίδι πεποιθώς·» ἡ γὰρ τῆς ἑλπίδος ἀποκατάστασις ὁμωνύμως ἐλπὶς εἴρηταιδιό τοῦ «κατασκηνώσει» τῇ λέξει παγκάλως προσέθηκε τὸ «πεποιθώς», δεικνύς τὸν τοιοῦτον ἀναπεπαῦσθαι ἀπολαβόντα ἣν ἤλπιζεν ἐλπίδα, διὸ καὶ ἐπιφέρει «καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.» ἄντικρυς δὲ ὁ ἀπόστολος ἐν τῇ προτέρᾳ τῶν πρὸς Κορινθίους διαῤῥήδην φησίˑ «μιμηταί μου γίνεσθε καθὼς κάγώ Χριστοῦ,» ἵνα γένηται ἐκεῖνοεί ὑμεῖς ἐμοῦ, ἐγὼ δὲ Χριστοῦ, ὑμεῖς οὖν μιμηταὶ Χριστοῦ γίνεσθε, Χριστὸς δὲ θεοῦ. «την ἐξομοίωσιν» τοίνυν «τῷ θεῷ εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι» σκοπὸν τῆς πίστεως ὑποτίθεται, τέλος δὲ τὴν ἐπὶ τῇ πίστει τῆς ἐπαγγελίας ἀποκατάστασιν. ἐκ τούτων οὖν αἱ πηγαί τῶν περὶ τέλους δογματισάντων ἀς προειρήκαμεν βλύζουσιν. ἀλλὰ τούτων μὲν ἄλις.

 

XXIII

(137) Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τοῦτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γνησίων τέκνων σποράό γοῦν κωμικὸς Μένανδρος

παίδων (φησὶν) ἐπ ἀρότῳ γνησίων

δίδωμί σοι γε τὴν ἐμαυτοῦ θυγατέρα.

ζητοῦμεν δὲ εἰ γαμητέον, ὅπερ τῶν κατὰ [τὸ] πρὸς τί πῶς ἔχειν ὠνομασμένων ἐστὶν. τινι γὰρ γαμητέον [ὅπερ] καὶ πῶς ἔχοντι, καὶ τίνα καὶ πῶς ἔχουσαν; οὔτε γὰρ παντὶ γαμητέον οὔτε πάντοτε, ἀλλὰ καὶ χρόνος ἐστὶν ἐν ᾧ καθήκει, καὶ πρόσωπον ᾧ προσήκει, καὶ ἡλικία μέχρι τίνος, οὔτε οὖν παντὶ γαμητέον πᾶσαν οὔτε πάντοτε, ἀλλ’ οὐδὲ παντελῶς καὶ ἀνέδην, ἀλλὰ τῷ πῶς ἔχοντι καὶ ὁποίαν καὶ ὁπότε δεῖ, καὶ χάριν παίδων καὶ τὴν κατὰ πάντα ὁμοίαν καὶ μὴ βίᾳ ἤ ἀνάγκη στέργουσαν τὸν ἀγαπῶ ντα ἄνδρα. (138) ὅθεν ὁ Ἀβραὰμ φησὶν ἐπὶ τῆς γυναικὸς σκηπτόμενος ὡς ἀδελφήςˑ «ἀδελφῇ μοί ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός, ἐγένετο δὲ μοι καὶ εἰς γυναῖκα,» τὰς ὁμομήτριους μὴ δεῖν ἀγεσθαι πρὸς γάμον διδάσκων.

 

 

401

Ἐπίωμεν δὲ ἐν βραχεῖ τὴν ἱστορίαν. Πλάτων μὲν οὖν ἐν τοῖς ἐκτὸς ἀγαθοῖς τάττει τὸν γάμον, ἐπισκευἀσας τὴν ἀθανασίαν τοῦ γένους ἡμῶν [καὶ] οἴονεί διαμονήν τίνα παισί παίδων μεταλαμπαδευομένην. Δημόκριτος δὲ γάμον καὶ παιδοποιίαν παραιτεῖται διὰ τὰς πολλὰς ἐξ αὐτῶν ἀηδίας τε καὶ ἀφολκάς ἀπὸ τῶν ἀναγκαιοτέρων. συγκατατάττεται δὲ αὐτῷ καὶ Ἐπίκουρος καὶ ὅσοι ἐν ἡδονῇ καὶ ἀοχλησίῳ, ἔτι δὲ καὶ ἀλυπίᾳ τἀγαθὸν τίθενται, ἔτι κατὰ μὲν τοὺς ἀπὸ τῆς Στοᾶς ἀδιάφορον ὃ τε γάμος ἡ τε παιδοτροφία, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου ἀγαθόν. συλλήβδην οὗτοι μέχρι γλώττης ἀγαγόντες τὰ δόγματα ἡδοναῖς ἐδουλώθησαν, οἱ μὲν παλλακίσιν, οἶδε ἑταίραις μειράκιοις τε οἱ πλεῖστοι κεχρημένοι. ἡ σοφὴ δὲ ἐκείνη τετρακτὺς ἐν τῷ κήπῳ μετὰ τῆς ἑταίρας ἔργοις ἐκύδαινον τὴν ἡδονὴν. (139) οὐκ ἄν οὖν ἐκφὑγοιεν τὴν Βουζὑγιον ἀράν ὅσοι μὴ δοκιμάζοντες σφίσι συμφέρειν τινὰ ἑτέροις ταῦτα παρακελεύονται ποιεῖν, ἡ αὖ τοῦμπαλιν. τοῦτο βραχέως ἡ γραφὴ δεδήλωκεν εἰρηκυῖαˑ «ὅ μισείς, ἄλλῳ οὐ ποιήσεις.» πλὴν οἱ γάμον δοκιμάζοντες «ἡ φύσις ἡμᾶς ἐποίησεν» φασιν «ενθέτους πρὸς γάμον», ὡς δῆλον ἐκ τῆς σωμάτων κατασκευῆς τῶν τε ἀῤῥένων καὶ τῶν θηλειών, καὶ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε» συνεχῶς ἐπιβοώνται. εἰ δὲ καὶ ταῦθ οὕτως ἔχει, ἀλλ’ αἰσχρὸν γε αὐτοῖς δοκείτω καὶ τῶν ἀλόγων ζῴων τὸν ὑπὸ θεοῦ δημιουργηθέντα ἄνθρωπον ἀκρατέστερον εἶναι, ἀ τὴν ἐπιμιξίαν οὐ ποιείται πρὸς πολλὰ καὶ ἀνέδην, ἀλλὰ πρὸς ἐν καὶ ὁμόφυλον, οἴαι αἱ πελιἀδες καὶ αἱ φάσσαι καὶ τὸ τρυγόνων γένος καὶ ὅσα τούτοις παραπλήσια, ἔτι, φασιν, ὁ ἄτεκνος τῆς κατὰ φύσιν τελειότητος ἀπολείπεται ἅτε μὴ ἀντικαταστήσας τῇ χώρᾳ τὸν οἴκεῖον διάδοχον τέλειος γὰρ ὁ πεποιηκώς ἐξ αὐτοῦ τὸν ὅμοιον, μᾶλλον δὲ ἐπειδὰν κάκεῖνον τὸ αὐτὸ πεποιηκότα ἐπίδῃ, τουτέστιν ὅταν εἰς τὴν αὐτὴν καταστήσῃ φύσιν τὸ τεκνωθέν τῷ τεκνώσαντι.

(140) Γαμητέον οὖν πάντως καὶ τῆς πατρίδος ἕνεκα καὶ τῆς τῶν παίδων διαδοχῆς καὶ τῆς τοῦ κόσμου τὸ ὅσον ἐφ’ ἡμῖν συντελειώσεως, ἐπεὶ καὶ γάμον τινὰ οἰκτείρουσιν οἱ ποιηταί «ἡμιτελῆ» καὶ ἄπαιδα, μακαρίζουσι δὲ τὸν «ἀμφιθαλῆ». αἱ δὲ σωματικαί νὅσοι μάλιστα τὸν γάμον ἀναγκαῖον δεικνύουσινή γὰρ τῆς γυναικὸς κηδεμονία καὶ τῆς παραμονής ἡ ἐκτένεια τὰς ἐκ τῶν ἄλλων

 

 

402

οἰκείων καὶ φίλων ἔοικεν ὑπερτίθεσθαι προσκαρτερήσεις, ὅσῳ τῇ συμπαθείᾳ διαφέρειν καὶ προσεδρεύειν μάλιστα πάντων προαιρείται, καὶ τῷ ὅντι κατὰ τὴν γραφὴν ἀναγκαία «βοηθός». (141) ὁ γοῦν κωμικὸς Μένανδρος καταδραμὡν τοῦ γάμου, ἀλλὰ καὶ τὰ χρήσιμα ἀντιτιθεὶς ἀποκρίνεται τῷ εἰπόντι

πρὸς τὸ πρᾶγμα ἔχω

κακῶς. Β. ἐπαριστερῶς γὰρ αὐτὸ λαμβάνεις.

εἴτ ἐπιφέρειˑ

τά δυσχερῆ τε καὶ τὰ λυπήσοντά σε

ὁρᾷς ἐν αὐτῷ, τὰ δὲ ἀγαθὰ οὐκ ἐπιβλέπεις

και τὰ ἐξῆς. βοηθεῖ δὲ ὁ γάμος καὶ ἐπὶ τῶν προβεβηκότων τῷ χρόνῳ παριστάς τὴν γαμετὴν ἐπιμελομένην καὶ τοὺς ἐκ ταύτης παῖδας γηροβοσκοὺς ἐκτρέφων. «παῖδες» δὲ

άνδρί κατθανόντι κλήδονες

γεγάασιˑ φελλοὶ δ’ ὣς ἄγουσι δίκτυον,

τὸν ἐκ βυθοῦ [καὶ] κλωστῆρα σῴζοντες λινού

κατά τὸν τραγικὸν Σοφοκλέα. οἱ τε νομοθέται οὐκ ἐπιτρέπουσι τὰς μεγίστας ἀρχάς τοῖς μὴ γαμήσασι μετιέναι. αὐτίκα ὁ τῶν Λακώνων νομοθέτης οὐκ ἀγαμίου μόνον ἐπιτίμων εστησεν, ἀλλὰ κακογαμίου καὶ ὀψιγαμίου καὶ μονοδιαιτησίαςˑ ὁ δὲ γενναῖος Πλάτων καὶ τροφὴν γυναικὸς ἀποτίνειν εἰς τὸ δημόσιον κελεύει τὸν μὴ γήμαντα καὶ τὰς καθηκούσας δαπάνας ἀποδιδόναι τοῖς ἀρχουσινεί γὰρ μὴ γήμαντες οὐ παιδοποιήσονται, τὸ ὅσον ἐφ' ἑαυτοῖς ἀνδρῶν σπάνιν ποιήσουσιν καὶ καταλύσουσι τὰς τε πόλεις καὶ τὸν κόσμων τὸν ἐκ τούτων.

(142) τὸ δὲ τοιοῦτον ἀσεβές θείαν γένεσιν καταλυόντων. ἤδη δὲ ἀνανδρον καὶ ἀσθενές τὴν μετὰ γυναικὸς καὶ τέκνων φεύγειν συμβίωσιν. οὐ γὰρ ἡ ἀποβολὴ κακὸν ἐστι, τοῦτου πάντως ἡ κτήσις ἀγαθόνεχει δ’ οὔτω καὶ ἐπὶ τῶν λοιπῶν, ἀλλὰ μὴν ἡ τῶν τέκνων ἀποβολὴ τῶν ἀνωτάτω κακῶν ἐστι, φασιν. ἡ οὖν τῶν τέκνων κτήσις ἀγαθόν. εἰ δὲ τοῦτο, καὶ ὁ γάμως.

ἄνευ δὲ πατρὸς (φησὶ) τέκνον οὐκ εἴη ποτ ἄν,

ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβή τέκνου.

 

 

403

(143) πατέρα δὲ γάμος ποιεῖ ὡς μητέρα ἀνὴρ. εὐχὴν οὖν μεγίστην καὶ Ὅμηρος τίθεται «ἄνδρα τε καὶ οἴκον,» ἀλλ’ οὐχ ἁπλῶς, μετὰ «ὁμοφροσύνης» δὲ τῆς «ἐσθλῆς»· ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφ’ ἡδυπαθείᾳ ὁμονοεί, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδ’ ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων υβριν, ἀλλ’ εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι τὸν γάμον. πυρὼν γὰρ οἶμαι καὶ κριθὼν τε αὖ κατὰ τοὺς οἰκείους καιροὺς καταβαλλόμενων σπερμάτων τιμιώτερὸς ἐστιν ὁ σπειρόμενος ἄνθρωπος, ᾧ πάντα φύεται, κάκεῖνά γε καὶ νήφοντες καταβάλλουσι τὰ σπέρματα οἰ γεωργοὶ, πᾶν οὖν εἴ τι ῥυπαρὸν καὶ μεμολυσμένον ἐπιτήδευμα ἀφαγνιστέον τοῦ γάμου, ὡς μὴ όνειδισθείημεν τὴν τῶν ἀλογων ζῴων σύνοδον τῆς ἀνθρωπίνης συζυγίας συνμδουσαν τῇ φύσει μᾶλλον κατὰ τὸν ὁμολογούμενον δρον. θορόντα γοῦν ἔνια αὐτῶν ᾧ κελεύεται καιρῷ εὐθέως ἀπαλλάττεται καταλιπόντα τὴν δημιουργίαν τῇ διοικήσει, τοῖς τραγῳδοποιοῖς δὲ ἡ Πολυξένῃ καίτοι ἀποσφαττομένῃ ἀναγέγραπται, ἀλλὰ καὶ «θνησκουσα ὅμως πολλὴν πρόνοιαν» πεποιήσθαι τοῦ «εὐσχημόνως πεσεῖν»,

κρύπτουσˑ ἃ κρύπτειν ὄμματα ἀῤῥένων ἐχρήν.

ἦν δὲ κάκείνῃ γάμος ἡ συμφορά, τὸ ὑποπεσεῖν οὖν καὶ παραχωρήσαι τοῖς πάθεσιν ἐσχάτῃ δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων ἐλευθερία μόνη, ἡ γοῦν θεῖα γραφὴ τοὺς παραβάντας τὰς ἐντολὰς πεπράσθαι λέγει τοῖς ἀλλογενέσι, τουτέστιν ἁμαρτίαις ἀνοἰκεῖαις τῇ φύσει, ἄχρις ἂν ἐπιστρέψαντες μετανοήσωσι.

(144) Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὑπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ' εὐχαριστίας καὶ εὐχομένοις,

ἠμὲν ὅτ’ εὐνάζη καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ,

μαρτυρομένοις τὸν κύριον παρ’ ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σώφρον δὲ μέχρι καὶ τοῦ σώματος ἀγουσιν. θεοφιλές γὰρ τῷ ὄντι ἀπὸ τῆς γλώττης ἐπὶ τὰ ἔργα τὸ κόσμιον διαχειραγωγεῖν, ὁδὸς δὲ ἐπ'

 

 

404

ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ τέλος ἀμφοῖν ἡ αἰσχρουργία. ὅτι δὲ γαμεῖν ἡ γραφὴ συμβουλεύει οὐδὲ ἀφίστασθαί πότε τῆς συζυγίας ἐπιτρέπει, ἄντικρυς νομοθετεῖ· «οὐκ ἀπολὐσεις γυναῖκα πλὴν εἰ μὴ ἐπὶ λόγῳ πορνείας» μοιχείαν δὲ ἡγεῖται τὸ ἐπιγῆμαι ζῶντος θατέρου τῶν κεχωρισμένων. ἀνύποπτον δὲ εἰς διαβολὴν δείκνυσι γυναῖκα τὸ μὴ καλλωπίζεσθαι μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς, τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλὰς, ἀποκλείουσαν δ’ ὡς οἷον τε αὐτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, προύργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν. «ὁ δὲ ἀπολελυμένην λαμβάνων γυναῖκα μοιχαται,» φησὶν, «ἐἀν» γὰρ «τις ἀπολὐσῃ γυναῖκα, μοιχᾶται αὐτὴν,» τουτέστιν ἀναγκάζει μοιχευθῆναι. οὐ μόνον δὲ ὁ ἀπολύσας αἴτιος γίνεται τοῦτου, ἀλλὰ καὶ ὁ παραδεξάμενος αὐτὴν, ἀφορμὴν παρέχων τοῦ ἁμαρτῆσαι τῇ γυναικίˑ εἰ γὰρ μὴ δέχοιτο, ἀνακάμψει πρὸς τὸν ἀνδρα. τί οὖν ὁ νόμος; πρὸς ἀναστολήν τῆς εὐεπιφορίας τῶν παθῶν ἀναιρεῖσθαι προστάττει τὴν μοιχευθεῖσαν καὶ ἐπὶ τούτω ἐλεγχθεῖσαν ὲἀν δὲ ιέρεια ή, πυρὶ παραδίδοσθαι προστάττει. λιθοβολεῖται δὲ καὶ ὁ μοιχός, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ τόπῳ, ἵνα μηδὲ ὁ θάνατος αὐτοῖς κοινὸς ἡ. οὐ δὴ μάχεται τῷ εὐαγγελίῳ ὁ νόμος, συνάδει δὲ αὐτῷ. πῶς γὰρ οὐχί, ἑνὸς ὅντος ἀμφοῖν χορηγοῦ τοῦ κυρίου; ἡ γὰρ τοι πορνεύσασα ζῇ μὲν τῇ ἁμαρτίᾳ, ἀπέθανεν δὲ ταῖς ἐντολαῖς, ἡ δὲ μετανοήσασα οἶον ἀναγεννηθεῖσα κατὰ τὴν ἐπιστροφὴν τοῦ βίου παλιγγενεσίαν ἕχει ζωῆς, τεθνηκυίας μὲν τῆς πόρνης τῆς παλαιάς, εἰς βίον δὲ παρελθούσης αὖθις τῆς κατὰ τὴν μετάνοιαν γεννηθείσης. μαρτυρεῖ τοῖς εἰρημένοις διὰ Ἰεζεκιήλ τὸ πνεῦμα λέγον «οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι.» αὐτίκα λιθόλευστοι γίνονται ὡς ἂν διὰ σκληροκαρδίαν ἀποθανόντες τῷ νόμῳ, ᾧ μὴ ἐπείσθησαν, τῇ δὲ ἱερείᾳ ἐπιτείνεται τὰ τῆς κολάσεως, ὅτι «ῴ πλεῖον ἐδόθη, οὗτος καὶ ἀπαιτηθήσεται».

Περιγεγράφθω καὶ ὁ δεύτερος ἡμῖν ἐνθάδε Στρωματεὺς διὰ τὸ μῆκος τε καὶ πλῆθος τῶν κεφαλαίων.


Страница сгенерирована за 0.23 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.